Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

27. δηθύνοντα] ἓν μέρος λόγου. χρονίζοντα, βραδύνοντα.

28. μή νύ τοι οὐ χραίσμῃ] ἀναιρεῖ τὴν ἐλπίδα. καὶ ἔστι, μή- ποτε καὶ αὐτὸς ὁ θεὸς οὐκ ἀνεξόμενος τῆς σῆς ἀναιδείας περιόψεταί σε. ἢ ὡς πορθούμενον περιεῖδε πάντως καὶ φονευόμενον.

29, 30, 31. τὴν δʼ ἐγὼ οὐ λύσω] ἀθετοῦνται, ὅτι ἀναλύουσι τὴν. ἐπίτασιν τοῦ νοῦ καὶ τὴν ἀπειλήν. ἠσμένισε γὰρ καὶ ὁ Χρύσης εἰπούσης αὐτῆς τῷ βασιλεῖ. ἀπρεπὲς δὲ καὶ τὸ τὸν Ἀγαμέμνονα τοιαῦτα λέγειν.

[*](1. * ἔμπειροι τῆς τοξικῆς εἶναι] Ἀγαμέμνονος. ἔμπορον εἶναι, omisso τῆς τοξικῆς. 15. *πὰς κρίσεις] τὰς om. 4. παλαιὸν Vill. τάλ cum signo 26—30. Hoc scholion legitur compendii sub λ. Conf. p. 15, 12. post scholion inferius κατʼ ὀλίγον —παισίν. Tum sequitur scholion 7. Αἰγιαλέως] αἰγιαλε (i. e. Αἰ- versus 28 ἀναιρεῖ—φονευόμενον. γιαλέος). υἱοῦ erasum. Μελίας] μελείας 28. εἰπούσης] ὑπηρετούσης Lehr- sius. συνούσης Cobet, Mnem. novae 9. παιδός A, non τοῦ Διός, ut Vill. 13. Ἀτρείδεω] ἀτρείδεο. Addidi] vol. 2 p. 168.)
10

30. * ἡμετέρῳ —πάτρης] καθʼ ἑαυτὸ τοῦτο προφερόμεθα· καὶ γὰρ ἐμφαντικντερον.

Ἄργεϊ] διῃρημένως.

κατʼ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι γὰρ, ὥς που τὸ περὶ αὐτοῦ ἐπίγραμμα δηλοῖ, βασιλεὺς γὰρ ἀγαθὸς, κρατερὸς δʼ αἰχμητής (Il. 3, 179). διὸ παρὰ μὲν τῶν ὑπηκόων ὑβρί- ζεται, τοῖς δὲ πολεμίοις λίαν ἐστὶν ἀπηνὴς, ὡς Ἀδράστῳ καὶ τοῖς Ἀντιμάχον παισίν.

32. *σαώτερος] ὅτι τὸ σαώτερος ἀντὶ τοῦ ἁπλοῦ.

34. *ἀκέων] ὅτι Ζηνόδοτος διὰ τοῦ χ.

πολυφλοίσβοιο] ὀνοματοποιία.

36. * Ἀπόλλωνι] ἐπὶ τῷ διχρόνῳ δεῖ ἐκτείνειν.

37. κλῦθι] Λαμψακηνῶν.

*ἀμφιβέβηκας] ὅτι κατὰ μεταφορὰν ἐκ τῶν τετραπόδων ὑπερ- μαχεῖς.

38. Κίλλλαν τε ζαθέην] ἱστορία. Πέλοψ ὁ Ταντάλου καὶ . . . . . κατὰ μισθὸν παιδικῆς ὥρας λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδα- μάστους σὺν τῷ ὀχήματι, ἔσπευσεν εἰς Πῖσαν τῆς Πελοποννήσου ἐπὶ τὸν Ἱπποδαμείας γάμον, τὸν μνηστηροκτόνον αὐτῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν. γενομένῳ δὲ αὐτῷ περὶ Λέσβον Κίλλος ὁ ἡνίοχος τελευτᾷ τὸν βίον, ὃς καὶ καθʼ ὕπνον ἐπιστὰς τῷ Πέλοπι σφόδρα ὀδυνηρῶς ἐπʼ αὐτῷ ἔχοντι ἀπωδύρετό τε τὴν ἑαυτοῦ ἀπώλειαν καὶ περὶ κηδείας ἠξίου. διόπερ ἀναστὰς ἐξερυπάρου τὸ εἴδωλον διὰ πυρὸς, εἶδʼ οὕτως ἔθαψε τὴν τέφραν ἐπιφανῶς τοῦ Κίλ- λου, ἠρίον ἐπʼ αὐτῷ ἐγείρας, καὶ πρὸς τῷ ἠρίῳ αὐτοῦ ἐδείματο ἱερὸν, [*](1. Loemma om. (–)esse insigniendam, ut fere con- 4. κατʼ ὀλίγον—] In A lemma stanter in huiusmodi syllabis fac- praescriptum μή νύ τοι οὺ χραίσμῃ. tum est in textu codicis A. 5. * ἐπίγραμμα δηλοῦ] ἐπιγράφον 13. Λαμψακηνῶν] Huiusmodi de γράμμα δηλοῦν. Librarii error, qui dialecto observationes plurimae in codice suo scriptum viderat sunt inter glossemata interlinea- ἐπιγρ. δἣ. βασιλεὺς γὰρ (γὰρ compendio ex- 16. Rubrica ἱσ. pressum)] Immo βασιλεύς τ᾿ —κρα- Ταντάλου καὶ . . . . . . . . . κατὰ Bekkerus] Ταντάλου κάτω (*Ταντά- τερός τʼ. 9. τοῦ addidit Bekk. λου κατὰ) 12. ἐπὶ τῷ διχρόνῳ δεῖ ἐκτείνειν] 18. * Πλοποννήσου] λέσβου Hoc est nominis Ἀπόλλωνι litte- 21. * ὁ ἡνίοχος] ὁ om. ram primam syllabae longae nota 22. * ἐπʼ αὐτῷ] ἐπαυτὸ)

11
Κιλλαίου Ἀπόλλωνος προσαγορεύσας διὰ τὸ αἰφνιδίως τὸν Κίλλον ἀποθανεῖν. οὐ μὴν ἀλλὰ καὶ πόλιν κτίσας Κίλλαν ὠνόμασεν. ὁ μέν- τοι Κίλλος καὶ μετὰ θάνατον τῷ Πέλοπι δοκεῖ συλλαβέσθαι, ὅπως περιγένηται τοῦ Οἰνομάου περὶ τὸν δρόμον. ἡ ἱστορία παρὰ Θεο- πόμπῳ.

Τενέδοιό τε] καὶ τῆς Τενέδου. ἱστορία. ἡ δὲ Τένεδος νῆσός ἐστι πρὸ τῆς Τροίας κειμένη. οὔπω δὲ πρότερον τοῦτο εἶχε τὸ ὄνομα· καὶ γὰρ οὐδὲ Κύνῳ τῷ Ποσειδῶνος Τέννης ἦν καὶ Λευκοθέα· Λευκόφρυν δὲ αὐτὴν οἱ πρὶν ὠνόμαζον. ἐπειδὴ δὲ ἄρα τῷ Κύκνῳ ἐγεννήθη ὁ Τέννης καὶ ἡ Λευκοθέα, καὶ ἡ μὲν μήτηρ αὐτῶν οὐκέτι ἦν, ἐπέγημε δʼ ὁ Κύκνος Φυλονόμην ἢ ὡς ἔνιοι Πολύβοιαν, ἡ Φυλονόμη (καὶ γὰρ εἰς ἄνδρας ἐτέλει ἤδη ὁ Τέννης) ἐρασθεῖσα αὐτοῦ λόγους περὶ συνου- σίας ἠνέγκατο πρὸς αὐτόν. τοῦ δὲ τὰ πρὸς τὴν φύσιν δίκαια τηρή- σαντος, κατηγορήσατο πρός τὸν πατέρα αὐτοῦ ὅτι ἐθελήκοι αὐτὴν βιάσασθαι. ὁ δὲ πιστεύσας τῇ κατηγορίᾳ, συλλαβὼν τὸν παῖδα ἐνέβαλεν εἰς λάρνακα καὶ ἔρριψεν εἰς τὴν ὑποκειμένην θάλασσαν. ὃν διὰ σωφροσύνην καὶ διὰ τὸ εἶναι υἱωνὸν ἔσωσεν ὁ Ποσειδῶν· τὴν γὰρ λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυι νήσῳ ἐποίησεν. ἣν οἱ ἐπιχώ- ριοι θεασάμενοι, καὶ ἀφελόντες τὸ ἐπίθημα, μαθόντες τε τὸ γεγονός, οὐ μόνον ἑαυτῶν βασιλέα κατεστήσαντο, ἀλλὰ καὶ ἀπʼ αὐτοῦ Τένεδον τὴν νῆσον προσηγόρευσαν.

39. Σμινθεῦ] ἐπίθετον Ἀπόλλωνος· Σμίνθος γὰρ τόπος τῆς Τρῳά- δος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος ἀπὸ αἰτίας τῆσδε. ἐν Χρύσῃ, πόλει τῆς Μυσίας, Κρῖνίς τις ἱερεὺς ἦν τοῦ κεῖθι Ἀπόλλωνος. τούτῳ ὀργισθεὶς ὁ θεὸς ἔπεμψεν αὐτοῦ τοῖς ἀγροῖς μύας, οἵτινες τοὺς καρποὺς ἐλυμαί- νοντο. βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι, πρὸς Ὄρδην τὸν ἀρχιβουκόλον αὐτοῦ παρεγένετο, παῤ ᾧ ξενισθεὶς ὁ θεὸς ὑπέσχετο τῶν κακῶν ἀπαλλάξειν, καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς διέφθειρεν. ἀπαλλασσόμενος οὖν ἐνετείλατο τὴν ἐπιφάνειαν αὐτοῦ [*](1. * Κιλλαίου] κιλλέου * υἱωνὸν] οἰωνὸν 6. Rubrica ἱσ. Proximum δὲ 18. * οἱ ἐπιχώριοι] om. delendum. Neque enim haec co- 20. *ἑαυτῶν] ἑαυτ haerent cum glossemate καὶ τῆς βασιλέα] *βασιλέα τὸν Τέννην Τενέδου. 24. *ἦν] om. 8. *τῷ] τοῦ 25. *μύας] μυῖ hic et infra. 10. *καὶ ἡ] καὶ om. 28. *τῶν κακῶν] τὸ κακὸν 14. ἐθελήκοι] *πεθελήκοι 29. * ἐπιφάνειαν] ἐπιφανίαν 17. εἶναι] *εἶναι αὐτῷ)

12
δηλῶσαι τῷ Κρίνιδι. οὗ γενομένου ὁ Κρῖνις ἱερὸν ἱδρύσατο τῷ θεῷ, Σμινθέα αὐτὸν προσαγορεύσας, ἐπειδὴ κατὰ τὴν ἐγχώριον αὐτῶν διάλεκτον οἱ μύες σμίνθοι καλοῦνται. ἡ ἱστορία παρὰ Πολέμωνι.

ἄλλοι δὲ οὕτως, ὅτι Κρῆτες ἀποικίαν στέλλοντες χρησμὸν ἔλαβον παρὰ τοῦ Ἀπόλλωνος, ὅπου αὐτοῖς ἐναντιωθῶσι γηγενεῖς—ἔλεγε δὲ περὶ μυῶν—, ἐκεῖ κτίσαι τὴν πόλιν. οἱ δὲ ἀπέστειλαν τοὺς ἀποί- κους. ἐλθόντων δὲ εἰς τὸν Ἑλλήσποντον, καὶ νυκτὸς ἐπιγενομένης, μύες ἔκοψαν αὐτῶν τοὺς τελαμῶνας τῶν ὅπλων. πρωὶ δὲ ἀναστάντες καὶ θεασάμενοι τοῦτο, σοφισάμενοί τε καθʼ ἑαυτοὺς, ἔκτισαν ἐκεῖ πόλιν, ἥντινα ἐκάλεσαν Σμινθίαν· οἱ γὰρ Κρῆτες τοὺς μύας σμίνθους καλοῦσιν. ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος, διὰ τὸ ὑπερασπίζειν αὐτῆς.

*ἐπι νηὸν ἔρεψα] ὅτι παρέλκει ἡ ἐπί.

ἔρεψα] παρὰ τὸ ἐρέφω, ὅθεν καὶ εἰραφιώτης ὁ Διόνυσος λέγεται· ἐστέφετο γὰρ κισσῷ. ἢ ἀπὸ τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ τοῦ Διός· ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι.

41. *ἢ δʼ αἰγῶν] ὅτι περιττὸς ὁ δέ συνήθως αὐτῷ.

*τόδε] Ἀρίσταρχος δύο μέρη λόγου τὸ τὸ δέ, Ἡρωδιανὸς ἕν.

42. *τίσειαν] ὅτι Ζηνόδοτος τίσαιεν.

ἱστορία. Δαναοὶ] Ἕλληνες, οὕτως. Βῆλος ὁ Ἀγήνορος μὲν ἀδελ- φὸς, υἱὸς δὲ Ποσειδῶνος καὶ Λιβύης, ἀφʼ ἧς ἡ χώρα ὠνόμασται Λιβύη, βασιλεύων Αἰγυπτίων γαμεῖ Ἀγχινόην τὴν Μείλου θυγατέρα,. καὶ αὐτῷ γίνονται παῖδες δίδυμοι, Αἴγυπτος καὶ Δαναός. καὶ Δα- ναὸν μὲν Βῆλος ἐν Λιβύῃ κατοικίζει, Αἴγυπτον δὲ ἐν Ἀραβίᾳ· ὅς καταστρεψάμενος τὴν τῶν Μελαμποδιδῶν χώραν ἀφʼ ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν πεντή- [*](3. *σμίνθοι] σμίνθιοι τῷ “τὸ δέ τοι ξεινήιον ἔσται” (Od. 4. ἄλλοι] Novum incipit scholion 9, 370), ἴνα ᾖ δύο μέρη λόγου. Πτολεμαῖος (Ascalonita) δὲ ἒν cum rubrica ἱσ. 6. *ἀπέστειλαν] ἀπέλυσαν ποιῶν ἐπὶ τὸ τό τίθησι τὴν ὀξεῖαν. 7. *ἐλθόντων] ἐλθόντες ἐπείσθη δἐ ἡ παράδοσις Ἀριστάρχῳ. 18. ἡ δʼ] Sic A, non ἠδʼ. 20. τίσαιεν Heynius] τίσειεν 19. τὸ τὸ δέ] Prius τὸ delevit 21. Rubrica ἱσ. Vill. Scholion in A in brevius 23. *Νείλου] νήλου contractum integrum servarunt 25. * ἐν] om. alii codices, τὸ δέ μοι: Ἡρωδιανὸς 26. Μελαμποδιδῶν] * Μελαμπόδων ἔν. Ἀρίσταρχος ὀξύνει τὸ δέ, ὁμοίως)

13
κοντα παῖδες, Δαναῷ δὲ θυγατέρες πεντήκοντα. στασιασάντων δὲ αὐτῶν πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς, ὕστερον Δαναὸς τοὺς τοῦ Αἰγύπτου παῖδας, πλὴν ἑνὸς ἢ δυεῖν, διὰ τῶν θυγατέρων ἀνεῖλε δεδοικὼς, καθότι καὶ ἐκ χρησμοῦ ἠκηκόει, ὅτι φονευθήσεται ὑφʼ ἑνὸς αὐτῶν. καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ, ναῦν πρῶτος κατεσκεύασε τὴν κληθεῖσαν ὡς ἀπὸ τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ πεντηκόν- τορον, ἐν τὰς κόρας ἐνθέμενος ἔφυγε. προσσχὼν δὲ Ῥόδῳ τὸ τῆς Λινδίας Ἀθηνᾶς ἄγαλμα ἱδρύσατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος, καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ἑλλάνωρ ὁ τότε βασιλεύων· αὐτὸς δὲ κρατήσας τῆς χώρας ἀφʼ ἑαυτοῦ τοὺς ἐνοικοῦντας Δαναοὺς ὠνόμασεν. ἱστορεῖ Ἀπολλοδωρος ἐν β΄.

44. *Οὐλύμποιο καρήνων] ὅτι ὄρος ὁ Ὄλυμπος· τὰ γὰρ κάρηνα ἐπὶ ὄρους.

45. ἀμφηρεφέα] κοινή ἐστιν, οὐκ ἔκτασις.

46, 47. *ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, οὐ καλῶς.

49. *βιοῖο] Ἀριστάρχειος ὁ τόνος. παρὰ τὴν βίαν.

50. διὰ τί ἀπὸ τῶν κυνῶν καὶ τῶν ἡμιόνων ὁ λοιμὸς ἤρξατο, ἀπὸ τῶν Ἑλλήνων δὲ οὐ, οὐδὲ ἀπʼ ἄλλου ζώου τινός; καὶ οἱ μὲν ῥητορικῶς λύοντές φασιν ὅτι φιλάνθρωπον ὂν τὸ θεῖον ἐβούλετο παιδεῦσαι τοὺς Ἕλληνας καὶ μὴ παντάπασιν ἀπολέσαι, καὶ διὰ τοῦτο πρότερον ἀπό τοιούτων ζώων ἤρξατο, μετάνοιαν τοῖς ἁμαρτήσασι διδούς. οἱ δὲ ἀληθέστερον καὶ φιλοσοφώτερον λύοντές φασιν ὅτι ἅπας μὲν λοιμὸς ἀπὸ ἐκφλογώσεως γίνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυμιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνά φασιν αἴτιον εἶναι τῆς τοιαύτης ἀσθενείας, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ τῷ καταφλέγοντι τὴν γῆν. ἐκ δὲ τῆς γῆς γιγνομένης τῆς νόσου, ἀναγκαῖον τοὺς κύνας πρώτους ᾐσθῆσθαι τῆς βλάβης, ὅτι τε καὶ αἰσθητικώτερά ἐστι τὰ ἄλογα ζῶα φύσει τῶν ἀνθρώπων καὶ ὅτι κάτω νεύουσι πρὸς τὴν γῆν καὶ ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τῷ ἐκ διαφόρων σωμάτων εἰληχέναι τὴν γένεσιν· παντελῶς γὰρ εὐδιάφθαρτον [*](3. * πλήν ἑνὸς—ἀνεῖλε] om. p. 198, 27. 9. Ἑλλάνωρ] Recte Γελάνωρ apud 17. Scholion in exteriore mar- Apollod. 2, 1, 4. gine scriptum duabus columnis. 11. ἐν β΄] Post hoc schol on 22. *λύοντες] λέγοντες sequitur in A scholion versus 50 25. *τῷ ἡλίῳ] τῷ om. οὐρῆες—εὐπαθέστερα. 27. καὶ] Delendum. 16. Ἀριστάρχειος] ἀρισταρ 28. *τήν γῆν] τῆι γῆι βίαν] βίαν τῆς τάσεως Etym. M. 29. * τῷ] τὸ)

14
τὸ τοιοῦτο. τῆς δεκάτης δὲ ἡμέρας γεγενῆσθαι φανερὸν τὸ νοσῶδες, εὐλόγως· κατʼ αὐτὸν δὲ τὸν ποιητὴν τὸ θεώρημα δεῖ λύειν. τῇ δεκάτῃ φαίνεται τὸ νοσῶδες, τοῦ ἀέρος ἐν ταύτῃ πάντως καθισταμένου, ὥσπερ καὶ αὐτὸς ὁ ποιητὴς δεδήλωκεν. ἡ Ἥρα, φησὶν, ἐπὶ φρεσὶ θῆκε τῷ Ἀχιλλεῖ. Ἀχιλλεὺς γὰρ Χείρωνος ὢν μαθητὴς, καὶ τὴν ἰατρικὴν τέχνην σοφὸς, ἐκ τῆς καταστάσεως τοῦ ἀέρος ἐπέγνω γινόμενον τὸ κακόν. τὸ γὰρ τῆς Ἥρας ὄνομα παρὰ τὸν ἀέρα πεποίηται, ἐπεὶ τίνος ἕνεκα Νέστωρ ἢ Ὀδυσσεὺς ἢ Μενέλαος, οὐδενὸς ἔλαττον τῶν Ἑλλήνων φροντίζοντες, οὐ ζητοῦσιν, ἀλλὰ μόνος τῇ δεκάτῃ δʼ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς;

Φιλάνθρωπος ὢν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ τὰ ἄλογα ζῶα ἀναιρεῖ, ἵνα διὰ τούτων εἰς δέος ἀγαγὼν τοὺς Ἕλληνας ἐπὶ τὸ εὐσεβεῖν παρασκευάσῃ. ἢ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν αἴσθησιν τῆς ὀσφρήσεως ἐνεργεστέραν ἔχουσιν. οἱ μὲν γὰρ κύνες ἀπὸ τῆς ὀσφρήσεως τῶν ἰχνῶν ἐν αἰσθήσει τῶν θηρίων γίνονται, αἱ δὲ ἡμίονοι πολλάκις ἀπολειφθεῖσαι ἀνθρώπων ἀπὸ τῆς ὀσφρήσεως καὶ τὰς ὁδοὺς ἀνευρίσκουσιν.

*ὅτι οὐκ ὀρθῶς τινὲς οὐρῆας τοὺς φύλακας· ἀντιδιαστέλλει γὰρ διὰ τοῦ αὐτοῖσι.

οὐρῆες μὲν πρῶτον] οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ὠὰ καλοῦμεν. εὐπαθῆ δὲ τὰ ζῶα ταῦτα καὶ εὐάλωτα ὑπὸ νόσου· σύμμικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν, καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη. οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος, ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. ἀργοὺς δὲ ἀκουστέον τοὺς λευκοὺς, ὅτι ἀσθενέστερά ἐστι τὰ τοιαῦτα σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα.

51. αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος] διαφέρει ὁ αὐτάρ τοῦ δέ, ὅτι ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται.

[*](1. τῆς δεκάτης δἐ ἡμέρας] * τῆ 11. Hoc scholion legitur in mar- δεκάτῃ δέ ἡμέρᾳ gine interiore folii 12 b, non inter *τὸ νοσῶδες] om. scholia reliqua. 3. * καθισταμένου] καθιστάμενον 12. τούτων] τούτου Bekkerus. 4. * ἡ Ἠρα—τῷ Ἀχιλλεῖ] om. 21. καλοῦμεν] τὰ ἄγονα addit 6. σοφὸς (σοφο A)] *σαφῶς ἐπι- Bast. ad Greg. p. 732. 22. * οὖσα] om. στάμενος * ἐπέγνω γινόμενον τὸ κακόν] μαθὼν 27. *καὶ εὐτοθέστερα] εὐπαθέστερά 9. * ἀλλὰ— Ἀχιλλεύς] ἀλλʼ ἢ ὁ εἰσιν. ἀχιλλεύς)
15

ἐχεπευκές] ἔχον πικρίαν· ἀπὸ τῆς πεύκης ἡ μεταφορά. καὶ γὰρ ἡ πεύκη κοπεῖσα οὐκ ἀνίησι βλαστὸν καὶ τὸ δάκρυον αὐτῆς ἐστι πικρόν.

*ἐχεπευκές] ὅτι μεταφορικῶς ἀπὸ τῆς πεύκης.

52. βάλλʼ] ἐτίτρωσκε.

πυραὶ νεκύων καίοντο θαμειαί] πῶς, φασὶν, ὁ ποιητὴς ἐναντία ἑαυτῷ λέγει, προειπὼν γὰρ “αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν” νῦν ἐπάγει “αἰεὶ δὲ πυραὶ νεκύων.” ἐροῦμεν δὲ ὅτι ὁ λοιμὸς ηὖξε τὴν μῆνιν, ἡ μῆνις δὲ τὰς μετὰ ταῦτα μάχας· καὶ οἱ ἐν ταύταις πίπτοντες ἑλώρια κυνῶν ἐγίνοντο, οἱ δὲ ὑπὸ τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο.

αἰεὶ δὲ πυραὶ νεκύων] τὸ παλαιὸν τὰ σώματα τῶν θνησκόντων πρότερον ἐκαίετο διὰ τὸ ἀπέριττα γίνεσθαι, εἶθʼ οὕτως ἐθάπτετο ὑπὸ γῆν. ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώματα παρὰ τοῖς Ἕλλησιν αὕτη· πρῶτος, φασὶν, οὕτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου διʼ ἀνάγκην ὑπὸ Ἡρακλέους. συναγαγόντος γὰρ, φασὶ, στρατιὰν ἐπὶ Ἴλιον Ἡρακλέους, διὰ τὸ τὸν Λαομέδοντα παρὰ σύνταξιν ποιῆσαι Ἡρακλεῖ σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην, καὶ μὴ δοῦναι τοὺς ἵππους οὓς ὑποσχόμενος ἦν αὐτῷ ὑπὲρ τῆς τοσαύτης εὐεργεσίας, ἐπεζήτει καὶ τὸν Ἀργεῖον ὡσανεὶ οἰκεῖον. Λικύμνιον δέ φασι τὸν πατέρα Ἀργείου, φοβούμενον ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱὸν ὀνόματι Οἰωνὸν ἀποστείλας εἰς Λακεδαίμονα μεθʼ Ἡρακλέους ἀπέβαλεν, οὐ βούλεσθαι προίεσθαι τοῦτον, ἕως Ἡρακλῆς ὤμοσεν ἀπάξειν πάλιν αὐτόν. τότε δʼ οὖν συμπεσούσης τῷ Ἀργείῳ τῆς τοῦ βίου τελευτῆς, διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν ἐπιτελέσοι τὸν ὅρκον, ἔκαυσεν αὐτὸν, καὶ πρῶτόν φασι τοῦτον τοιαύτης ἐπιμελείας τυχεῖν. ἡ ἱστορία παρὰ Ἄνδρωνι.

53. ἐννῆμαρ] ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡς παρʼ οὐδέτερον [*](1. ἔχον] ἔς (i. e. ἔχων). seriem scriptum in ima pagina, 5. ἐτίτρωσκε glossema est. διπλῆ manu eadem qua scholia inter- huic versui praescripta indicio est marginalia. excidisse Aristonici scholion, quo 15, 16. *φασὶν] φησὶν Aristarchi observatio de usu verbi 19. * τοσαύτης] τοιαύτης βάλλειν pro τιτρώσκειν, saepius in 20. * δέ] om. scholiis repetita, memorata fuerat. 23. * ὤμοσεν] ὄμωσεν 6. * φασὶν] φησὶν 24. *συμπεσούσης] συμπετρούσης 10. * ὑπὸ] ἀπὸ 12. αἰεὶ δέ—] Hoc scholion extra 26. * ἡ ἱστορία παρὰ Ἄνδρωνι] om.)

16
σνγκείμενον. ἀλλʼ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις· οὐδὲν γὰρ τῶν εἰς αρ συνετέθη οὐδετέρων.

κῆλα] νῦν τὰ βέλη· διὸ καὶ τὸ σημεῖον.