Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

38. ὀτρύνεις] ὅτι ἀντὶ τοῦ ὀτρύνων. διῃρημένως δὲ αἱ Ἀριστάρχου τὸ ὀτρυνέεις.

ἐπίσκοπον] Ἀρίσταρχος ὡς κατάσκοπον. Νικίας δὲ ἀναστρέφει τὴν ἐπί, ἵνʼ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ σἳ ἀνεγνώκασιν ἐπίσκοπόν ὡς ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκα- τατίθεσθαι· καὶ γὰρ ἤδη ἡ συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν. [*](1, 2. Inter gl. interlinearia.] 18. παρδαλῆ Cobetus] πορδαλῆ 6. *ὑπὸ] ἐπὶ 21. προσυνέστακε Lehrius] προ- 7. γράφειν delet Friedl. qui πρὸς συνέσταλκε τὴν Ζηνοδότου γραφήν coniecit. 22. νεὼς] νε 11. τοῦ] om. 25. δέ addidit Cobetus. 13. μέντοι τοῦ τοῦδʼ αὖ τοῦ] μέν 26. ὀτρυνέεις] ὀτρύνεις: sed supra τοι τοῦ δʼ αὐτοῦ 15. τὸ Bekk.] τοὐ v, διηρημένως ἀρίσταρχος ὀτρυνέεις. 27. ὡς addidit Lehrsius.)

342
χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει· “ δμωάων σκοπός ἐσσι” (Od. 22, 396) “καὶ ἐπίσκοπος ᾗσιν ἑταίρων” (Od. 8, 163).

41. Δημήτριος ὁ Ἰξίων ἐν ἄλλῳ θρασυκάρδιος.

ἀμβροσίην] θείαν, ἐν ᾗ οἱ βροτοὶ οὐ προίασιν. διὰ τοῦτο ἡ νὺξ ἀμβρότη.

43. χρεὼ βουλῆς] χρεία συμβουλῆς τινὸς ἐμοὶ καὶ σοί. ἔστι δὲ σολοικισμὸς παρὰ τὰς πτώσεις, ἀντὶ τοῦ ἐμοὶ καὶ σοί.

44. κερδαλέης] ἐπωφελοῦς, συνετῆς, ὠφελίμου. ἢ πανούργου, παρὰ τὴν κερδώ, ὅ ἐστι τὴν ἀλώπεκα· ἔστι δὲ πανουργότατον τῶν ζῴων.

δεῖ, φησὶ, τὰ ἀπὸ τῆς τύχης λειπόμενα ταῖς βουλαῖς ἀντιση- κοῦν.

ὅτι περισσὸς ὁ κέν σύνδεσμος, ἢ ῥῆμα ἐνήλλακται, ἀντὶ τοῦ ἥ- τις ἂν ἐρύσσαιτο. καὶ πρὸς τὸ “ἐνθάδε Ζίσυφος ἔσκεν ὁ κέρδιστος” (Il. 6. 153).

45. ἐπεὶ Διὸς ἐτράπετο φρήν] ὅτι φανερῶς ὁ Ζεὺς ἐβοήθει τοῖς Ἕλλησι πρὶν ἱκετευθῆναι ὑπὸ τῆς Θέτιδος· καὶ ὅτι τὸ ἡμιστίχιον ὁ Ζηνόδοτος μετήνεγκεν ἐπὶ τὸν Εκτορος λόγον κατὰ τὴν κόλον μάχην (ll. 8, 501).

46. * θῆχʼ ἱεροῖσιν] ἔν τισι τῶν ὑπομνημάτων εἶχʼ ἱεροῖσιν.

48. μέρμερ’] μερίμνης καὶ φροντίδος ἄξια· καταστρέφει δὲ εἰς τὸ κακά. τὸ δὲ ἐπʼ ἤματι Ἀρίσταρχος διὰ τοῦ ν, ἐν ἤματι, ὁμοίως τῷ “μηνὶ δʼ ἐν οὔλῳ” (Od. 24, 118).

50. *υἱὸς φίλος] λείπει ὑπάρχων.

51, 52. ἀθετοῦνται στίχοι δύο, ὅτι παλιλλογεῖ ταῦτα (διʼ ἄλλων γὰρ προείρηται “ὅσσʼ Ἕκτωρ ἔρεξε Διὶ φίλος υἷας Ἀχαιῶν” ) καὶ [*](4. Scholion manifesto defectum ἄλλῳ, “θρασυκάρδιος εἴη,” ut con- incodicismargine sinistra in versus iecit La Roche Texltr. p. 135. duo divisum, quorum prior Δημή- Eodem plane modo infra ad v. τριος ὁ Ἰξίων, post quem acholii pars 124 duo sunt scholia, alterum ὁ reliqua excidisse videtur, alter ἐν Ἰξίων μέγʼ ἐπέγρετο, alterum ἐν ἄλλῳ ἄλλῳ θρασυκά:—(In alio codice μέγʼ ἐπέγρετο. est ὁ Ἱξίων ἐστί γράφει.) In 5. *προΐασιν] περΐασιν, omisso οἱ marg. dextra γρ. ἔστιν, in textu 19. κόλον] κῶλον codicis ἔσται est, superscripto εἴη. 22. μερίμνης—κακά] Eadem in Ex quo colligi potest duo fuisse marg. int. scholia, alterum Δημήτριος ὁ Ἰξίων 23. Ἀρίσταρχος ἐν ἤματι margo “θρασυκάρδιός ἐστι,” alterum ἐν- inter.)

343
ὅτι ἐπὶ ταυτὸν φέρει δηθά καὶ δολιχόν. καὶ Ἀριστοφάνης προη- θέτει.

53. Αἴαντα] ὁ μὲν Δίδυμος τὴν Ἀρισταρχείαν γραφὴν λέγει Ἀἴαντε δυικῶς, ὁ δὲ Τήλεφος λέγει κακῶς εἰρηκέναι τὸν Δίδυμον. οὐ γὰρ ἐπʼ ἀμφοτέρους τοὺς Αἴαντας ὁ Μενέλαος πέμπεται. ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περὶ τοῦ ναυστάθμου ὁ Ἀρίσταρχος ἐπραγματεύσατο. ῥητῶς γὰρ λέγεται πλησίον τοῦ Αἴαντος ὁ Ἰδομενεὺς νενεωλκηκέναι.

54. * ἐπὶ νῆας] Ἀρίσταρχος παρὰ νῆας.

55. *γρ. αἴ κ’ ἐθέλῃσι.

56. φυλάκων] ὡς σκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν τέτακται, οὐκ ἐπὶ τῶν τόπων.

ὅτι οἱ γλωσσογράφοι ἱερὸν τέλος τὸ μέγα τάγμα. σημαίνει δὲ πλείονα ἡ λέξις, ποτὲ μὲν τὸ τάγμα, ὡς ἐνθάδε, ποτὲ δὲ τοῦ συμ- πεπληρωμένου πράγματος ἢ ἔργου τὸ τέλος, ποτὲ δὲ τὴν ἐκ τῶν ἐπεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον, ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα, ὡς ἔστιν εὑρεῖν παρά τε Θουκυδίδῃ καὶ Ξενοφῶντι· ποτὲ δὲ τὸ δαπάνημα, ὡς Εὐριπίδης ἐν Πολυείδῳ(fr. 640.) “μάτην γὰρ οἴκῳ σὸν τόδʼ ἐκβαίη τέλος” καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (p. 73, 8.) “Χερρόνησον δὲ ἐν τοῖς ἑαυτοῦ τέλεσι διορύξει·” ποτὲ δὲ τὴν ἑορτὴν, ὡς Εὐριπίδης ἐν Μηδείᾳ (1382) σεμνὴν ἑορτὴν καὶ τέλος προσάψομεν.”

ἱερὸν τέλος ὡς ἱερὸν ἰχθὺν τὸν μέγαν. ἱερὸν μὲν οὖν τέλος λέγει τὸ θεῖον τάγμα, ἱερὸν δὲ ἰχθὺν τὸν ἄνετον καὶ ἱερὸν βοῦν ἀπὸ τοῦ ἵεσθαι.

61. στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ ἀφʼ ἑτέρας ἀρχῆς πευστικῶς τὰ ἑξῆς προενεκτέον.

65. ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ, μένειν ἀντὶ τοῦ μένε. τὸ δὲ ἀβροτάξομεν ψιλωτέον ὁμοίως τῷ ἤμβροτες. τινὲς γοῦν κυρίως ἡγοῦνται τὸ βροτοῦ μὴ ἐπιτυχεῖν, ἀλλʼ ἁμαρτῆσαι, ὥστε καὶ στέρησιν ἐγκεῖσθαι.

67. φθέγγεο] τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος [*](3. Ἀρίσταρχος δυικῶς Αἴαντε mar- τάγματος (sic). 24. ἄνετον] Conf. schol. ad 16 go inter. 9. οἴκ (sic) σὸν] οἴκων σῶν Cobet. 407. ἀνειμένον dixit schol. Aeschyli 15. Post ἔργου τὸ τέλος repetit Pers. 745. verba ποτὲ δὲ τοῦ συμπεπληρωμένου 25. ἵεσθαι] ἰεσθαι)

344
ὥν, μή πως ὑπονοήσωσιν ἔφοδον εἶναι πολεμίων. καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησι (85) “φθέγγεο μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο.” καὶ ἐγρήγορθαι ἄνωχθι] τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύ- νοντες, οὐκ ἐχρῆν δέ. εἴτε γὰρ συγκοπή ἐστι τοῦ ἐγρηγορέναι, εἴτε παθητικὸς, ὀφείλει παροξύνεσθαι, καθότι τὰ εἰς θαι λήγοντα ἀπαρέμ- φατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι τετίλθαι ἐσπάρθαι. μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι τὸ ἐγρήγορθαι, τὸ τὰ εἰς θαι λήγοντα, τῇ ορ συλλαβῇ παραληγό- μενα, μὴ παρʼ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι ἢ τῇ Αἰολίδι, τέτορθαι μέμορθαι ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνος ὁμοίως τοῖς προκειμένοις.

ἄνωχθι] ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ μᾶλλον ἤπερ παρακει- μένου. ἀναλογώτερον δὲ παρὰ Καλλιμάχῳ “ἄνωγε δὲ πορθμέα νεκρῶν.” καὶ δῆλον ὅτι μεταβέβληται τὸ γ εἰς τὸ ἐν τῷ ἄνωχθι διὰ τὸ θ. ὁ μὲν οὖν Ἀπολλώνιος εἰς ε βούλεται εἶναι τὰ τοῦ παρα- κειμένου προστακτικὰ, καὶ ἱκανῶς τῷ λόγῳ συνηγορεῖ· ὁ δὲ Ἡρω- διανὸς εἰς θι τοὐναντίον· μηδὲ γὰρ εἶναι τὴν εἰς ε κατάληξιν.

68. πατρόθεν ἐκ γενεῆς] δυσωπεῖ γὰρ ὑπόμνησις προγονικῆς ἀρετῆς καὶ πατέρων πράξεις ἐπαινούμεναι τὸ μὴ καὶ αὐτὸν εἶναι μιμητὴν ἐκείνων, ἀλλὰ καθαιρετικὸν τῆς περὶ αὐτὸν εὐγενείας. ὡς ὅταν λέγῃ “διογενὲς Λαερτιάδη,” τὸν πατέρα δηλοῖ, τὸ δὲ διογενὲς τὸν ἀρχηγὸν τοῦ γένους.

ὅτι ἀρχαϊκὴ ἡ συνήθεια, ὥστε εἴ που τοιοῦτον εὑρίσκομεν, εἰδέναι δεῖ ὅτι οὐκ ἐπιθέτου ἔχει χώραν.

75. ὅτι ἔντεα οὐ πάντα τὰ ὅπλα, ἀλλὰ κυρίως μὲν ἀσπίς καὶ περικεφαλαία, τὰ δὲ δόρατα κατʼ ἐπικράτειαν.

*παρὰ τὸ ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα..

77. πὰρ δὲ ζωστήρ] ὅτι δοκοῦσί τινες ταυτὸν εἶναι ζῶμα καὶ ζωστῆρα· οὐκ ἔστι δὲ, ἀλλὰ ζῶμα καλεῖ τὸ συναπτόμενον τῇ μίτρᾳ ὑπὸ τὸν στατὸν θώρακα, τὸ δὲ ἔξωθεν συνδέον πάντα ζωστῆρα. καὶ ὅτι τὸ παναίολον ἐπὶ τῶν λαμπόντων.

*ἐπέτραπε] Ἅρίσταρχος ἐπέτρεπε.

80. βραχὺ διασταλτέον ἐπὶ τὸ ἀγκῶνος. τηρητέον δὲ τοῦτο, ὅτι ὀρθωθῆναι καὶ στῆναι οὐ πάντως ἐπὶ τῶν ποδῶν τάττει, πρός [*](4. ἕτε παθητικὸς addidit Lehrsius. 15. εἰς ε Bekkerus] εἰχε 29. τῇ μίτρᾳ delevit Lehrsius.)

345
ἐκεῖνα “ἔζετο δʼ ὀρθωθείς” (Il. 2, 42) καὶ “ἑζόμενος δʼ ἐπὶ γοῦνα” (Il. 14, 437).