Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

56. *κήδετο γὰρ Δαναῶν] εὐλόγως ἐφρόντιζε τῶν Ἑλλήνων ἡ Ἤρα, ὅτι τὸ Ἄργος ὅλον ἱερὸν αὐτῆς, ἄλλως τε καὶ ἦν ὑβρισθεῖσα ὑπὸ Ἀλεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ μήλου κρίσει. ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλληνας, ἵνα γένωνται τοῖς Τρωσὶν ὄλεθρος.

*ὁρᾶτο] ὅτι Ζηνόδοτος ὁρῆτο γράφει· ἀγνοεῖ δὲ ὅτι Δωρικὸν γίνεται.

58. τοῖσι δʼ ἀνιστάμενος] τὸ γὰρ παλαιὸν, κἂν βασιλεὺς ἦν κἂν ἄλλης οἱοσδήποτε τύχης λαμπρᾶς, ἐδημηγόρει δὲ, ὀρθὸς ἵστατο.

*μετέφη] διὰ τὴν μετά.

59. Ἀτρείδη, νῦν ἄμμε] μετὰ τὸ Ἀτρείδη δεῖ στίζειν, ἐπεὶ αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσίν.

παλιμπλαγχθέντας] εἰς τοὐπίσω πλανηθέντας ἀπελθεῖν, μάτην ἐπανακάμψειν εἰς τὰ οἰκεῖα, ἐάν περ δὴ ὅλως τὸν θάνατον ὑπεκφύ- γοιμεν. οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς, ἀλλὰ σνντέθειται διὰ τὸ ἂψ ἀπονοστήσειν.

* πρὸς τὴν τῶν νεωτέρων ἱστορίαν, ὅτι ἐντεῦθεν τὴν κατὰ Μυσίαν ἱστορίαν ἔπλασαν.

Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας] οἱ νεώτεροι ποιηταὶ ἐντεῦθεν σημειοῦνται ἱστοροῦντες τὰ περὶ τὴν Μυσίαν τὸν τρόπον τοῦτον. ἐν Τροίᾳ πλέοντες οἱ Ἕλληνες Μυσίᾳ προσίσχουσιν, καὶ ἀγνοοῦντες αὐτὴν ἐπόρθουν, Τροίαν εἶναι νομίζοντες. Τήλεφος δὲ ὁ Ἡροκλέους καὶ Αὔγης τῆς Ἀλέου παῖς, βασιλεύων Μυσῶν καὶ ἰδῶν τὴν χώραν λεηλατονμένην, τοὺς Μυσοὺς καθοπλίσας, ἐπὶ τὰς ναῦς τοὺς Ἕλληνας συνδιώξας πολλοὺς ἀπέκτεινεν. ὁρμή- σαντος δὲ ἐπʼ αὐτὸν Ἀχιλλέως οὐ μείνας ἐδιώκετο· ἐν δὲ τῷ τρέχειν ἐμπλακεὶς ἀμπέλου κλήματι τὸν μηρόν τιτρώσκεται, νεμε- σήσαντος αὐτῷ Διονύσου, ὅτι ἄρα ὑπὸ τούτου τῶν τιμῶν ἀφῄρητο. [*](3. * διὸ καὶ τὸ σημεῖον] ο, καὶ σημεῖ. madvertit Cobetus, qui τὴν μετά Similiter supra p. 8, 26. scripsit pro τὸν με. 4. Iemma om. 16. * δή] δεῖ 11. * ὀρθὸς] ὀρθῶς 19. ἐντεῦθεν Bekkerus] ἔνθεν 12. Addidi lemma μετέφη. In 20. ἱστορίαν] ἐφόρμισιν (vel simile A ante διὰ est signum non infre- quid) Friedl. quens in A pro διπλῆ, ut ani-)

17
οἱ δὲ Ἕλληνες ὑπέστρεψαν εἰς τὸ Ἄργος· Τήλεφος δὲ ἀνίατον ἔχων τὸ τραῦμα, εἰπόντος θεοῦ μηδένα δύνασθαι αὐτὸν θεραπεῦσαι ἢ τὸν τρώσαντα, ἦλθεν εἰς Ἄργος, καὶ πίστιν δοὺς μὴ ἐπικουρή- σειν Τρωσὶν ἐθεραπεύθη ὑπʼ Ἀχιλλέως, καὶ αὐτὸς ἔδειξε τὸν ἐπὶ Τροίαν πλοῦν. ταῦτα οἱ νεώτεροι· ὁ δὲ ποιητὴς λέγει Κάλχαντα ὑφηγήσασθαι τὸν ἐπὶ Ἴλιον πλοῦν.

60. εἴ κεν] ὅτι Ζηνόδοτος οἵ κεν γράφει, οὐ καλῶς· καλὴ γὰρ ἡ ἀπόγνωσις τῆς σωτηρίας.

61. εἰ δὴ] ἀντὶ τοῦ καὶ γάρ.

62. μάντιν ἐρείομεν, ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον] μέχρι τοῦ ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον, ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτως Ἡωδιανός. καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει.

ἔστι γένος τι ἡ μαντικὴ, διαιρουμένη εἰς εἴδη τρία, εἰς οἰω- νοσκοπίαν, εἰς ἀεροσκοπίαν καὶ τὴν διὰ τῶν ὀνειράτων μαντείαν. Ἡρωδιανὸς τελείαν δίδωσι, καὶ κοινὸν τὸ μάντιν. ὁ δὲ Πορφύριος τὸν διʼ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ὀνειροπόλον δὲ τὸν ὀνειροκρίτην.

63. ἀλλ’ ἄγε δή τινα μάντιν] ἡ διπλῆ, ὅτι μάντις γενικῶς, ἱερεὺς δὲ καὶ ὀνειροπόλος εἰδικῶς, εἴδη μάντεων. Ζηνόδοτος δὲ ἠθέτηκεν αὐτόν. μήποτε δὲ ὀνειροκρίτην ὑπείληφεν, οὐκ ὀρθῶς.

καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν] τοῦ τι ἐστὶν συναλοιφὴ, καὶ γάρ τι ὄναρ· οὐ γὰρ πᾶν λέγει ἀληθὲς, ἐπεί φησιν οὐ πάντας εἶναι τοὺς ὀνείρους ἀληθεῖς· “αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι.” (Od. 19, 563.)

65. εἴ ταρ] οὕτως ὀξεῖα εἰς τὸν εἴ· τὸ γὰρ τάρ ἐστιν ἐγκλιτικὸς σύνδεσμος ἐπιφερόμενος. καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ τ οὐ γάρ ἐστιν ὁ τέ σύνδεσμος· ἐπεφέρετο γὰρ ἂν ἕτερος τέ.

*εὐχωλιῆς] ὅτι ἐλλείπει ἡ περί.

ἑκατόμβης] ἢ τῆς ἀπὸ ἑκατὸν βοῶν, ἢ ἀπὸ ἑκατὸν βημάτων, ὅ ἐστιν κέ ζώων.

[*](2. *μηδένα] μὴ constanter. Errat vero hoc loco 10. Lemma om. scholiasta. 15. μαντείαν addidit Vill. 23. πᾶν—ἀληθἐς—πάντας Vill.] 20. ὀνειροπόλος Friedl.] οἰωνοπό- παὦ—ἀλ—οτάντ. 24. αἱ μἐν—αἱ δʼ] οἱ μἐν—αἱ(sic) 22. συναλοιφή] συναλιφὴ, et sic δὲ)
18

66. αἴ κέν πως ἀρνῶν κνίσης] Ἀρίσταρχος τὸ κνίσης ἑνικῶς, κατὰ γενικὴν πτῶσιν, ἄνευ τοῦ ι.

τελείων] λελωβημένον γὰρ οὐ θύεται.

67. ἀντιάσας] ἀπαντήσας, μετασχών.

ἀπὸ λοιγὸν ἀμῦναι] τὸ ἑξῆς ἐστὶν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον. ὅταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφερό- μενον, τὸν ἴδιον τόνον φυλάσσει, ἄτε δὴ ἐπέχουσα τὴν τάξιν. εἰς δὲ τὸ αἴ κεν περισσὸς ὁ κεν, ἵνα ᾖ ἀντὶ τοῦ εἴ πως.

68. κατʼ ἄῤ ἕζετο] ὅτι Ζηνόδοτος γράφει ἐκαθέζετο. οὐκ ἐῷ δὲ ἑλληνίζειν τὸν Ὅμηρον· ὥσπερ γὰρ οὐδεὶς λέγει ἐκατέβαινεν, οὕτως οὐδὲ ἐκαθέζετο.

69. Κάλχας Θεστορίδης] ὅτι Ζηνόδοτος γράφει μάντις Θεστο- ρίδης. οὐ δύναται δὲ τῷ γένει τὸ λἶδος ἅμα συγκατατίθεσθαι.

71. καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν] ὅτι ἀντὶ τοῦ νεῶν, καὶ ὅτι Κάλχας ἡγήσατο τοῖς Ἕλλησι καὶ οὐχὶ Τήλεφος, ὡς τινες νεώτε- ροι, καὶ ὅτι τὸ εἴσω ἀντὶ τοῦ εἰς.

73. * ὅ σφιν] οὕτως διὰ τοῦ ἑνός σ

*ὅτι Ζηνόδοτος γράφει “ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα.”

74. ὦ Ἀχιλεῦ, κέλεαί με] καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγ- καζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προειπών.

77. ἠμέν μοι πρόφρων] ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παρα- ληπτέον κατὰ τὴν ἄρχουσαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμὴν, ὅπερ ἐστὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται· “ ἠμὲν τοὺς ἵππους τε καὶ ἅρματα,” “ἠμὲν ἐμοὶ δώσειν” (Il. 14, 275). τὸ δὲ “ἦ γὰρ ὀΐομαι” (78) περισπωμένῃ τάσει ἀναγνωστέον· διαβε- βαίωτικὸς γὰρ ὁ σύνδεσμος.

80. *κρείσσων γὰρ βασιλεύς] ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν γράφει. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἔχει ἐπὶ τῆς εὐθείας τὸ ν.

[*](9. Lemma ἤτοι ὅγʼ ὣς εἰπών. 23. ἠμέν] In hoc scholio A 10. οὐδεὶς] ου quod οὐδεὶς potius ubique ὴ μὲν, sine spiritu, pariter- que ἡ μήν. est quam οὐδέ. 16. καὶ ὄτι τὸ εἴσω Cobetus] ὅτι 29. ὅτι] Praescriptum ⋇. τοῦ ν addidit Bekkerus, solum ἀντὶ τοῦ εἰς] In marg. interiore ν Vill. ἀντὶ τῆς εἰς προθέσεως. 30. συγκριτικὰ ex scholio v. 249] εὐσύγκριτα)
19

χέρηϊ] ὡς Ἄρηϊ. γέγονε δὲ οὕτως. ἔστι τι χερείων, οὗ γενικὴ χερείονος καὶ αἰτιατικὴ “χερείονά περ καταπέφνων” (Il. 17, 539), ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη “ἀλλὰ τὸν υἱὸν γείνατο εἷο χέρεια” (Il. 4, 400), πληθυντικῶς δὲ τὰ χερείονα χέρεια “χέρεια δὲ χείρονι δόσκεν” (ll. 14, 382), τοῦτον τὸν τρόπον καὶ τὴν χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου εἰς τὸ η. οὕτως Ἡρωδιανός.

81. καταπέψῃ] ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ γαστρὶ πλείω χρόνον κατεχομένων σιτίων διὰ τὴν πέψιν τὴν ἐν αὐτῇ γινομένην.

83. * φράσαι] ὅτι Ζηνόδοτος γράφει φράσον. μᾶλλον δὲ τὸ φράσαι ἁρμόζει.

85. *μάλα] διασταλτέον ἐπὶ τὸ μάλα.

θαρσήσας μάλα εἰπέ] τρία εἰσὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ· ἰδίως δὲ καὶ μακρῷ παραλήγονται. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουσι τὸ ἰδέ καὶ λαβέ.

ὅ τι οἶσθα] ὅτι οἶσθα χωρὶς τοῦ σ. οὕτως γὰρ λέγει διὰ παντός· “οἶσθα· τίη τοι ταῦτα” (Il. 1, 365), “οἶσθα, γέρον,” (Od. 4. 465).