Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

267. Αὐτόλυκος] ὁ Ἑρμοῦ υἱὸς, κλεπτίστατος ἀνθρώπων.

268. Σκάνδειαν δʼ ἄρα] ὅτι οὕτως εἶπεν ἀντὶ τοῦ εἰς Σκάνδειαν ἀπέστειλεν, ὡς “πεύθετο γὰρ Κύπρονδε” (Il. 11, 21) ἀντὶ τοῦ εἰς Κύπρον ἠκούετο διὰ τὸ διαγγέλλεσθαι ἐκ τόπου εἰς τόπον. Σκάνδεια δὲ πολισμάτιον Κυθήρων. ἀγνοήσαντες δέ τινες τὸ ὄνομα ἐνόμισαν εἶδος περικεφαλαίας τὴν σκάνδειαν ὡς στεφάνην. Κύθηρα δὲ νῆσος τῆς Λακωνικῆς, ἐν ἡ λαμπρῶς τιμᾶται Ἀφροδίτη· διὸ καὶ Κυθέρεια ἐπιθετικῶς ἡ θεός.

273. κατʼ αὐτόθι] φασὶ παρέλκειν τὴν κατά· διὸ φυλάσσειν τὸν αὐτὸν τόνον. κἂν μὴ παρέλκῃ δὲ, συντάσσηται δὲ τῷ λιπέτην, οὐ δύναται ἀναστρέφεσθαι κατὰ δύο τρόπους, καὶ ἐπεὶ συνήλειπται καὶ ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ σύνδεσμος.

274. ἐρωδιόν] εἰκότως ἡ Ἀθηνᾶ ἐπιπέμπει αὐτοῖς ἐρωδιόν· τοῖς γὰρ ἐπὶ λαθραίους πράξεις ἀπιοῦσιν αἴσιος. ἄλλως τε ὅτι καὶ διʼ ἑλώδους ἐβάδιζον τόπου· ἕλειον δὲ καὶ τὸ ζῷον. διὰ τί δὲ οὐκ εἶπε μᾶλλον τὴν γλαῦκα, οὖσαν ἱερὰν τῆς Ἀθηνᾶς; λυτέον οὖν τὸ ἄπορον καιρῷ καὶ τόπῳ· διατρίβει γὰρ τὸ ὄρνεον περὶ τοὺς ἑλώδεις τόπους, καὶ θηρευτικὸν τὸ ζῷον. ἱστορεῖ περὶ αὐτοῦ Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (l. an. 9, 18).

275. οὐκ ἴδον] ὅτι καὶ αὐτοὶ ὑπὸ πολεμίων ἔμελλον οὐχ ὁραθέντες [*](3. τοῦτο] τούτῳ hic, sed τοῦτο in χρῆσις καὶ ἐπὶ τὴν Ὁμερικὴν ἀνάγνω- marg. inter. ubi hoc scholion repe- σιν addit Lehrsius Herod. p. 259, titur. collato scholio ad 12, 20. 10. Βοιωτιακὴν Bekkerus] βοιωτια- 15. πολισμάτιον] πολισμάτειον τικὴν 21. συνήλειπται Bekk.] συνείληπ- πόλιν] εἰ μἡ λέγομεν ὅτι σὺ ταί πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν 56. * λυτέον] ῥητέον)

355
τὰ βουλεύματα αὐτῶν παρὰ Δόλωνος ἀκούειν. ἄλλως δὲ ὅτι οὐκ αἴσιος ὁ ἐρωδιὸς ὁ ὁρώμενος ὑπὸ τῶν εἰς ἐνέδραν ἀπιόντων.

277. χαῖρε δὲ τῷ ὄρνιθι] ὅτι ἐπὶ τῷ ὄρνιθι. καὶ ἐν Ὀδυσσείᾳ “καί τε σφιν ἰαίνομαι εἰσορόωσα” (19, 537)· ἐπʼ αὐτοῖς.

281. ὅτι τὸ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω, καὶ ὅτι Ἰακὸν τὸ συστέλ- λειν, εὐκλεῖας καὶ δυσκλέα· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὰ τοιαῦτα.

εὐκλεῖας προπερισπαστέον· ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο κατʼ ἐπέν- θεσιν τοῦ ι. λέγει γὰρ, δὸς ἡμᾶς εὐκλεεῖς καὶ ἐνδόξους. οἱ δὲ ἐκτεί- νοντες ἄνευ λόγου ἐκτείνουσιν.

* ὅτι ὁ κε σύνδεσμος περιττός.

286. τὸ ἐς Θήβας δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο- μένοις συντάττεσθαι. ἡ διπλῆ δὲ, ὅτι ἡ πρό ἀντὶ τῆς ὑπέρ.

288. αὐτὰρ ὁ μειλίχιον] ὁ δὲ Τυδεὺς, φησὶ, προσηνῆ καὶ πρᾶον λόγον ἔφερε τοῖς Θηβαίοις· ἀπῄει γὰρ προκηρυκευσόμενος περὶ δια- λύσεων καὶ εἰρήνης.

290. ἐνόμισάν τινες εἶναι θηλυκὸν τὸ πρόφρασσα, οὐκ ἔστι δὲ ἀληθές· Φιλόξενος γὰρ ἐν τῷ περὶ μονοσυλλάβων φησὶν ὅτι ἔστιν ἰδιότυπος ῥηματικὸς χαρακτήρ· καὶ ὡς παρὰ τὸ βήσω βῆσα καὶ βῆσσα, ἄξω ἄξα καὶ ἄμαξα, πείσω πεῖσα “τῷ δʼ ἄρʼ ἐν πείσῃ κρα- δίη μένε τετληυῖα” (Od. 20, 23), οὕτω καὶ ἀπὸ τοῦ φρῶ φρήσω φρῆσα, κατὰ τροπὴν φράσσα καὶ πρόφρασσα. ἔστι δὲ τὸ φρῶ, ὥς φησιν, ἀπὸ τοῦ προΐω, πρῶ κατὰ συγκοπὴν, καὶ τροπῇ τοῦ π εἰς φ φρῶ· ἔστιν οὖν τὸ πρόφρασσα παρὰ τὸ προῖέναι καὶ προθυμεῖσθαι. μέμνηται Ὠρίων τούτων ἐν τῷ περὶ ἐτυμολογιῶν.

291. οὕτω χωρὶς τοῦ σ παρίσταο αἱ Ἀριστάρχου. Ζηνόδοτος παρίσταο καὶ πόρε κῦδος· χωρὶς δὲ τοῦ σ καὶ αὐτός· οὕτως δὲ καὶ αἱ πλείους εἶχον.

* οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ παρίστασο.

292. Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡς μῆνιν· καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον. Τυραννίων δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώσει καὶ τὴν ἐπὶ τέλους ἐκτείνεσθαι· ὀξεῖα γὰρ μετὰ [*](4. σφιν ἰαίνομαι] σφι ῥαίνομαι *προκηρυκευσόμενος] προκηρυσσό- αὐτοῖς Friedl.] αὐτῷ μενος 10. κε Friedl.] καὶ * δκαλύσεων] ὁ (sic) Ad v. 282. gl. interlin. Ἀρί- 28. In marg. exter. adscriptum σταρχος τὸ φονεῦσαι τὸν Ἕκτορα. παρίσταο: nam in textu est παρί- 14. Θηβαίοις Bekk.] ἀθηναίοις στασο.)

356
μακρᾶς βραχείας ἐπιφερομένης οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθος, ὑπε- σταλμένων τῶν σεσημειωμένων, λέγω δὲ τοῦ εἴθε αἴθε ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν. τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικόν “ἤνις ἠκέστας” (Il. 6, 94)· καὶ γὰρ πόλις λέγουσι καὶ πόλιν καὶ μάντις καὶ μάντιν.

298. διά τʼ ἔντεα] ὅτι ἐντεῦθεν τὸ ἡμιστίχιον μετενήνεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα περὶ τῶν μονομαχούντων “ ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα” (Il. 23, 806), καὶ ὅτι πτῶσις ἐνήλλακται διʼ ἐντέων καὶ μέλανος αἵματος· καὶ πρὸς Ἴστρον, ὅτι οὐ γέγονε νεκρῶν ἀναί- ρεσις, εἰ μὴ ἅπαξ.

299. οὐδὲ μὲν οὐδὲ Τρῶας] ἡ διπλῆ, ὅτι οὐχ ὡς ἡ τῶν ἐπῶν ἔχει τάξις, οὕτω καὶ τὰ πράγματα. οὐ γὰρ προεληλυθότων ἤδη τῶν περὶ Ὀδυσσέα καλεῖ τοὺς προβούλους ὁ Ἕκτωρ, ἀλλὰ καθʼ ὃν καιρὸν καὶ ὁ Ἀγαμέμνων· οὕτω γὰρ καὶ ἑαυτοῖς συμπεσοῦνται οἱ ἀπεσταλμένοι. διὸ καὶ ἀντιδιασταλτικῶς λέγει, οὐδὲ μὴν οὐδὲ Ἕκτωρ εἴασε τοὺς Τρῶας εὕδειν.

305. ἐριαύχενας] μεγαλοτραχήλους, πολιούς, ἀπὸ μέρους· τὸ ερι γὰρ μόριον ἐπὶ τοῦ μεγάλου τίθεται, ὡς καὶ τὸ ζα. καὶ ἐνταῦθα δὲ τὸ ἀσύνετον τοῦ Ἕκτορος φαίνεται ὑπισχνουμένου τοὺς Ἀχιλλέως ἵππους, σὓς ἀδύνατον ἦν λαβεῖν.

306. οἵ κεν ἀριστεύωσι] οὕτως Ἀρίσταρχος, οἵ κεν ἄριστοι ἔωσι· ὁ δὲ Ζηνόδοτος αὐτοὺς οἳ φορέουσιν ἀμύμονα Πηλεί- ωνα· Ἀριστοφάνης καλοὺς οἳ φορέουσιν.

* ἐν ἄλλῳ οἵ κεν ἄριστοι ἔωσι.

*ὡς τῶν Ἑλλήνων αὖθις ἡττηθησομένων.

307. οἱ] ὀρθοτονεῖται καὶ περισπᾶται καὶ εἰς σύνθετον μετα- λαμβάνεται.

315. διὰ τί κήρυκος πλουσίου εἴρηκε τὸν Δόλωνα; κήρνκος μὲν οὖν εἰς τὸ εὐχερῶς ὑπακούειν, πλούσιον δὲ εἰς τὸ δυνηθῆναι ἑαυτὸν λυτρώσασθαι, ποδώκην δὲ διὰ τὸ ἐπʼ ἐλπίδι φυγεῖν τοὺς διώκοντας.

*διὰ, τὸ πλουτεῖν γὰρ καὶ ἱπποτροφίας ἐπεθύμει.

317. *μοῦνος ἔην] ἄρσην δηλονότι.

κασιγνήτῃσιν] ὅτι Ζηνόδοτος γράφει κασιγνήτοισι. παραιρεῖται δὲ τὸ πιθανὸν τοῦ ποιητοῦ· οὐ γὰρ μετὰ ἀρσένων αὐτὸν τεθραμμένον παρίστησιν, οἷς ἐξισούμενος ἂν εἰς ἀνδρείαν ἐτράπη. τό τε παρα- κείμενον μάχεται· πῶς γὰρ ἔτι μόνος ἦν, εἰ πέντε ἦσαν;

357

321. τὸ σκῆπτρον] ἀντὶ τοῦ τοῦτο τὸ σκῆπτρον. ἐφόρει δὲ Ἕκτωρ, ἐπεὶ ἐδημηγόρει.

* οὕτως ἀνάσχεο διὰ τοῦ ο αἱ Ἀριστάρχου.