Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

584. *βραχὺ διασταλτέον μετὰ τὴν μετοχήν.

δέπας] οἱονεὶ δέχας. καὶ “πλησάμενος οἴνοιο δέπας” (ΙΙ. 9, 224) καὶ “δεικανόωντο δέπασσιν·” γελοῖος δέ ἐστιν Ἥφαιστος ἀναπηδῶν καὶ μιμούμενος Ἥβην καὶ Γανυμήδεα καὶ μεμνημένος τῆς ῥίψεως (ΙΙ. 15. 86).

[*](2. μετασχηματισμὸν ex Etym. διπλῆν vocabulo ἐπίηρα supra ad- Μ. p. 420] σχηματισμόν. scriptam v. 52. τοῦ ἡδονή Lehrsius] τὸ ἡδονή. 9. Lemma σὺν δ᾿ ἥμιν δαῖτα. 3. * εἰς τὸ] ἐν τῷ 17, 18. ἐθέλῃς Friedl.] ἐθέλεις 8. πρὸς τὸ αὐτά] Respicit ad 18. καὶ delet Friedl.)
67

585. ἐν χερσὶ τίθει] οὕτως αἱ Ἀριστάρχου, ἐν χειρὶ, οὐ πληθυν- τικῶς ἐν χερσίν. ὁμοίως δὲ καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους. συνάδει δὲ καὶ τὸ ἐπιφερόμενον “μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον” (596). πᾶσαι ἑνικῶς ἔχουσι τὸ χειρί, οὐ πληθυντικῶς. καὶ συνάδει τῷ “ἐδέξατο χειρὶ κύπελλον.”

590. ἤδη γάρ με] Ἡροκλῆς ἀνακομιζόμενος ἐξ Ἰλίου μετὰ τὴν γενομένην ὑπ᾿ αὐτοῦ πόρθησιν τῆς Ἰλίου ἐπὶ τῇ Λαομέδοντος ἀπάτῃ, παῤ ὅσον αὐτῷ ἀντὶ τῶν ἀθανάτων ἵππων οὓς ὑπέσχετο ἀντέδωκε θνητοὺς ἀπατήσας, κατ᾿ ἐκεῖνο καιροῦ προσέσχε τῇ Κῶ τῆς Μερο- πίδος, χειμῶνι κατεχόμενος κατὰ χόλον Ἥρας, μισούσης τὸν ἥρωα καὶ διὰ τοῦτο πρότερον κατακοιμισάσης τὸν Δία. οἱ δὲ ἀπὸ τῆς Κῶ θεασάμενοι αὐτὸν καὶ ὡς ἄγριον φοβηθέντες ἐξήλασαν ἀπὸ τῆς πό- λεως· ἐφ᾿ ἀγανακτήσας Ἡροκλῆς ἐξεπόρθησε τὴν Κῶ. ἐπὶ δὲ τῇ τῆς Ἥρας κατακοιμίσει ὁ Ζεὺς ὀργισθεὶς ἐν δεσμοῖς κατέσχε τὴν Ἥραν· ἣν ἐπειρᾶτο τηνικαῦτα ὁ Ἥφαιστος λύειν, καὶ φωραθεὶς ἀπὸ τοῦ Ὀλύμπου ἐξερρίφη, καὶ εἰς Λῆμνον τὴν πρὸ τῆς Θρᾴκης νῆσον καταπεσὼν χωλὸς ἐγένετο, ὥς φησιν ὁ ποιητής· διὸ καὶ ἱερὰ τοῦ θεοῦ ἡ Λῆμνος.

591. ῥῖψε ποδός] ὅτι ἀπὸ δυεῖν τόποιν συμπεπλήρωκε τὸν μῦθον. .νῦν μὲν γὰρ, ὅτι ἐρρίφη, κατὰ δὲ τὴν ὑπόμνησιν τῶν τῆς Ἥρας δεσμῶν (ΙΙ. 15, 18) καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν δι᾿ ἣν ἐρρίφη.

δύο ῥίψεις Ἡφαίστου, προτέρα μὲν ἡ ὑπὸ τὴν γένεσιν ὑπὸ τῆς Ἥᾶς, δευτέρα δὲ ἡ ὑπὸ Διὸς διὰ τοὺς τῆς Ἥρας δεσμούς.

βηλοῦ] ἀπὸ τοῦ βεβηκέναι τοὺς θεοὺς ἐπ᾿ αὐτῷ, καὶ τοὺς ἀστέρας κεῖθι βαίνειν, οὕτως εἴρηται. τῷ δὲ τόνῳ, καθάπερ οἱ Ἀριστάρχειοι, βηλόν ὡς χωλόν προφερόμενοι, ἀποδιδόντες τὸν τῶν θεῶν βαθμόν. ἕτεροι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον καὶ περιέχοντα τὸν πάντα ἀέρα. ἄλλοι δὲ τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων. κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ὃ καλεῖται φλιά· ὁ γὰρ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχειν. εἴρηται δὲ βηλὸς ἀπὸ τοῦ βαίνεσθαι, ὡς καὶ ὀδὸς ἀπὸ τοῦ διοδεύεσθαι. τινὲς δὲ κατὰ Χαλδαίους τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρειαν, οἱ δὲ κατὰ Δρύοπας [*](6. Lemma ἤδη γάρ με καὶ ἄλλοι 16. τὴν πρὸ] πρὸ τήν ἀλεξάμενοι μεμαῶτα. 22. ὑπὸ τῆς Ἥρας Cobetus] ὑπὸ 11. * κατακοιμισάσης] κατακοιμί- om. 29. *φλιά] φλιαί 14. κατακοιμίσει] κατακοιμήσει)

68
τὸν Ὄλυμπον. ἄμεινον δὲ τὸν βατῆρα λέγειν ἤτοι τὴν φλιὰν, ἀπὸ τοῦ βαίνειν.

593. κάππεσον ἐν Λήμνῳ] πρὸς τὰ περὶ Ὀλύμπου· παράκειται γὰρ ἡ Λῆμνος τῇ Θρᾴκη. τινὲς δὲ μεταποιοῦσιν ἐς Λῆμνον· ἀλλ᾿ ὁ ποιητὴς χρῆται τῷ τοιούτῳ σχήματι· “ἐν δ᾿ ἔπεσ᾿ Ὠκεανῷ” (ΙΙ. 8, 485)· “κάππεσεν ἐν κονίῃσι” (ΙΙ. 15, 538)· “θοῇ ἐν νηὶ πέσῃσιν” (ib. 624). οὕτως Ἀρίσταρχος.

594. σίντιες] ἀπὸ τοῦ σίνεσθαι καὶ βλάπτειν, ὄντας πειρατάς. ἢ ὅτι δοκοῦσιν αὐτοὶ πρῶτοι ἐπινενοηκέναι τὰ πρὸς τὸν πόλεμον ὅπλα· ταῦτα γὰρ ὁμολογουμένως βλάπτει.

596. *μειδήσασα δέ] βραχὺ μετὰ τὸν σύνδεσμον διασταλτέον.

*παιδὸς ἐδέξατο] ὅτι ἐλλείπει ἡ παρά πρόθεσις, ἴν᾿ ᾖ παρὰ παιδός.

597. ἐνδέξια] ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενος.

598. ᾠνοχόει] οὕτως οἰνοχόει Ἀρίσταρχος. Ἰακῶς· καὶ ἐν τῇ Ἀργολικῇ καὶ Μασσαλιωτικῇ καὶ Ἀντιμαχείῳ καὶ ἐν τῇ Ζηνοδότου καὶ Ἀριστοφάνους.

600. Ἥφαιστον] δασύνεται διὰ τὴν ἐτυμολογίαν· παρὰ γὰρ τὸ ἅπτω ἐγένετο.

602. βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ ἐν τῷ ἑξῆς κοινόν ἐστι τὸ ἐδεύετο.

603. ὁ λόγος· ὥσπερ τῆς εὐωχίας ἐνδεεῖς οὐκ ἦσαν οἱ θεοὶ, οὕτως οὐδὲ τῆς Ἀπόλλωνος μουσικῆς, ὁμοίως δὲ οὐδὲ τῆς τῶν Μουσῶν ᾠδῆς, αἵτινες καὶ αὐταὶ Ἀπόλλωνος κιθαρίζοντος ἐκ διαδοχῆς καὶ παρὰ μέρος ᾖδον.

606. οἱ μὲν κακκείοντες ἔβαν] ὅτι οἱ θεοὶ καὶ οἱ ἄνθρωποι κατὰ τὸν ποιητὴν ἀναλύουσιν οἴκαδε καὶ κοιμῶνται. πρῶτος δὲ Ὅμηρος ἀφορμὴν ἔδωκε τοῖς ἀπὸ τῶν μαθημάτων εἰρηκόσιν ἕκαστον τῶν θεῶν ἴδιον οἶκον ἔχειν.

[*](1. *ἤτοι—βαίνειν] om. θυμός. 3. Ὀλύμπου Cobetus] Ὄλυμπον 21. * κοινόν ἐστι] καινόν εἶναι 8. πειρατάς] πειραστάς. 22. *οὕτως οὐδὲ τῆς] οὐ τῆς 15. In lemmate ὠινοχόει. Inter 23. *ὁμοίως δὲ οὐδὲ] ὁμοίως οὔτε οἰνοχόει et ᾠνοχόει variant libri Od. 26. καὶ οἱ] ὡς οἱ Cobetus. 15, 141. ὠνοχόει probavit Herodi- 28. *ἀφορμὴν] om. anus: vid. schol. ΙΙ. 4, 3. *μαθημάτων εἰρηκόσιν] μαθηῖ εἰ- 20. Lemma δαίνυντ᾿, οὐδέ τι ρηκὼς)
69

607. *ἧχι] Ἀρίσταρχος τὸ ἧχι χωρὶς τοῦ ι γράφει, καὶ Διονύ- σιος. παρατίθεται δὲ ὁ Διονύσιος τοὺς Δωριεῖς λέγοντας ἇχι.

ὁ ἀμφιγυήεις τοῦ ἀμφιγυήεντος, διότι τὰ εἰς εις λήγοντα ἀρσενικὰ διὰ τοῦ εντος κλίνεται, οἷον τολμήεις τολμήεντος, τελήεις τελήεντος. οὕτως καὶ ἀμφιγυήεις ἀμφιγυήεντος.

[608. γράφεται ποίησ᾿ εἰδυίῃσι πραπίδεσσι.]

609. πρὸς ὃν λέχος] ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν, πρὸς ὃ λέχος. οὐ νοῶν ὅτι κοινόν ἐστι τὸ ὅν ἀρσενικοῦ καὶ οὐδετέρου.

Κρόνου καὶ Ῥέας ἐγένοντο υἱοὶ ἄρρενες τρεῖς, Ζεὺς Ποσειδῶν καὶ Ἅιθης, θυγατέρες δὲ τρεῖς, Ἑστία Δημήτηρ Ἥρα. τούτων, φασὶν, ἐπὶ τῆς Κρόνου δυναστείας ἠράσθησαν. τὸν δὲ Δία καὶ Ἥραν ἐπὶ ἐνιαυτοὺς τριακοσίους, ὡς φησι Καλλίμαχος ἐν δευτέρῳ αἰτίων “ὥς τε Ζεὺς ἐράτιζε τριηκοσίους ἐνιαυτούς.” λάθρα δὲ τῶν γονέων ἀλλή- λοις συνερχόμενοι ἔσχον υἱὸν Ἥφαιστον οὐχ ὁλόκληρον, ἑκατέρους δὲ τοὺς πόδας χωλὸν, ὥς φησιν αὐτὸν ἀμφιγυήεντα ὁ ποιητής. ὅτι δὲ λάθρα τῶν γονέων συνήρχοντο ἀλλήλοις μαρτυρεῖ καὶ ὁ ποιητὴς λέγων “εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντο τοκῆας” (ΙΙ. 14, 296). μετὰ δὲ τὴν τῶν Τιτάνων ὑπὸ Διὸς καθαίρεσιν καταταρταρωθέντος Κρόνου Ζεὺς καὶ Ἥρα διαδεξάμενοι τὴν ἐν οὐρανῷ βασιλείαν μέχρι τοῦ νῦν θεῶν τε καὶ ἀνθρώπων βασιλεύουσιν, ἀλλήλοις ἡρμοσμένοι, τῆς Ἥρας τελείας καὶ συζυγίας προσαγορενομένης, παῤ ὅσον ἀδελφὴ μόνη ἀνδρὸς ἔτυχε τοιούτου. ἔσχε δὲ Ἥβην θυγατέρα, ἣν οἰνοχόον θεῶν παρίστησιν ὁ ποιητής.

βραχὺ διασταλτέον ἐπὶ τὸ ἀστεροπητής· τὸ γὰρ ἐπιφερόμενον ἔνθα τόπον σημαίνει. ἐν δὲ τῷ ἑξῆς στιγμὴν τελείαν θετέον ἐπὶ τὸ ἱκάνοι· πρεπωδέστερον γὰρ ἐκεῖ ἐκ τοῦ ἔνθα τὸ ἐνταῦθα σημαί- νεσθαι.

611. ὅτι Ζηνόδοτος γράφει ἔνθ᾿ ἐκάθευδ᾿ ἀναβάς. τὸ δὲ καθεῦδε προπερισπᾶται, ὅτι τὰ ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ῥήματα κατὰ τοὺς παρυῳχημένους χρόνους ἐν ὁριστικοῖς, ἀπαθῆ ὄντα, φυλάσσει τὸν [*](6. Scholion m. rec. extra seriem 10. *φασὶν] φησὶν in marg. exteriore. 11. Post ἠράσθησαν aliqua ex- πραπίδεσσι om. eidisse videri monet Schneiderus 7. λέχος om. Zenodoti scrip- ad Callimaci fragm. 20 p. 230. turam πρὸς ὃ λέχος memorat etiam Ἥρον] ἀλλήλων ἐρᾶνaddit Schnei- Apollon. de pronom. p. 400 (140). derus, deleto ὡς ante φησί. 9. *τρεῖς] om. 25. τόπον] τὸ ὅπου Friedl.)

70
τόνον ἐν τῇ σννθέσει, εἶχον κατεῖχον· ὄθεν εἰ “εὗδε δ᾿ ἀνακλινθεῖσα” (Od. 4, 794), δῆλον ὅτι καθεῦδεν ὁμοτόνως ὀφείλομεν προφέρεσθαι. χρνσόθρονος] ἡ χρυσοῦν θρόνον ἔχουσα βασιλίς. μᾶλλον δὲ ἐπειδὴ τὰ πρὸς τῷ αἰθέρι μέρη τοῦ ἀέρος, γειτνιῶντα τῷ ἡλίῳ, πυρώδη ἐστίν. ὁ γὰρ ποιητὴς ἀλληγορῶν τὸν χρνσὸν λαμβάνει ἐπὶ τοῦ πυρός.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα, καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας καὶ Νικάνορος περὶ στιγμῆς.