Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

6. τῷ πολύν ἐπήνεγκε τὸ ἀθέσφατον αὐξήσεως χάριν. ἔνιοι δὲ στίζοντες μετὰ τὸ ὄμβρον ἀπὸ ἄλλης ἀρχῆς ἀναγινώσκουσιν, ἵνʼ ᾖ πολλὴν χάλαζαν. βέλτιον δὲ τὸ ἀθέσφατον τοῖς ἑξῆς συνάπτειν ἐπὶ τῆς χαλάζης, καὶ μὴ δύο καθʼ ἑνὸς κεῖσθαι ἐπίθετα.

7. νιφετόν] ὅτι οἱ ὑγιῶς χρώμενοι νείφειν μὲν λέγουσι τὸ χιονίζειν, ὄμβρον δὲ τὸν ὑετὸν, χάλαζαν δὲ τὸ ἐν ὑετῷ πεπηγὸς ὕδωρ. διὸ νῦν διαστέλλει ἕκαστον.

ἐπάλυνεν] ἐλεύκανεν, ὡς παλὴ καταπασθεῖσα· οὕτως γὰρ ὀξυτόνως καλεῖται τὸ ἐκπασσόμενον λεπτομερέστατον τοῦ ἀλεύρου.