Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

327. οὐ χρὴ ὑπιδομένους τὸ ἀπεμφαῖνον—πῶς γὰρ ἀνέπνεον Ἕκτορα ;—διαστέλλειν ἐπὶ πὸ ἀνέπνεον, ἐπεὶ καὶ συναπτόντων ἡμῶν νοεῖται τὸ ὑπερβατὸν φεύγοντες Ἕκτορα.

328. ὅτι συλληπτικῶς εἴρηκεν ἑλέτην, καὶ κοινὸν ποιεῖ τοῦ ἑτέρου τὸ κατόρθωμα. ἔστι δὲ Διομήδης μόνος ὁ ἀνελών· ἐπιφέρειγοῦν (333) τοὺς μὲν Τυδείδης.

333. τοὺς μὲν Τυδείδης] ὅτι διὰ τούτου συνίσταται ὁ Διομήδης μόνος ὁ ἀνῃρηκὼς τοὺς προειρημένους.

336. * ἔνθα σφιν] ἀμφοτέροις τοῖς στρατεύμασιν ἴσην τὴν μάχην ἐξέτεινεν.

339. *οὐ γάρ οἱ ἵπποι] ἐν ἄλλῳ οὐδὲ γὰρ ἵπποι.

345. *ῥίγησε] γράφεται τὸν δὲ ἰδὼν ἐνόησε.

348. *μένοντες] Ζηνόδοτος δυῖκῶς μένοντε.

350. *σημειοῦνταί τινες, ὅτι οὕτως εἴρηται καὶ ἐπέτυχεν.

[*](annotatio ὅτι τὸ τρόφι ἀποκοπή τοῦ tavit Lehrsius Aristarch. p. 14. τρόφιμον, post quae verba punctum 10. Addidi lemma βόλεται. posui. Nam reliqua pars acholii 12. ὄπισθεν] Sic etiam Etym. M. ὁ ¨Ηρωδιανὸς—γάλα ab alio scripta p. 648, 34. ὀπίσω Lehrsius. est grammatico, nec cohaeret cum 17. ὑπιδομένους] ὑπειδομένους observatione Aristonici, qui diu 27. οὐδὲ γὰρ] Verum videtur ante Herodianum vixit, quod no- quod Bentleius coniecit οὐδέ οἱ.)
388

351. πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός] ὑπὸ τοῦ τῆς περικεφα- λαίας χαλκοῦ ἀπεκρούσθη τὸ δόρυ.

353. αὐλῶπις] ἢ τὸν ἐπʼ αὐτῇ λόφον ἀνατεταμένον ἔχουσα, ἢ αὐλοὺς ἔχουσα εἰς σὓς οἱ λόφοι κατακλείονται. αὐλοὶ δέ εἰσι περόναι.

354. *ἀπέλεθρον ἀνέδραμε] θέλει λέγειν ὅτι ἀπὸ τοῦ δέους μέγα ἥλατο.

355. στῆ δὲ γνύξ] ὅτι οὐχ οἷον ἐπὶ τῶν ποδῶν ἔστη, ἀλλʼ ἐπὶ τὰ γόνατα πεσὼν ἔμεινεν.

στῆ δὲ γνὺξ ἐριπὼν] ὡς φιλοψευδὴς ὁ τυφλὸς, ὅτι καὶ ἄπιστα ψεύδεται. πρῶτον μὲν γὰρ οὐκ ἐτρώθη ὁ Εκτωρ, ὡς αὐτός φησιν· εἶτα δὲ καὶ τὸ ἀναδραμεῖν πολὺ ἐρρωμένου τινός ἐστι. πῶς οὖν καὶ ἔπεσεν ἐπὶ γούνατα καὶ ἀπέθανε μικροῦ δεῖν;

356. ὁ ὀβελὸς καὶ ὁ ἀστερίσκος, ὅτι ἐν ἄλλῳ τόπῳ (ll. 5, 309) ὀρθῶς κεῖται· οὐ γέγονε γὰρ σφροδρὰ πληγὴ, ὡς ἐπʼ Ἀἰνείου· οὐ “θλάσσε δέ οἱ κοτύλην” πῶς οὖν ἐσκοτώθη;

*προηθέτει Ἀριστοφάνης· Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.

358. καταείσατο] ψιλωτέον· ἀπὸ γὰρ τοῦ εἴδῶ βαρυτόνου ὁ σχηματισμός.

365. ἦ θήν σʼ ἐξανύω] τὸ ἀνύω φυλακτέον ἐπὶ τοῦ αὐτοῦ τόνου, λέγω δὲ τοῦ βαρέος· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. τὸ δὲ ἑξῆς ἐστὶ, κατεργάσομαι δή σε καὶ ἀνελῶ, καὶ τέλος τῇ πράξει ἐπιθήσω, ἐξ ὑστέρου ἀπαντήσας.

366. *ἔστιν] ἐν ἄλλῳ ἐπιτάρροθος εἴη.

368. ὅτι Ζηνόδοτος γράφει ἐξενάριξεν συντελικῶς. ἄρτι δὲ ἔμελλε σκυλεύειν· ἐπιφέρει γοῦν “ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο” (373). διὰ τοῦ ζ οὖν γραπτέον παρατατικῶς· σκυλεύ- οντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλέξανδρος.

* Ἀρίσταρχος παρατατικῶς ἐξενάριζεν.

370. Τυδείδῃ ἐπὶ τόξα] οἱ ἀκριβῶς ἀναγινώσκοντες ἀναστρέφουσι τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστὶν ἐπὶ Τυδείδῃ.

371. *στήλῃ κεκλιμένος] τὴν ἐπὶ τοῦ τάφου στήλην προβεβλη- μένος ἀντὶ ἀσπίδος ὁ δειλὸς καὶ γυναικομανής.

[*](9. ὡς φιλοψευδὺς—] Haec Zoili 17. εἴδῶ] εἴω Lehrsius Arist. p. esse videntur. 14. κεῖται] ἐνταῦθα δὲ οὒ addit 21. δή σε Bekkerus] δῆσαι Friedl. 32. ἀσπίδος Vill.] τοῦ ἀσπίδος Αἰνείου Friedl.] Αἴαντος.)
389

ἀνδροκμήτῳ] ἤτοι ἐν ᾧ ἀνὴρ καμὼν, τουτέστιν ἀποθανὼν, κεῖται, ἢ ὑπὸ ἀνδρὸς κατεσκευασμένῳ. ἢ ἐπὶ ἀνδρὶ κεκμηκότι καὶ τεθνεῶτι κατεσκευασ μένῳ.

375. τόξου πῆχυν] τὸ τόξον περιφραστικῶς· τὸ γὰρ ὅλον τόξον ἐκ δύο κεράτων σύγκειται, ὧν ἑκάτερον πῆχυς καλεῖται. μετεχειρίζετο οὖν, φησὶ, τὸ τόξον.