Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

1. ἄλλοι μὲν—εὗδον] εἰκότως· ἀμφότερα γὰρ ὕπνου ἀγωγὰ, καὶ ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τῇ ἥττῃ δυσθυμία. παρὰ νηυσί δὲ λέγει, ἐπεὶ οἱ φύλακες ἐκτὸς τῶν νεῶν ἦσαν, οἷς τὸ ἐγρηγορέναι ἀναγκαῖον. οὕτε δὲ οἱ ἀριστεῖς διʼ ὅλης τῆς νυκτὸς ἐκάθευδον, ἀλλ’ Ομηρος τὸ παννύχιοι καὶ πανημέριοι εἴωθε τιθέναι καὶ ἐπὶ τῶν κατὰ μέρος· “παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ψυχὴ ἐφεστή- κει” (Il. 23, 105)· “ παννύχιοι μὲν ἔπειτα καρηκομόωντες Ἀχαιοί” (Il. 7, 476)· “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο” (Il. 1, 472).

παραιτητέον τοὺς γράφοντας, ὧν ἐστὶ καὶ Ζηνόδοτος, ὦλλοι μέν, ἢ καὶ τοὺς ὁπωσοῦν βουλομένους δασύνειν· ἔστι γὰρ ὁ ποιητὴς παρα- λειπτικὸς τῶν ἄρθρων.

5. ὡς δʼ ὅταν ἀστράπτῃ] ὅτι παραβάλλει τὸν στεναγμὸν, ὡς δʼ ὅταν, οὕτως καὶ ἡ τοῦ Ἀγαμέμνονος ψυχὴ ἐστέναζεν. καθʼ ἕκαστα δὲ οὐκ ἐπεξείργασται, διότι οὐκ ἔστι πρὸς ἅπαντα ἡ εἰκών.