Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

115. οὐ δέμας] δέμας ὁ ποιητὴς τὸ ἔμψυχον εἴωθε λέγειν, παρὰ τὸ δεδέσθαι καὶ συνεστηκέναι, οἷον “οὐ δέμας οὐδὲ φυήν” καὶ πάλιν “δέμας δʼ ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε” (Od. 4, 796) καὶ “ἐπεὶ οὕτως οὐδὲ ἔοικε θνητὰς ἀθανάτῃσι δέμας” (Od. 5, 212). καὶ σῶμα δὲ καλεῖ τὸ ἄψυχον, ἐπεὶ σῆμά τί ἐστι τοῦ ποτὲ ζῶντος, οἷον “σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν” (Il. 7, 79)· καὶ ἐπὶ τοῦ Ἐλπήνορος πάλιν “σῶμα γὰρ ἐν Κίρκης κατελείπομεν αὖθις ἡμεῖς ἄκλαυτον καὶ ἄθαπτον” (Od 11, 53)· καὶ “ὧν ἔτι καὶ νῦν σώματʼ ἀκηδέα κεῖται” (Od. 24, 186). Εὐριπίδης μέντοι ἐνηλλαγμένως δέμας μὲν ἐπὶ τοῦ νεκροῦ, λέγων “ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου σφαγαῖς θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας·” (Orest. 40.) τὸ δὲ σῶμα ἐπὶ ἐμψύχου λαμβάνει, λέγων “δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι” (ibid. 98).

116. * τὸ ὡς ὁπότε σημαντικόν ἐστι τοῦ ὅμως, περισπᾶται.

*στικτέον ἐπὶ τὸ ἄμεινον· ψυχροὶ γὰρ οἱ ἐπὶ τὸ πάλιν στίζοντες.

117. βούλομʼ ἐγὼ λαὸν σόον] ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν ὡς [*](5. Ἕλλησιν] ἕλληνας οὕτως] οὖν addit Lehrs. Herod. 8. *ἵνα] ὅτι ἵνα ὀργίζοιτο ἂν] ἂν ὀργίζοιτο Vill. 19. σῶμα —καὶ ἐπὶ] σῶμα οἴκαδε 11. μεταληφθῇ ἡ ἀντωνυμία Bek- καὶ ἐπὶ kerus] μεταληφθῆναι ἀντωνυμίαν. 29. στικτέον] στηκτέον 12. ἔσται] ἔσται.)

24
τῆς διανοίας εὐήθους οὔσης. οὐ δεῖ δὲ αὐτὸν ἰδίᾳ προφέρεσθαι, ἀλλὰ συνάπτειν τοῖς ἄνω· ἐν ἤθει γὰρ λέγεται.

σόον ἔμμεναι] οὕτως, σῶν, αἱ Ἀριστάρχον, οὐ διῃρημένως σόον, ἀλλὰ σῶν. συνάδει καὶ τὸ “νῦν μοι σῶς αἰπὺς ὄλεθρος” (Od. 5, 305). ἔσθʼ ὅπου δὲ καὶ διαιρεῖ· “σόον δʼ ἀνένευσε” (Il. 16, 252). ὁ δὲ λόγος τοιοῦτος· θέλω, φησὶν, ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι καὶ αὐτὸς ἀπολέσθαι· ὁ γὰρ ἤ σύνδεσμος ἀντὶ τοῦ καί παρείληπται τῷ ποιητῇ. Πορφύριος δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπο- λέσθαι ἐγώ.

120. λεύσσετε] Ἀρίσταρχος διὰ δύο σσ, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ τοῦ μέλλοντος, ὡς ἄξετε οἴσετε, “καταβήσεο δίφρου” (Il. 5, 109).

ὅ μοι] ἀποκοπὴ τοῦ ὅτι μοι.

γέρας ἔρχεται ἄλλῃ] σὺν τῷ ι τὸ ἄλλῃ. καὶ ἔστιν ἄλλοσε, ὥσπερ τὸ πάντῃ. ὁ γὰρ νοῦς τῶν λεγομένων τοιοῦτος· ἐμοὶ δὲ γέρας παρα- σκευάσατε, ὅπως μὴ ὑπολειφθῶ ἀγέραστος ἐν τοῖς Ἕλλησιν· ὁρᾶτε γὰρ δή μου τὸ γέρας ἀλλαχόσε ἀπερχόμενον. θαυμάσειε δʼ ἄν τις Πτολεμαίου τοῦ Ὀροάνδου τὴν ἀπειρίαν· ἐν γὰρ τῷ τρίτῳ τῶν Ὁμη- ρικῶν ὑποδειγμάτων παραδεικνὺς ὅτι ἀντὶ τοῦ ἑτέρου τῷ ἄλλῳ ἔσθʼ ὅπη καταχρῆται Ὅμηρος, καὶ τοῦτο φέρων ἐντέθεικε τὸ μαρτύριον “ὅ μοι γέρας ἔρχεται ἄλλῃ,” ὡς ἐκεῖνο “πῦρ ἕτερον μὲν ὑπʼ αἰθούσης εὐερκέος αὐλῆς, ἄλλο δʼ ἐνὶ προδόμῳ (II. 9, 472) καὶ “ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ” (Il. 9, 313). ἁπλῶς δʼ ἔοικε νοῦς ὑγιὴς μὴ ὑποφαίνεσθαι διὰ τῆς ἐκδοχῆς ταύτης· καὶ εἴη ἂν τὸ παρόραμα οὐκ ἐπιστήσαντος αὐτοῦ τοῖς παραδείγμασιν.

124. οὐδέ τί πω] διὰ τοῦ ο καὶ υ, οὕτως καὶ ἡ Σωσιγένους καἰ ἡ Ἀριστοφάνους.

οὐδέ τί πω ἴδμεν ξυνήϊα κείμενα πολλά] τινὲς ἐπὶ τὸ κείμενα στίζουσι, καὶ τὸ πολλά τοῖς ἑξῆς συνάπτουσι, κακῶς. ξυνὸν δὲ ξυνεῖον ὡς κοινὸν κοινεῖον· καὶ διαίρεσις Ἰωνικὴ ξυνήϊον.

126. λαούς] παρὰ τὸ λᾶαν· λᾶας δὲ κατὰ διάλεκτον ὁ λίθος. Προμηθέως παῖς Δευκαλίων γίνεται. οὗτος βασιλεύων τῶν περὶ [*](5. διαιρεῖ] διερεῖ didit haec verba librarius, qui- 10. Hoc scholion scholio prox- in textu scriptum videbat πω, imo postpositum est post lin. 24. quae plerorumque librorum lectio 21. εὐερκέος] εὐεργέος est, cui ου superscriptum est in 25. Lemma om. textu A. διὰ τοῦ ὸ καὶ υ] Id est που. Ad- 27. κείμενα πολλά om.)

25
τὴν Φθίαν τόπων γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας, ἣν ἔπλασαν οἱ θεοὶ πρώτην γυναῖκα. καὶ ἐπειδὴ Ζεὺς ἠθέλησε τὸ χαλκοῦν γένος ἀπολέσαι, ὑποθεμένου Προμηθέως Δευκαλίων τεκτηνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος ἐν αὐτῇ, μετὰ Πύρρας ἐνέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπʼ οὐρανοῦ χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους ὀλίγων χωρὶς, οἵτινες συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε δὲ καὶ τὰ κατὰ Θεσσαλίαν στενώματα διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχύθη πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἐφʼ ἡμέρας ἐννέα καὶ νύκτας ἴσας τῷ Παρνασσῷ περιηχεῖτο, κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων ἐκβὰς ἔθυσε Διὶ φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν αἰτεῖσθαι ὅ τι βούλεται· ὁ δὲ αἱρεῖται ἀνθρώπους αὑτῷ γενέσθαι, καὶ Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν αἴρων τοὺς λίθους· καὶ οὓς μὲν ἔβαλλεν οὗτος, ἄνδρες ἐγίνοντο, οὓς δὲ ἡ Πύρρα, γυναῖκες. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ.

παλίλλογα] οὐ δίκαιόν ἐστιν εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα. παρὰ τὸ λέγω, ὅθεν καὶ τὸ συλλέγω. τὸ δὲ ταυτʼ Τυραννίων ὀξύνει.

127. ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες] οὐ χάριν αἰτεῖ, ἀλλʼ ὡς κακῷ δανειστῇ κέχρηται, καὶ διπλᾶ καὶ τριπλᾶ ἀποδώσειν ἐπαγγέλλεται.

128. ἀποτίσομεν] πιστοῦται τὴν ὑπόσχεσιν ὡς ἐπὶ δανείου, καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει.

αἴ κέ ποθι Ζεύς] ὅτι μεθʼ ὑπεξαιρέσεως δεῖ ποιεῖσθαι τὰς ὑπο- σχέσεις διὰ τὸ ἄδηλον τῆς τύχης.

129. Τροίην] οὕτως Ἀρίσταρχος τρισυλλάβως, καὶ ἐνθάδε καὶ ἐν τῇ Λ τῆς Ὀδυσσείας (510) “ἤτοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φράζευ.” καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς Ὁμηρικῆς ἰδίωμα παραφυλάξαι οὕτως, ὡς ὅτι εἴ που λέγει τὸ Τροίη [*](11. περιηχεῖτο] περιίσχει. Recte sed Τρῳὴν, ut docuit Cobetus Mnem. προσίσχες ap. Apollod. 1, 7, 2. nov. vol. 1 p. 56 et vol. 2 p. 190, 16. * ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ] idem recte restituens aliis locis ubi nunc Τροίην vel Τροΐην scribitur, 19. ταυτʼ] ταυ. Hoc est ταὔτ᾿. non intellecta vetere orthographia ὀξύνει] *ὀξύνει, ἵν᾿ ᾗ τὰ αὐτά. TPOIEN. 22. *ὡς ἐπὶ] ἐπὶ om. 27. φράζευ] Legitur φραζοίμεθα 26. Τροίην] Fugit Aristarchum βουλάς. rectam scripturam esse non Τροίην, 29. Τροίη Cobetus] Τροία.)

26
δισυλλάβως, οὐδέποτε ἐπιφέρει τὸ πόλις, οἷον “εἰσόκε περ Τροίην διαπέρσομεν” (Il. 9, 46) “ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες” (Il. 16, 698) “Τροίῃ ἐν εὐρείῃ (Il. 24, 256), καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτως ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην· “δῷσι πόλιν Τροΐην” καὶ τὸ “ἤτοι ἀμφὶ πόλιν Τροίην” (Od. 11, 510). τοῦτο ὁ Ἡρωδιανός.

δῷσι πόλιν Τρωίην] ὅτι Ζηνόδοτος γράφει δῷσι πόλιν Τροίην, ὡς ἐπὶ τὴν Ἴλιον βουλόμενος γενέσθαι τὴν ἀναφορὰν, ἀπιθάνως· ἄδηλον γὰρ ἦν εἰ ἑλοῦσιν αὐτήν. ἔστιν οὖν ὁ λόγος περὶ μιᾶς πόλεως τῶν περιοίκων· ταύτας γὰρ ἐπόρθει ὁ Ἀχιλλεύς. διὸ καὶ ἐν τρισὶ συλλαβαῖς ἀναγινώσκεται. Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητὴν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῶσί φασι πληθυν- τικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ τὸ δῷ ἑνικὸν ἐκτεταμένον, ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι. τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ (1, 168), τὸ “φῇσιν ἐλεύσεσθαι,” καὶ τὸ “εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα” (Od. 8, 318). κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προσκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ ὁ Ἡρω- διανός.

131. μηδʼ οὕτως ἀγαθός περ] ὅτι ἰδίως κέχρηται τῷ πέρ συν- δέσμῳ, ἀντὶ τοῦ γέ ἢ τοῦ δή.

θεοείκελʼ Ἀχιλλεῦ] εὐειδὴς γὰρ παρὰ πάντας τοὺς ἥρωας ὁ Ἀχιλλεὺς καὶ γυναικοπρόσωπος, ὡς καὶ εἰς τὸν Λυκομήδους παρθε- νῶνα εἰσελθόντα αὐτὸν ἀγνοηθῆναι ὅτι εἴη ἀνήρ.

133, 134. ἢ ἐθέλεις, ὄφῤ] ἀθετοῦνται, ὅτι εὐτελεῖς τῇ συνθέσει καὶ τῇ διανοίᾳ, καὶ μὴ ἁρμόζοντες Ἀγαμέμνονι.

* ἐσχημάτισεν οὐχ ὁμοίως, τῷ αὐτός ἐπενεγκὼν αὐτὰρ ἔμʼ αὕτως.

136. ἄρσαντες] Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγονέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ, λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶς ἄρσω· τὸ δὲ ᾱ καὶ τὸ ε, πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντος ἐπιφερομένου ψιλοῦται.

137. * ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι] ὅτι περισσεύει ὁ τε σύνδεσμος.

[*](4. τῷ Τροίην Lehrsius Herod. 25. ἢ ἐθέλεις] ἦε θέλεις p. 195] τῷ om. 32. ἐγὼ—ἔλωμαι] Lemma εἰ δέ κε 14. ἐκτεταμένον] ἐπεκτεταμένον μὴ δώωσιν. Lebrsius. 16. ἐλεύσεσθαι] ἐμὲ γενέσθαι κε] και)
27

καὶ τὸ ῥῆμα ἤλλακται, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. οὕτως δὲ γίνεται περισσὸς ὁ “ἄξω ἑλών.”

139. ἄξω ἑλών] ἀθετεῖται, ὅτι πλήρης ὁ λόγος, ἀλλαγῆς γενο- μένης τοῦ ῥήματος, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. καὶ εὔηθες τὸ προσ- κείμενον “ὁ δέ κεν κεχολώσεται·” πῶς γὰρ οὐκ ἔμελλε χολοῦσθαι;

141. * ἐρύσσομεν] ὅτι τὸ ἐρύσσομεν ἐστὶν ἀντὶ τοῦ ἐρύσσωμεν· συνέσταλται γάρ.

142. *ἐς] διὰ τοῦ ν Ἀρίσταρχος, ἐν δʼ ἐρέτας.

143. θείομεν] ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν. ἀναγκαῖος δὲ ὁ περὶ τῆς Χρυσηΐδος λόγος· ταύτης γὰρ ἕνεκα ἐγένετο καὶ ὁ λοιμός.

144. * βραχὺ διασταλτέον ἐπὶ τὸ ἀρχός, ἵνʼ ᾖ ἀνὴρ βουληφόρος ἀρχὸς ἔστω.

147. ὄφρʼ ἥμιν] οὕτως ὀξυτόνως τὴν ἄρχουσαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐστιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλ- λον τὸ μέτρον.

148. τὸν δʼ ἄῤ ὑπόδρα ἰδών] τὸ σημεῖον, ὅτι εἰκὸς ἦν διαπεπυ- ρῶσθαι τὸν Ἀχιλλέα, ὅτε ἔλεγεν ὁ Ἀγαμέμνων “ἢ τεὸν ἢ Αἴαντος.” ὁ δὲ ποιητὴς διαστηματικὸς ὢν οὐκ ἠδυνήθη εἰπεῖν, μέχρις οὗ συγ- κλείσῃ τὸν Ἀγαμέμνονος λόγον.