Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

376. ὅτι τὸ βάλεν ἀντὶ τοῦ ἐπέτυχεν, καὶ ὅτι ἐν σχήματι εἴρηκεν, οὐδὲ ἅλιον αὐτὸν ἐξέφυγε τῆς χειρός.

383. οἵ τέ σε πεφρίκασι] τὸ ἴδιον πάθος ἐπὶ πάντας εἰκάζει. οὐκ ἀναγκαῖον δὲ ἀντιδιαστέλλειν, ὡς οἴεται Ἀλεξίων· δύναται γὰρ καὶ ἀπόλυτος εἶναι.

μηκάδες] ἐπιθετικῶς αἱ αἶγες, ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς· μήκη γὰρ καλεῖται ἡ τῆς αἰγὸς φωνή.

385. σὺν τῶ ῑ ἔγραψάν τινες τὸ κέρᾳ, ἵνα ᾖ δοτικὴ, ὁμοίως τῷ “δέπᾳ μελιηδέος οἴνου” καὶ “γήρᾳ ὑπὸ λιπαρῷ” (Od. 11, 136). οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοσις, ὡς καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ συνέστειλαν, πληθυντικὸν ἐκδεχόμενοι οὐδέτερον, ὁμοίως τῷ “κρέα ἔδμεναι” (Il. 4, 345), ἐξεδέξαντό τε ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εἶδος. οἱ δὲ ἐξέτειναν τὸ α πάλιν πληθυν- τικὸν ἐκδεχόμενοι, τιθέντες δὲ τὴν λέξιν ἐπὶ τοῦ τόξου, ὥστε εἶναι κατὰ κέρας, συναλοιφὴν ἐκδεχόμενοι τοῦ κέραα. περὶ δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλωται ἡμῖν, ὁπότε διελάβομεν περὶ τοῦ “κέρα ἐκ κε- φαλῆς” (Il. 4, 109). τοσοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοη- τοῦ, ὡς ὅτι σπάνιόν ἐστιν ἐπʼ ἀνθρωπίνης φύσεως παρὰ τῷ ποιητῇ τὸ κέρας ἐπὶ τριχὸς τάσσεσθαι· κόμην δὲ λέγει καὶ τρίχας καὶ πλοκάμους καὶ ἐθείρας. τὸ δὲ παρ θενοπῖπα τινὲς παρθενοπῖα, παρθένοις ἐοικώς.

ὅτι κέρᾳ οὐ τῇ τριχὶ ψιλῶς, ἀλλʼ ἐμπλοκῆς τι γένος· εἰς κέρατος τρόπον ἀνεπλέκοντο οἱ ἀρχαῖοι. Σώφρων “κορώνας ἀνδού- μενοι·” καὶ οἱ Ἀθηναῖοι τέττιγας ἐνεπλέκοντο· καὶ παρʼ Ὁμήρῳ “πλοχμοί θʼ οἳ χρυσῷ τε καὶ ἀργύρῳ” (Il. 17, 52). ἔνιοι δὲ, τῷ τόξῳ ἀγαλλόμενε· προείρηκε δὲ “τοξότα λωβητήρ.”

περὶ δὲ τῶν διαστολῶν εἴρηται πολλοῖς ὅτι εἰσὶν ἀμφίβολοι· ἢ [*](5. ἑκάτερον πῆχυς (* ἕκαστον πῆ- 12. μήκη Bekkerus] μῆκα. Conf. χυς) Bekkerus] ἑκατόν πηχυ Schol. Od. 1, 124. Probabilius 8. χειρός] ἀντὶ τοῦ αὐτοῦ τὴν μηκή, ub μυκή, de quo Arcad. p. 106, χεῖρα addit Friedl.)

309
γὰρ καθʼ ἑαυτὸ ἕκαστον, μόνου τοῦ κέρᾳ προσδιδομένου ἢ τοῖς ἡγου- μένοις ἢ τοῖς ἑπομένοις, ἢ κατὰ δύο ἢ καὶ ἐναλλὰξ, τὰ μὲν καθʼ ἓν. τὰ δὲ κατὰ δύο.

387. *οὐ χραίσμῃσι] ὅτι ἀντὶ τοῦ οὐ χραίσμοι.

390. χωφὸν γὰρ βέλος] ὅτι κατὰ μεταφορὰν ἀπὸ τοῦ κατὰ τὴν ἀκοὴν ἐπὶ τὸ κατὰ τὴν ἁφὴν κωφὸν τὸ ἀνεπαίσθητον.

391. εἴ κʼ ὀλίγον περ ἐπαύρῃ] ἐλλείπει τὸ πρόσθεν· οὕτως καὶ διὰ τῶν ὑπομνημάτων. ἔν τισι δὲ γράφεται ἐπαύρω.

*ἀντὶ τοῦ ἄλλως ὑπʼ ἐμεῖο πέμπεται.

392. *αἶψα] Ἀρίσταρχος ἄνδρα τίθησιν.

395. περὶ πλέες] Τυραννίων περίπλεες συνθέτως ἀνέγνω, τὴν ρι συλλαβὴν ὀξύνων ὁ δὲ Ἀσκαλωνίτης κατὰ παράθεσιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ περὶ αὐτὸν πλέες. οὕτως δὲ καὶ Ἀλεξίων, λόγῳ τούτῳ, ὅτι καὶ κατʼ ἰδίπν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες καὶ τὰ ἀπʼ αὐτοῦ κινήματα· “τόσσον ἐγώ φημι πλέας ἔμμεναι” (Il. 2, 129)· οὐ γὰρ πολλοὺς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ “πλέονές κεν μνηστῆρες” (Od. 18, 247) συγκοπή ἐστιν ἡ πλέες φωνὴ, μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου περιπλέονες, δοθήσεται μηδὲ τὸ ἀπʼ αὐτοῦ συγκεκομμένον. ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγι- νώσκειν, λειπούσης τῆς αὐτόν.

*λείπει ἡ αὐτόν, ἵνʼ ᾖ περὶ αὐτὸν πλέες.

397. βραχὺ διασταλτέον ἐπὶ τὸ καθεζόμενος, πρὸς τὸ σαφέ- στερον.

400. *ἤχθετο γὰρ κῆρ] γρ. ὠκέας ἵππους.

402. * ὅτι νῦν φανερῶς φόβος ἡ φυγή.

404. * φέβωμαι] ὅτι ἀντὶ τοῦ φύγω.

405. *τι ἔξωθεν ἡ εἴς πρόθεσις, εἰς πληθύν.

406. Ἀλεξίων τὸ τόνδε ἓν μέρος λόγου ἐκδέχεται, καὶ παρο- ξύνει, ἵνα ἰσοδυναμῇ ἀναφορικῇ τῇ τοῦτον. Τυραννίων δὲ δύο μέρη λόγου ποιεῖ, ἵνα ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίως. ἔφαμεν δὲ ὅτι παρὰ τῷ ποιητῇ ἡ διὰ τοῦ δε ἐπὶ ταύτης τῆς ἀντωνυμίας ἐπέκτασις σπανίως μὲν εὑρέθη ἐπʼ ἀναφορᾶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ “τούσδε δʼ ἔα φθινύθειν” (Il. 2, 346), ὥστε οὐδὲν κεκώλυκε καὶ [*](2. ἢ καὶ Friedl.] ἢ om. 21. λείπει—] Hoc scholion bis 4. ὅτι addidit Cobetus. legitur in marg. inter. 18. περιπλέονες Lehrsius] πλέονες 28. τὸ addidit Bekk.)

391
ἐνθάδε τὸ τοιοῦτο παραδέξασθαι διὰ τὸ ἤδη πεπεῖσθαι τὴν παράδοσιν· βεβαιοτέρα μέντοι ἐστὶν ἡ τοῦ Τυραννίωνος ἀνάγνωσις· οὐδὲν γὰρ ἐναντιοῦται.

ὅτι περισσὸς ὁ κε, ἀμφίβολος δὲ ἡ στιγμή. ἤτοι γὰρ ἐπὶ τὸ ἀριστεύῃσι ἢ ἐπὶ τὴν πρόθεσιν. καὶ ἐὰν μὲν τὸ πρότερον, τὸ ἀρι- στεύῃσι ληψόμεθα ἀντὶ τοῦ ἄριστος ᾖ, οἷον ἄξιον τὸν ἐν εἰρήνῃ τιμώμενον ἀνδραγαθεῖν ἐν πολέμῳ· τὸ δὲ δεύτερον, ἐπεὶ τὸν ἐπαγ- γελλόμενον κατὰ μάχην ἄριστον εἶναι ἑστάναι δεῖ καὶ τὸν κίνδυνον ὑπομένειν.

410. ἤτοι συναπτέον ὅλον τὸν στίχον· βραχὺ διασταλτέον δὲ παντελῶς ἐπὶ τὸ κρατερῶς καὶ ἐπὶ τὸ ἔβλητο, ἵνα ὁ ἢ σύνδεσμος κέηται ἀντὶ συναπτικοῦ. ὁ δὲ λόγος· ἑστάναι δεῖ, εἴτε ἐβλήθη εἴτε ἔβαλεν ἄλλον, οἷον εἴτε βληθείη εἴτε βάλοι τινά. ἢ στικτέον ἐπὶ τὸ κρατερῶς. ὃ καὶ βέλτιον· ἔσονται γὰρ διαζευκτικοὶ οἱ σύν- δεσμοι. ὁ δὲ λόγος, ἰσχυρῶς ἑστάναι δεῖ· ἢ γὰρ ἐβλήθη ἢ ἔβαλεν ἄλλον.

413. ψιλωτέον τὸ ἔλσαν, ὅτι Αἰολικωτέρα ἡ κλισις. τὸ δὲ ἑξῆς ἐστὶν, ἐν μέσοις αὐτοῖς συνέκλεισαν τὸν Ὀδυσσέα. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει μετὰ σφίσι πῆμα δὲ ἔλσαν. καὶ εὐτελὴς γίνεται ἡ σύνθεσις, καὶ ἠγνόηται τὸ λεγόμενον· οὐ γὰρ λέγει, ἑαυ- τοῖς πῆμα τιθέντες οἱ Τρῶες, ἀλλὰ τῷ Ὀδυσσεῖ.

μετὰ σφίσι] ὀρθοτονητέον· εἰς σύνθετον γὰρ ἡ μετάληψις, καὶ κατέ- χεται ὑπὸ τῆς προθέσεως.

*βραχὺ διασταλτέον ἐπὶ τὸ σφίσι.

421. ὕπερθεν] καὶ ἐνθάδε διασταλτέον πρὸς τὸ σαφέστερον. ἀμφί- βολον δὲ καὶ τὸ ἑξῆς. ἤτοι γὰρ μετάλμενος ὀξέῖ δουρί, οἷον σὺν τῷ δόρατι ἐφαλλόμενος, ὡς ἐκεῖ “καὶ αὐτῷ φάρει ἀναίξας λάβε δίσκον” (Od. 8, 186)· ἢ καὶ ὑπερβατὸν, οὔτασεν ὀξέι δουρί, καθὸ δια- στελοῦμεν βραχὺ ἐπὶ τὸ μετάλμενος.

* δουρί] γρ. χαλκῷ.

γρ. ὕπερθε μετάλμενος.

422. Ἔννομον] ὅτι οὗτος ὁ Ἐννομος ὁμώνυμός ἐστι τῷ ἐν τῷ διακόσμῳ “Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Εννομος (Il. 2, 858).

[*](4. κε] καὶ 13. ἔβαλον—βάλοι Bekkerus] στιγμμἡ] ὑποστιγμὴ Friedl. ἔβαλλον—βάλλοι 10. δέ addidit Friedl.)
392

423. *ἀΐξαντα] γράφεται καὶ ἀΐσσοντα.

424. πρότμησιν] Διονύσιος ὁ Θράξ τὴν ὀσφῦν, Φιλότιμος ἰατρὸς τὸν τράχηλον, Ἀρίσταρχος τὸ ἀπὸ τῆς ἥβης ἕως τοῦ ὀμφαλοῦ, τὸ ἦιρον· Παρμενίσκος δὲ τὸν ὀμφαλὸν, διὰ τὸ τοῦτον πρῶτον ἐκτέμ- νεσθαι γεννωμένου τοῦ βρέφους, ἢ ὅτι κατʼ αὐτὸν εἰς δύο τέμνεται ἴσα ὁ ἄνθρωπος.

ὅτι ἄπαξ τὴν πρότμησιν ἀνόμασεν. ἔστι δὲ ὁ ὑπὸ τὸν ὀμφαλὸν τόπος κατὰ τὴν λαγόνα, διὰ τὸ πρῶτον ἐν αὐτῷ τέμνεσθαι τεχθέντα τὰ παιδία. τοῦτον δὲ λέγουσιν ἰατρῶν παῖδες ἦιρον.

*οὕτως Ἀρίσταρχος δουρὶ κατὰ πρότμηστιν.