Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

497. ἀθετεῖται, ὅτι καὶ τῇ συνθέσει εὐτελής· καὶ μὴ ῥηθέντος δὲ νοεῖται ὅτι ὡς ὄναρ ἐφίσταται τῷ Ῥήσῳ ὁ Διομήδης. καὶ τὸ διὰ μῆτιν Ἀθήνης λυπεῖ· μᾶλλον γὰρ διὰ τὴν Δόλωνος ἀπαγγελίαν.

*οὕτε ἐν τῇ Ζηνοδότου οὕτε ἐν τῇ Ἀριστοφάνους ἐφέρετο.

499. ἡ διπλῆ, ὅτι καὶ νῦν ὅμιλον τὸ ἄθροισμα εἶπεν. διὰ τὴν περίστασιν δὲ ἀναγκασθέντες ἐπὶ γυμνοῖς τοῖς ἵπποις καθίζουσιν οἱ ἥρωες, συναρτήσαντες αὐτοὺς τοῖς ἱμᾶσι· καὶ μιμεῖται τὸ γινόμενον ἐν ταῖς ταραχαῖς.

502. ῥοίζησεν] ἀνάρθρως ἐφώνησεν, ὃ ἡμεῖς συρίζειν λέγομεν. καὶ ἀλλαχοῦ δέ φησιν “πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα (Od. 9, 315).

505. ῥυμοῦ ἐξερύοι] ὅτι πρὸς ἓν ληπτέον μέρος τὸ λεγόμενον ἐκ τοῦ “ἢ ὅγε δίφρον ἑλὼν ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας.” ἔστι γὰρ ἢ τὸν δίφρον ἐκ τοῦ ῥυμοῦ λαβόμενος ἐξέλκοι, ἢ μετέωρον ἄρας ἐξενέγκοι, ὥστε περὶ τοῦ δίφρου μέρος ἔχειν. πρὸς τοῦτο δὲ ἀντιδιέσταλκεν “ἢ ἔτι τῶν πλεόνων Θρῃκῶν.”

*ὑψόσ’] διχῶς, ὑψοῦ καὶ ὑψόσε.

* ἢ ὅγε δίφρον ἑλὼν ἡ ἐκφέρει ὑψόσ᾿, ἢ ὅτι τῶν πλεόνων] δια- πορητικοὶ οἱ ὕστεροι· διὸ περισπαστέον τὸν δεύτερον, τὸν δὲ πρῶτον καὶ τρίτον ἐγκλιτέον.

510. νῆας ἔπι γλαφυράς] τὸ ἡμιστίχιον δύναται καὶ τοῖς ἡγου- μένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι, διαστολῇ μόνον χωριζό- μενον ἀπὸ τῶν ἑτέρων οἷς μὴ προσδίδοται.

πεφοβημένος] εἰς φυγὴν τραπεὶς, διωκόμενος, τουτέστι μετὰ φυγῆς παραγεγενημένος.

513. *ἐπεβήσετο] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἐπεβήσατο.

515. οὐδʼ ἀλαὸς σκοπιήν] ὅτι Ζηνόδοτος γράφει ἀλαὸν σκοπιήν. παροιμιακὸν δέ ἐστιν, οὐ τυφλὸς ἐς σκοπιὰς, ἀλλὰ τοὐναντίον δε- δορκώς· καὶ ὁ ποιητὴς οὐδέποτε εἴρηκε σκοπιὴν τοὺς ὀφθαλμούς. συναπτέον δὲ τὸ διστίχιον μέχρι τοῦ ἕπου σαν.

520. ὅτι Ζηνόδοτος τὸ ἐναλλὰξ τῷ τόπῳ τούτῳ τίθησιν “ὁ δ᾿ ἐξ ὕπνου ἀνορούσας ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, ὡς ἴδε χῶρον ἐρῆμον ἄνδρας τʼ ἀσπαίροντας.” πρῶτα δὲ ἰδόντα ἔδει κλαίειν.

[*](4. ἐν τῆ Ζηνοδότου La Roche] ἐν 23. ἑτέρων Friedl.] ἑταίρων ζγνοδότῳ 31. ὅτι Ζηνόδοτος ἐναλλὰξ τὸν 12. πρὸς ἔν Lehrsius] πρός τι τρίτον πρῶτον τίθησιν Lehrsius. 15. μέρος] ἕν μέρος Friedl.)
368

522. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον] ἐμφατικῶς οὐ μόνον ᾤμωξεν, ἀλλὰ καὶ φίλον καὶ ἑταῖρον ὠνόμασεν.

526. σκοπὸν] κατάσκοπον. πῶς δέ φησι δεκατέσσαρος φονεύ- σαντες τρισκαιδέκατον λέγει Δόλωνα, ῥητέον οὖν ὡς ὅτι Ὅμηρος ἀεὶ τοὺς βασιλεῖς τῶν στρατιωτῶν χωρίζει κατʼ ἐξοχήν. ἔθει οὖν κεχώρισται κατὰ τὸν ἀριθμὸν ὁρίσας, ὡς ἐπὶ τοῦ “Ζεὺς δʼ ἐπεὶ οὖν Τγῶας τε καὶ Ἕκτορα” (Il. 13, 1).

528. * ἐχὶ τὸ θορών διασταλτέον· σαφέστερον γάρ.

ἔναρα] ὅτι περιεκτικῶς καὶ τὰ τόξα καὶ τὸ δόρυ ἔναρα εἴρηκε σὺν τοῖς ἄλλοις· κυρίως δὲ ἔναρα λέγεται οἷς ἐνάρηρε τὰ σώματα καὶ ἐνήρμοσται, θώραξ καὶ κυνέα καὶ κνημῖδες.

529. * τίθει] ἐν ἄλλῳ Ὀδυσῆι δίδου.

530. * ἵππους] ἐν ἄλλῳ μάστιξεν δʼ Ὀδυσεύς.

532. Νέστωρ δὲ πρῶτος] πρῶτος ὁ Νέστωρ κτύπον ἄῖε, ὅτι αὐτὸς γνώμην δοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας ὑπὲρ αὐτῶν ἀγω- νιᾷ, μόνον οὐχὶ καὶ τὴν ψυχὴν ἔχων συναποδημοῦσαν.

534. *τὸ εἰπεῖν τὴν ἄφιξιν Ὀδυσσέως καὶ Διομήδους.

538. *κατὰ φρένα] Ἀρίσταρχος δείδοικα μετὰ φρεσίν.

539. * Ἀρίσταρχος Ἀργείων ὤριστοι, καὶ ἄνευ τοῦ ι.

545. χαριέντως διαστέλλουσι βραχὺ ἐπὶ τὸ λάβετον, ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται, καταδύντες ὅμιλον Τρώων, οὕτως καὶ Τήλεφος ἐν τῷ η΄ τῶν γραμματικῶν ἀξιοῖ· εἰ γὰρ μὴ οὕτως, φησὶν, ἀναγνῶμεν, ἐπιταραχθήσεται ἡ διάνοια.

ἡ διπλῆ δὲ, ὅτι Ζηνοδοτος γράφει λαβέτην. ἔστι δὲ τοῦτο τρί- του προσώπου, ἀντὶ τοῦ ἔλαβον· λέγει δὲ νῦν πρὸς αὐτούς.

546. * οὕτως σφωέ διὰ τοῦ ε καὶ πόρεν Ἰακῶς. οὕτως καὶ Ἀρίσταρχος καὶ Ἡρωδιανός.

τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται, καὶ ἡ σφωέ τρίτου προσώπου ἐγκλι- τική ἐστι, σημαίνουσα τὸ αὐτούς· “τίς τʼ ἄρ σφωε θεῶν” (Il. 1, 8) “ἀλλά σφωε δόλος καὶ δεσμός” (Od. 8, 317)· ὥστε οὐκ οὖδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ, εἰ μὴ ὅτε ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει τὸ ὑμεῖς ἢ ὑμᾶς· “σφὼ δὲ [*](3. πῶς—] Est scholion Porphy- 20. Eadem fere in marg. inter. rii, quod plenius legitur in aliis βραχὺ διασταλτέον μετὰ τὸ λάβετον, libris ad v. 561. ἴνα τὸ ἐξῆς πευστικῶς λέγηται 8. διασταλτέον] Fort. βραχὺ δ. 31. ὅτε Cobetus Mnem. novae 11. * καὶ κνημῖδες] om. vol. 2 p. 194] ποτε)

369
μάλʼ ἠθέλετον” (Il. 11, 782). ἔνθεν οὖν οἱ ἀκριβέστερον αὐτὰ παρα- φυλάξαντες ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ “εἰ μή σφω Αἴαντε διέκρινον” (Il. 17, 531), ἵνα τὸ διηνεκὲς φυλαχθῇ. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει σφῶϊ. τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ὑμεῖς ἢ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει, τὸ δὲ σφωέ· ἔστι γὰρ αὐτοὺς τοὺς δύο.

547. * καθʼ ἑαυτὸν τὸν στίχον προενεκτέον. λείπει δὲ τὸ εἰσί.