Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

86. οὐ μὰ γὰρ Ἀπόλλωνα] ἡ οὔ ἀπωμοτικῶς. πεπλεόνακε δὲ κατὰ Ἀττικὴν συνήθειαν.

Κάλχαν] ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν. Κάλχα. τὰ δὲ εἰς ας λή- γοντα, διὰ τοῦ ντ κλινόμενα ἐπὶ τῆς γενικῆς, ἔχει τὴν κλητικὴν εἰς ν, Θόαν, Αἶαν.

88. οὔτις ἐμεῦ ζῶντος] πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος· συνέβαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν. τινὲς δὲ τὸ σοί τοῖς ἐπάνω προσδιδόασιν, ἵνʼ ᾖ σοι δερ- κομένοιο. βελτίων δὲ ἡ συνήθης ἀνάγνωσις.

90. οὐδʼ ἢν Ἀγαμέμνονα] ὁ τρόπος ὑπερβολή. ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς.

[*](1. ἔστι τι χερείων, οὖ γενικὴ χερεί- λάβε. ονος Cobetus] ἔστι τι χερείωνος 17. τίη τοι] τίἤ τοι. γενική 18. *ἀπωμοτικῶς] ἀπωμωτικῶς. 7. Ἡρωδιανός] ἡρωιδιανός hic et πεπλεόνακε] πλεόνακε, quod in alibi. πλεονάζει mutavit Villoisonus, πε- 12. διασταλτέον ἐπὶ τὸ μάλα] Hoc πλεόνακε pariter dixit scholiasta scholion sine lemmate scriptum est ad v. 234. post lin. 19, μάλα per compendium 20. Κάλχαν] Lemma οὐ μὰ γὰρ μᾶ expresso. Ἀτόλλωνα. 15. ἰδέ καὶ λαβέ] εἰδὲ (*ἴδὲ) καὶ)
20

91. * ἐνὶ στρατῷ] Ἀχαιῶν, οὐκ ἐνὶ στρατῷ, αἱ Ἀριστάρχειοι. ὁμοίως καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Ζηνοδότου.

93. οὐ ταρ ὅγʼ εὐχωλῆς] οὕτως ὀξεῖαν ἐπὶ τοῦ ου· ὁ γὰρ τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος ἐγκλιτικῶς, ὡς καὶ ἐπὶ τοῦ “εἴ ταρ ὅγʼ εὐχωλῆς (65). οὐ γάρ ἐστιν ὁ τε συμπλεκτικός· εἰ γὰρ ἦν, ἐπεφέρετο ἂν πάλιν ὁ τέ μετὰ ἀποφάσεως, οὔθʼ ἑκατόμβης. οὕτως γὰρ ἔστιν εὑρέσθαι τὸν τέ σύνδεσμον μετὰ τῆς οὔ ἀποφάσεως· “ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμήν” (Od. 4, 87).

*εὐχωλῆς ἐπιμέμφεται] ὅτι ἐλλείπει ἡ περί καὶ περισσὴ ἐστὶν ἡ ἐπί ἐν τῷ ἐπιμέμφεται. κατεκερμάτισε δὲ τὸν Ἀγαμέμνονος λόγον εἰς διαβολήν.

94. ἕνεκ᾿ ἀρητῆρος] βραχὺ διασταλτέον ἐπὶ τὸ ἑκατόμβης καὶ ἀρητῆρος. κοινὸν δὲ τὸ ἕνεκα· οὔτʼ εὐχωλῆς οὔθʼ ἑκατόμβης ἕνεκα, ἀλλʼ ἀρητῆρος ἕνεκα μέμφεται.

96. τούνεκ᾿ ἄρʼ ἄλγεʼ] ἀθετεῖται, ὅτι περισσός· πρόκειται γὰρ “ἀλλ᾿ ἕνεκ᾿ ἀρητῆρος, ὃν ἠτίμησʼ Ἀγαμέμνων.”

97. λοιμοῖο βαρείας χεῖρας ἀφέξει] Δαναοῖσιν ἀεικέα λοιγὸν .ἀπώσει. οὕτως Ἀρίσταρχος. καὶ ἡ Μασσαλιωτικὴ δὲ καὶ ἡ Ῥιανοῦ τὸν αὐτὸν ἔχει τρόπον. ἔοικεν οὖν ἡ ἑτέρα Ζηνοδότου εἶναι, ἡ οὐδʼ ὅγε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει.

οὐδʼ ὅγε πρὶν λοιμοῖο] λέξεις ἐκ τῶν πρὸς Κωμανόν. τὸ μὲν ἀεικέα λοιγόν ὄλεθρον ἀπεοικότα λέγειν· τοῦτο δέ ἐστιν ἀπεχθῆ· ἀπριάτην δὲ σαφὲς ὡς ἄνευ τοῦ πρίασθαι καὶ ταὐτὸν τῷ νῦν λεγομένῳ δωρεάν.

98. ἑλικώπιδα] μελανόφθαλμον, ἀφʼ οὗ εὐπρεπῆ, ὡς “ ὕδωρ μέλαν Αἰσήποιο” (Il. 2, 825) καὶ Καλλίμαχος “Αἴσηπον ἔχεις ἑλικώ- [*](1. Lemma ἐνὶ στρατῷ om. 18. καὶ ἡ M. —ἀφέξει] Haec in Ἀριστάρχειοι Vill.] ἀρίσταρ quod lic scholii proximi leguntur in Ἀριστάρχσυ esse potest. 2. ἡ ante Ἀριστοφάνους om. 26. Αἰσήποιο] αἰσήποι (sic) 3. ἐπὶ τοῦ Vill.] ἐπὶ τὴν. Καλλίμαχος ante ὕδωρ μέλαν lec- 4. ἐγκλιτικῶς Vill.] ἐγκλιτικός. tum hunc transposui. Nam quae 9. ἐλλείπει ἡ περί καὶ περισσ ἐστὶν sequuntur Callimachi esse verba ἡ ἐπί ἐν τῷ ἐπιμέμφεται] ἐλλείπει τὸ (fr. 290, ed. Schneid.) ex ali- περί καὶ περισσὸν τὸ ἐπιμέμφεται A. orum codicum scholiis ad Il. 2 Correxit Cobetus et partim Lehr- 825 et Eustathio, p. 354, 22 novimus. sius.)

21
τατον ὕδωρ.” ἢ τὴν οὐκ ἀτενῆ τὴν θέαν. ἢ τὴν ἀξιοθέατον, πρὸς ἣν πάντες ἑλίσσουσι τὴν θέαν.

99. ἀπριάτην ἀνάποινον] ὅτι οὐ κατὰ προσηγορίαν τὴν ἀπριάτην λέγει, ἀλλʼ ἀντὶ τοῦ ἀπρατί, καὶ παράλληλον τὸ ἀνάποινον· τὸ γὰρ αὐτὸ διʼ ἀμφοτέρων δηλοῦται. διασταλτέον δὲ βραχὺ ἀπριάτην, ἀνά- ποινον, στικτέον δʼ ἐς Χρύσην, ἐπεὶ κοινὸν κατὰ πάντων τὸ πρίν. τὸ ἀπριάτην ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος ἀντὶ τοῦ ἀπριάδην.

ἄγειν] τοῦτο ἐπὶ νηὸς καὶ ἅρματος, ὡς τὸ “ὃ οἴκοθεν ἦγ᾿ ὁ γε- ραιός” (Il. 11, 632). καὶ “ἦγον δὲ Μαχάονα ποιμένα λαῶν” (Il. 11, 596). παράληψις δὲ ὁ τρόπος. οὐ γὰρ ἐπʼ ἴσοις ἀπαλλάσσε- σθαι δεῖ τοὺς προαμαρτήσαντας.

100. ἐς Χρύσην· τότε κέν μιν] ὅτι Ζηνόδοτος γράφει αἴ κέν μιν. γελοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν.

103. φρένες ἀμφιμέλαιναι] ἡ ἀμφί πρὸς τὸ πίμπλαντο, ἀπὸ τῆς τῶν ὑδάτων μεταφορᾶς· εἰσὶ δὲ τῶν ἐντοσθιδίων αἱ φρένες. (Soph. Tr. 931) “πλευρὰς ὑφʼ ἧπαρ καὶ φρένας.” ἤδη δὲ οἱ νεώτεροι με- λαίνας τὰς φρένας φασίν.

μέλαιναι] αἱ ἐν βάθει κείμεναι, ἢ τεταραγμέναι διὰ τὴν ὀργήν.

103, 104. * ὅτι ἀμφότεροι εἰς τὴν Ὀδύσσειαν (4, 661) μετάκειν- ται οὐκ ὀρθῶς.

105. Κάλχαντα πρώτιστα] ὅτι ἀπὸ τῶν ὄσσων κακῶς ὑπιδόμενος, οὐκ ἀπὸ τῆς ὄσσης, τῆς φωνῆς, κακολογήσας· οὐ γὰρ χρῆται Ὅμηρος τῇ ὄσσῃ ψιλῶς ἐπὶ τῆς φωνῆς, μᾶλλον δὲ ἐπὶ τῆς θείας κληδόνος.

106. *μάντι κακῶν] μετὰ τὸ κακῶν στικτέον.

μάντι κακῶν] ἡ συνήθεια μετὰ τὸ κακῶν στίζει, καὶ ἔστι τὸ σημαινόμενον κακόμαντι, ἤτοι τὸ δύσφημον τοῦ Κάλχαντος καὶ ἀεὶ τοιοῦτον λοιδοροῦντος τοῦ Ἀγαμέμνονος, ἢ τὸ παρακολουθοῦν ἀεὶ τοῖς μάντεσιν ὡς ἴδιον ἁμάρτημα τῷ Κάλχαντι προστριβομένου· μάντεως γὰρ τότε χρεία, ὅταν ἐν συμφορᾷ τινὲς ὦσιν.

κρήγυον] ὅτι ἅπαξ εἴρηται τὸ κρήγυον, καὶ οὐκ ἔστιν ἀληθὲς, [*](4. ἀπρατί] ἀπρατῆ v. Mavhoff. de Rhiano p. 83. 7. Ἀπολλώνιος] Rhodius, ut 15. *ἐντοσθιδίων] ἐντοσθίων videtur: v. Merkel. Proleg. ad 30. In marg. exteriore a m. re- Apoll. Rh. p. lxxvi. centiore ση. (i. e. σημειωτέον) ὅτι τὸ ἀπριάδην] Idem pro ἀπριάτην κρήγυον ἅπαξ. legit Rhianus Od. 14, 318: de quo)

22
ἀλλ᾿ ἀγαθόν· ἀντιδιαστέλλει γοῦν ἐπὶ τὸ “αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα.”

κρήγυον τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνὲς, ὃ ταυτόν ἐστι τῷ θνμῆρες.

108. ἐσθλὸν δʼ οὐδέ τί πω] συντείνει τοῦτο εἰς τὸ δεκαετῆ μαντεύσασθαι αὐτὸν ἐν Αὐλίδι τὸν πόλεμον, ὅσον ἀπὸ τοῦ συμβόλου τῶν στρουθῶν.

τί πω εἶπας ἔπος οὐδʼ ἐτέλεσσας] οὕτως αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν ἐμφαντικὸν τὸ οὐδέ δὶς λεγόμενον.

μάντι κακῶν] δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζόμενοι καὶ τὰ αὐτὰ ἐπαναλαμβάνουσιν ὡς μὴ κατʼ ἀξίαν εἰρηκότες.

ἐντεῦθεν οἱ νεώτεροι ὁρμηθέντες ἱστοροῦσιν ὅτι τῶν Ἑλλήνων ἐν Αὐλίδι πόλει τῆς Βοιωτίας ἀθροισθέντων καὶ ἀπλοίᾳ κατασχεθέντων, Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι εἰς Ἴλιον ἄλλως ἐκπλεῦσαι αὐτοὺς, εἰ μὴ Ἀγαμέμνων Ἰφιγένειαν τὴν θυγατέρα αὑτοῦ σφαγιάσῃ Ἀρτέμιδι, διὰ τὸ φονεῦσαι αὐτὸν τὴν ἱερὰν αἶγα τὴν τρεφομένην ἐν τῷ ἄλσει αὐτῆς, καὶ πρὸς τούτῳ καυχησάμενον εἰπεῖν ὅτι οὐδὲ ἡ Ἄρτεμις οὕτως ἂν ἐτόξευσε. τοῦ δὲ Ἀγαμέμνονος διὰ τὴν πολλὴν ἀνάγκην παραστήσαντος τὴν κόρην τῷ βωμῷ, κατοικτειρήσασαν τὴν θεὰν, καὶ ἔλαφον ἀντὶ τῆς παρθένου παραστήσασαν, σῶσαι καὶ ἐν Ταύροις τῆς Σκυθίας εἰς τὸ ἱερὸν τῆς θεοῦ εἰπεῖν πεμφθῆναι αὐτήν. ἡ ἱστορία παρὰ πολλοῖς μὲν τῶν νεωτέρων, καὶ παρὰ Δίκτυϊ τῷ γράψαντι τὰ Τρωικά.

110. ὡς δὴ τοῦδʼ ἕνεκά σφιν] ἀθετεῖται, ὅτι αἰρομένου τούτου σύντομος γίνεται ἡ ἑρμηνεία καὶ οὐδὲν ἐλλιπὲς ἔχουσα.

σφιν] αὐτοῖς, τοῖς Ἕλλησι.

111. *κούρης] ὅτι ἐλλείπει ἡ περί πρόθεσις.

113. Κλυταιμνήστρης] ἡ Κλυταιμνήστρα γυνὴ μὲν Ἀγαμέμ- νονος, Τυνδάρεω δὲ καὶ Λήδας τῆς Θεστίου θυγάτηρ, Ἑλένης δὲ ἀδελφή.

[*](5.Lemma μάντι κακῶν. 9. * τὸ οὐδέ] τὸ οὔτε 8. In textu A ἐσθλὀν δʼ οὐδέ τι 17. *διὰ τὸ] ά τε (sic) —οὐδ᾿ , in lemmate scholii οὐδέτι— 18. οὐδὲ] οὔτε A. *οὔτε αὐτὴ 23. *παρὰ πολλοῖς] παρὰ om.)
23

προβέβουλα] ἀπὸ τοῦ βούλω, μέσος μόνος ὀφθεὶς ἐν τοῖς ἐνεργη- τικοῖς.

κουριδίης ἀλόχου] διὰ τί ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον τῆς γαμετῆς προκρίνει: λέγει γὰρ Κλυταιμνήστρης προβέβουλα. καὶ οἱ μέν φασιν ὅτι ἕνεκα τοῦ μὴ δοκεῖν Ἕλλησιν ἐφʼ ὕβρει κατέ- χεσθαι τὴν κόρην· οἱ δὲ ὅτι ἐπαινεῖ τὴν Χρυσηΐδα, ἵνα μὴ τὰ. τυχόντα τοῖς Ἕλλησιν, ἀλλὰ τὰ μέγιστα δοκῇ χαρίζεσθαι· ἔνιοι. δὲ ἵνα ψευδόμενον ἀποδείξῃ τὸν Κάλχαντα. πῶς γὰρ ὀργίζοιτο ἂν- ὁ θεὸς τῆς αἰχμαλώτου μηδὲν ἐφύβριστον πασχούσης;

114. οὔ ἑθεν] οὕτως ὀξυτονητέον τὴν οὔ ἀπόφασιν, ἵνʼ εἰς ἀπλῆν μεταληφθῇ ἡ ἀντωνυμία· τοῦτο γὰρ καὶ Ἀρίσταρχος παρήγγειλεν· ἐὰν γὰρ ὀρθοτονήσωμεν, ἔσται τὸ ἑαυτῆς σύνθετον, οὕτως ὡς τὸ “οἳ ἔθεν ὀτρύνοντος” (Il. 15, 199), καὶ “οὓς ἕθεν εἵνεκʼ ἔπασχον” (l. 3, 128).