Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

84. ἀθετεῖται, ὅτι οὐρήων βούλεται λέγειν τῶν φυλάκων, καὶ οὐκ ἐκράτησε τοῦ σχήματος· οὖρον γὰρ λέγει ὡς κοῦρον τὸν φύλακα, οὐρέα δὲ τὸν ἡμίονον. καὶ ὅτι ἄκαιρος ἡ ἐρώτησις.

89. * Ζεὺς ἐνέηκε πόνοισι διαμπερές] ὃν ὁ Ζεὺς τῇ κακοπαθείᾳ ἐνέβαλε μέχρι τέλους.

91. πλάζομαι] οὐδὲν ἑστηκὸς διανοοῦμαι· πλανῶμαι κατὰ τὴν γνώμην, οἱονεὶ ἀπορῶ ὅπως χρήσωμαι τοῖς παροῦσι πράγμασιν.

93. Δαναῶν πέρι δείδια] πιθανώτερόν πώς ἐστιν ἀναστρέφειν· δύναται δὲ καὶ τὸ ἕτερον.

95. στηθέων ἐκθρώσκει] Νικίας κατʼ ἰδίαν τὴν πρόθεσιν ποιεῖ, ἵνα τὸ ἑξῆς γένηται ἐκ στηθέων θρώσκει. ἄμεινον δὲ ἓν ποιεῖν, ἐκθρώσκει ὡς ἐκτρέχει.

τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα] κακῶς Νικίας ἀναστρέφει· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ.

98. ὅτι Ζηνόδοτος μὴ νοήσας τὸ σημαινόμενον γράφει ἀδηκότες ἡδέϊ ὕπνῳ κοιμήσωνται. ἔτι δὲ καὶ νῦν λέγομεν ὕπνου μεστὸν οὐ τὸν ἐξυπνωκότα, ἀλλὰ τὸν πολὺ τὸ ὑπνωτικὸν ἐν αὑτῷ ἔχοντα.

101. καὶ διὰ νύκτα] τοῦτο πρὸς καιρὸν εἴρηκεν ὁ Ἀγαμέμνων ἕνεκα τοῦ ἐκπλῆξαι τὸν Νέστορα, ἐπεί τοι οὐκ ἦν ἔθος αὐτοῖς νυκτὸς πολεμεῖν.

105. πού νυν] τὸ νῦν ἐνθάδε συσταλτέον διὰ τὸ μέτρον, ὥσπερ καὶ ἐπὶ τοῦ “δεῦρό νυν ἢ τρίποδος” (Il. 23, 485).

109. δουρὶ κλυτόν] τὸ κλυτός, εἰ πτωτικὸν κατάρχοι, ἐν συνθέσει βαρύτονόν ἐστι, τοξόκλυτος ὀνομάκλυτος, εἰ δὲ ἄπτωτον, φυλάσσει τὸν αὐτὸν τόνον, περικλυτός ἀγακλυτός. διὸ σημειωτέον τὸ ναυσικλυ- τός ὀξυνόμενον. ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον ἐκ τοῦ μένειν τὸ α τῆς ναυσί δοτικῆς· κατʼ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ συνθέσει διὰ τοῦ α, Ναυσικάα Ναυσίθοος. τὸ μὲν οὖν δουρὶ κλυτὸς ἐν παραθέσει ἐστίν.

110. * τὸ ε περιττόν.

Αἴαντα ταχὺν] ὅτι πλησίον τοῦ Λοκροῦ Αἴαντος ὁ Μέγης [*](8. ἑστηκὸς Bekkerus] ἑστηκὼς 31. παραθέσει Lehrsius] παρασυν- 14. ἐκτρέχει Lehrsius] ἐκτρέχειν θέσει 15. ὑπὸ] ὑπὸ sine accentu. 32. τὸ ε] Corrige ὅτι τὸ εἴ et 26. βαρύτονον addidit Lehrsims. refer ad v. III: cum Cobeto.)

346
ἐνενεωλκήκει· καὶ διέσταλκε δὲ, προσθεὶς ταχύν. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τοῦ ναυστάθμου.

*Φυλέος ἄλκιμον νἱόν] τὸν Μέγητα.

112. πρὸς τὰ περὶ τοῦ ναυστάθμου, ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ Τελαμωνίου ἐνενεωλκήκει.

115. *νεμεσήσεαι] γράφεται νεμεσήσεται.

116. ὅτι τὸ πονέεσθαι ἐπὶ τοῦ ἐνεργεῖν. καθʼ ἑαυτὸ δὲ ἀνα- γνωστέον τὸ “ὡς εὕδει” ἐν θαυμασμῷ, ἢ τοῖς ἄνω συναπτέον, νεικέσω ὡς εὕδει.

117. *διὰ τὴν αὐτὴν αἰτίαν.

118. *ὅτι ἀνεκτὸς ἡ χρειώ, οὐκ ἀνεκτή.

120. *ὅτι περισσὸς ὁ και.

122. οὔτ’ ὄκνῳ εἴκων] φιλαδέλφως ἀπολογεῖται. δύο δέ ἐστι δι’ ὧν γίνεται ἡ ῥαθυμία, ἀμέλεια καὶ ἄνοια· καὶ ἐν Ὀδυσσείᾳ “νήπιος ἠὲ χαλίφρων, ἠὲ ἑκὼν μεθιεῖ” (Od. 4, 371), ὥστε τὸ δοκοῦν ἁμάρ- τημα εἰς ἐγκώμιον τῆς πειθαρχίας περιίσταται.

123. ἀλλʼ ἐμέ τʼ εἰσορόων] ἀλλʼ εἰς ἐμὲ ἀποβλέπων. οὔτε τὸν Νέστορα συκοφάντην ἐποίησεν οὔτε τὸν Μενέλαον ἀργόν. ἅμα δὲ καὶ τὸν φιλάδελφον ἐμφανίζει, ὅτι ἐγὼ ὑπὲρ αὐτοῦ πάντα ποιῶ, κἀκεῖνος ἐκδέχεταί μου τὴν ὁρμὴν, οἷον εἶναι δεῖ νεώτερον ἀδελφὸν πρὸς πρεσβύτερον.

124. ὁ Ἰξίων μέγʼ ἐπέγρετο. καὶ μήποτε ἡ Ἀριστάρχειος οὕτως εἶχεν.

*ἐν ἄλλῳ μέγʼ ἐπέγρετο.

127. ἐν φυλάκεσσ’· ἵνα γάρ σφιν] ὅτι Ζηνόδοτος γράφει ἵνα γάρ μιν. ἔστι δὲ ἑνικὸν τὸ μίν, βούλεται δὲ ὁ ποιητὴς διὰ τοῦ σφίν αὐτοῖς σημῆναι. διὸ καὶ ἑξῆς ἐπιφέρει “κείνους δὲ κιχησόμεθα.”

*ἠγερέεσθαι] διὰ τοῦ θ αἱ Ἀριστάρχου, ἠγερέθεσθαι.