Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

289. πᾶσι δὲ σημαίνειν] ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι οἱ θυμούμενοι. καλεῖται δὲ τὸ σχῆμα ἐπιβολὴ, ἐν μιᾷ περιόδῳ ἀρχὰς πλείους ἐπιφερόμενον. οὕτως ἔχει καὶ τὸ “ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμός” (Il. 18, 535).

290, 291. ὑποστικτέον ἐπὶ τὸ ἐόντες, ἐπὶ δὲ τὸ ὀνείδεα μυθή- σασθαι στικτέον· οὐδὲν γὰρ ἐλλείπει, ὡς ὠήθησάν τινες. ἀνα- φέρεται δὲ ταῦτα ἐπὶ τὸ “οὔποτ᾿ ἐς πόλεμον” καὶ “οὔτε λόχονδʼ ἰέναι” (226). τοῦ δευτέρου οὖν στίχου πευστικῶς ἀναγινωσκομένου γίνεται ὁ λόγος τοιοῦτος· εἰ δὲ πολεμικὸν αὐτὸν ἐποίησαν οἱ θεοὶ, ἆρα ὀφείλει διὰ τοῦτο ἄλλοις ὀνειδίζειν καὶ κακῶς λέγειν ἡμᾶς τοὺς βασιλεῖς;

290. * ὅτι συνήθως ἑαυτῷ προθέουσι τὰ ὀνείδη.

293. οὐτιδανός] ὡς πευκεδανός, ληθεδανός. οἱ δὲ, οὔτις οὐτιδανός ὡς οὐδαμινός. μέγιστον δὲ ὄνειδος ἡγεῖται τὴν δειλίαν.

294. εἰ δὴ σοὶ πᾶν ἔργον] οὕτως ὀρθοτονητέον τὴν ἀντωνυμίαν· ἀντιδιασταλτικὴ γάρ ἐστιν. διδάσκει καὶ ἡ γραφὴ διὰ τοῦ σ οὖσα· εἰ γὰρ ἦν ἐγκλιτικὴ, ὁμοίως ἂν ἐγράφετο τῷ “εἰ δή τοι σοῦ πατρός” [*](1. Hoc scholion post scholion 15. *ἐπιφερόμενον] ἀποφερόμενον 17. Lemmaa εἰ δέ μιν αἰχμητήν. καρτερός] εἰ δὲ σὺ καρτερὸς ἔσσι. 20. *τοῦ δ.] τὸ τοῦ δ. 8. Lemma εἰ δὲ σὺ καρτερὸς ἔσσι. 22. ἆρα] ἄρα 9. παριστάντος Vill.] περιστάντος 26. μέγιστον ὄνειδος ἡγεῖται τήν 13. .emma ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει δειλίαν] Eadem verba in marg. περὶ πάντων ἔμμεναι ἄλλων. interiore.)

43
(Od. 2, 271) “καί τοι ἐγὼ συνέριθος” (Od. 6, 32). περὶ δὲ ταύτης τῆς ἀναγνώσεως ἐντελέστερον διαληψόμεθα ἐν τῇ Γ τῆς Ὀδυσσείας (50), ὅταν περὶ τῆς Ζηνοδοτείου γραφῆς ἐπιζητῶμεν, πότερον “τοῦ ἕνεκα σοὶ προτέρῳ” ἢ “τοῦ ἕνεκά τοι.”

295. ὅτι κοινὸν τὸ ἐπιτέλλεο καὶ ὁ γάρ περισσός. οὕτως δὲ γίνεται περισσὸς ὁ ἐξῆς· διὸ ἀθετεῖται.

298. μαχήσομαι] οὕτως διὰ τοῦ η, οὐ διὰ τοῦ εσ, καὶ ἡ Μασ- σαλιωτικὴ καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Ἀντιμάχου καὶ ἡ Ἀριστοφάνους.

299. οὔτε τῳ ἄλλῳ] ἵνα μὴ νομισθῇ πρὸς ἕνα μόνον ἀξιόχρεως εἶναι μάχεσθαι. ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμπερι- είληφεν οὐκ ἐπαμύνοντας αὐτῷ στερουμένῳ τῆς δωρεᾶς.

οὔτε τῳ] τὸ τω σημαίνει πέντε, ὄνομα, ἄρθρον, ἀντωνυμίαν, σύν- δεσμον αἰτιολογικὸν καὶ ῥῆμα. ὄνομα μὲν οὕτως “οὔτε σοὶ οὔτε τῳ ἄλλῳ·” ἔστι γὰρ ἀντὶ τοῦ τινί. ῥῆμα δὲ, οἷον “Κύκλωψ, τῆ, πίε οἶνον᾿” (Od. 9, 347)· ἔστι γὰρ τὸ θέμα τῶ, ὃ σημαίνει τὸ λαμ- βάνω. ἄρθρον δὲ οὕτως “ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε τῷ Ἀσκληπιάδῃ” (Il. 11, 613). ἀντωνυμίαν δὲ, ὡς ἐν τῷ “τῷ μιν ἐεισάμενος ” (Il. 2, 22). σύνδεσμον δὲ αἰτιολογικὸν οὕτως “τῷ σε καὶ οὐ δύναμαι” (Od. 13, 351).

*ἐπεί μʼ ἀφέλεσθέ γε δόντες] καὶ ὑβρίσατε ἑαυτοὺς, οὐ γὰρ [*](3. Ζηνοδοτείου Lehrsius] ὀδυσ- Aristarchi ad v. 304. διὰ τοῦ εσ] I. e. μαχέσσομαι. σείου 5. Scholion defectum marginis Verba διὰ τοῦ η, οὐ διὰ τοῦ εσ ad- interioris ad verba μὴ γὰρ ἔμοιγε didit epitomator, ut intelligerent referendum, κοινὸν τὸ ἐπιτέλλεο καὶ lectores cur scriptura μαχήσομαι ὁ γὰρ περισσὸς ὁ ἑξῆς· διὸ ἀθετεῖται, annotata sit. Disertius in scholio quod correxi cum Cobeto. Simi- codicis Veneti B dicitur Aristar- liter Friedl. κοινὸν τὸ ἐπιτέλλεο καὶ chum διὰ τοῦ η scripsisse μαχήσομαι ἐτι τὸ “μὴ γὰρ ἔμοιγε, περισσὸς οὖν Heracleonem vero probasse μα- ὁ ἑξῆς· διὸ ἀθετεῖται. Quod primo χέσσομαι. Nihil annotatum est versus proximi (296) vocabulo in scholiis ad 6, 184, ubi libri in σήμαιν᾿ in A superscriptum παρα- μαχέσσατο consentiunt, sed Ari- γράφου signum. error librarii est, starchus, si constare sibi voluit, qui al σήμαιν᾿ obeli signum appin- μαχήσατο scribere debuit. gere debebat, ad quod referenda 10. ἄλλῳ om. Hoc et proxi- sunt scholiastae verba ad v. 295 mum scholion ordine inverso. ὁ ἐξῆς ἀθετεῖται, collato scholio 15. τῆ] τι simillimo ad v. 443. 21. καὶ ὑβρίσατε —οὐ γὰρ ἐμέ 7. In marg. interiore οὗ διὰ sine lemmate in marg. interiore] τοῦ η μαχήσομαι et cum nomine * ἐπεί μʼ ἀφέλεσθέ γε δόντες: ἐπειδη)

44
ὅτι Ζηνόδοτος γράφει ἐπεί ῥʼ ἐθέλεις ἀφελέσθαι. ἔργῳ δὲ κοινωνεῖ εἰς ἄπαντας, ὡς τὸν αἴτιον τῆς ἀφαιρέσεως ἀγνοῶν.

301. *ἀνελών] ἕν ἐστι τὸ ἀνελών.

302. * πείρησαι] τὸ πείρησαι προπαροξυτόνως· προστακτικὸν γὰρ ὡς τὸ “σὺ δὲ φράσαι” (83).

εἰ δʼ ἄγε μὴν, πείρησαι] προπαροξυτονητέον τὸ πείρησαι, ἵνα ᾖ προστακτικὸν, ὡς τὸ “ σὺ δὲ φράσαι ” (83), καίτοι πολλάκις τῶν τοιούτων τὸν τόνον ἐχόντων τῶν ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰς αι ληγόντων· “ἀλλά με κακκεῖαι σὺν τεύχεσι·” “τῆ δὲ τόδε κρή- δεμνον ὑπὸ στέρνοιο τανύσσαι” (Od. 5, 346). οὐ μέντοι τὸ τοιοῦτο διηνεκές· ἔστι γὰρ ἂ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· “ἀλλὰ σὺ μὲν κατάλεξαι ” (Od. 19, 44) “νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι ” (Il. 22, 285). καὶ τὸ τοιοῦτο δόξειεν ἂν, ὅτι ἐπὶ τινῶν μὲν ἤλλαξαν τοὺς τόνους, ἐπὶ τινῶν δʼ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προστακ- τικὴ ἀνάγνωσις κεῖσθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευστικὸν ἐπίρρημα, ὅπερ σημεῖόν ἐστι προστακτικῆς ἐγκλίσεως, οἰκείως καὶ τὰ τῆς ἀναγνώσεως ἐνεγένετο, ἄγε πείρησαι, ὡς καὶ ἐν ἑτέροις “δεῦρʼ ἄγε καὶ σὺ ξεῖνε πείρησαι ἀέθλων” (Od. 8, 145).

304. * μαχεσσαμένω] καὶ τοῦτο ὁμοίως τῷ προκειμένῳ διὰ τοῦ η ἀξιοῖ Ἀρίσταρχος.

305. ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν] δύναταί ὁ τις διαστέλλειν βραχὺ ἐπὶ τὸ νηυσὶν, ἵνʼ ᾖ τὸ ἑξῆς ἀγορὴν Ἀχαιῶν.

307. ἤϊε σύν τε Μενοιτιάδῃ] ὅτι εἰπὼν τὸ πατρωνυμικὸν παρέ- λιπε τὸ κύριον.

309. * ἐς δʼ ἐρέτας] διὰ τοῦ ν Ἀρίσταρχος, ἐν δʼ ἐρέτας.

312. κέλευθα] παρὰ τὸ ἐλεύθω. ἔστι δὲ ὡς τὸ δίφρα λύχνα· μεταβολὴ γένους· ἀντὶ γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν. γίνεται γὰρ [*](δεδωκότες μοι αὐτήν ἀφείλεσθε καὶ τινῶν μὲν Bekkerus] μὲν om. ὑβρίσατε ἑαυτοὺς, οὐκ ἐμέ. 19. Conf. p. 43, 7. 1. ἔργῳ] ὀργῆ Lehrsius. 21. Ἀχαιῶν om. κοινωνεῖ] καινοποιεῖ Friedl. 25. Lemma om. 2. ὡς addidit Friedl. 27. μεταβολὴ (μεταβολῆ Bastius) τὸν σἴτιον Lehrsius] τὴν αἰτίαν. γένους] κατὰ μεταπλασμὸν γένους ἐστίν 7. ὡς—φράσαι] om. Etym. M. p. 502, 23. 9. κακκεῖαι] κακκῆαι Od. 11, 74 Inter εἶπεν et γίνεται γὰρ in cum Aristarcho. A per dittographiam repetuntur 10. τανύσσαι] Conf. schol. ad verba γίνεται γὰρ μεταβολὴ γένους· ἀντὶ γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν. 13. δόειεν Cobetus] δόξει)

45
μεταβολὴ γένους εἰς ἕτερον γένος, ὡς ἀπό τοῦ τράχηλος τὸ τρόχηλον, ἔνθεν πληθυντικὸν παρὰ Καλλιμάχῳ (fr. 98) τὰ τράχηλα γυμνάζειν. καὶ λύχνος λύχνα, δίφρος δίφρα, καὶ ἀπὸ τοῦ ἐρετμὸς τὸ ἐρετμόν. Τάρταρος ἀρσενικῶς, καὶ κατὰ μεταβολὴν ἡ Τάρταρος παρὰ Πινδάρῳ (Pyth. 1, 29) “ὅς τʼ ἐν αἰνᾷ Ταρτάρῳ,” καὶ οὐδέτερον τὸ Τάρταρον Ἡσίοδος (Th. 119) “Τάρταρά τʼ ἠερόεντα.” τοιοῦτόν ἐστι καὶ τὸ ὑγρὰ κέλευθα.

314. εἰς ἅλα λύματʼ ἔβαλλον] τὰ περιττώματα εἰς τὴν ἀπέριττον θάλασσαν βάλλουσι. καὶ Εὐριπίδης “θάλασσα κλύζει πάντα τἀν- θρώπων κακά” (Ipb. T. 1193).

λύματʼ] φύσει γὰρ τὸ ὕδωρ τῆς θαλάσσης καθαρτικόν.

317. κνίση δʼ οὐρανὸν ἷκεν] δοκεῖ ἡ λέξις τέσσαρα σημαίνειν, ὡς καὶ τῷ Πορφυρίῳ δοκεῖ, αὐτό τε τὸ λίπος καὶ τὸν ἐπίπλουν καὶ τὸ κρέας καὶ τὴν ἀναθυμίασιν. ἔστι δὲ παρὰ τὸ κνίσω. ὑπʼ ὄψιν δʼ ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα τῆς πιμελῆς φανταστικῶς. ἀπὸ οὖν τοῦ κνίσω μέλλοντος γέγονε· πλεῖστα γὰρ ὀνόματα ἀπὸ μελλόντων γέγονεν, οἷον ἅψω ἀψίς, λέξω λέξις,] δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα. οὕτως οὖν καὶ κνίσω κνίσα. εἰ δέ τις εἴποι ὅτι πόθεν δῆλον ὅτι δίφθογγον οὐκ ἔστι, φαμὲν ὅτι κνίζω ἐστὶ καὶ ἔχει τὸ ι· τὰ γὰρ διὰ τοῦ ιζω τὸ ι μόνον ἔχουσι. τὸ δὲ κνισμός ὁμοίως ἐκ τοῦ κνίζω, κνίσω κνισμός, ὡς λογίσω λογισμός. τὸ κνίσα καὶ τὸ ῑ καὶ τὸ ᾱ βραχὺ, καὶ τὸ μὲν ῑ, ἐπειδὴ τὰ διὰ τοῦ ιζω τὸ ι βραχὺ ἔχει, τὸ δὲ ᾱ, ἐπειδὴ τὰ εἰς α θηλυκὰ, ἀπὸ μελλόν- των ἢ ἐνεστώτων γινόμενα, βραχὺ ἔχει τὸ α, δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα, μῶ μῶσα καὶ μοῦσα. ἐκτέταται δὲ ποιητικῶς τὰ δύο· “κνίση δʼ οὐρανὸν ἷκεν.”

320. Εὐρυβάτην] ὅτι καὶ ἕτερος Εὐρυβάτης, Ὀδυσσέως κῆρυξ (Il. 2, 184). ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ Πυλαιμένους (Il. 5, 576).

[*](1. τράχηλος] τράχη 9. πάντα τἀνθρώπων] παντʼ ἀν- 2. ἔνθεν ex Etym. M.] ἔνθα θρώπων πληθυντικὸν] πληθυντικῶς Etym. 11. Lemma om. 27. Εὐρυβάτην] emma ἀλλʼ γυμνάζειν] Apud alios gramma- ὅγε Ταλθύβιον καὶ Εὐρυβάτην. ticos γυμνάζει: v. Schneider. ad 28. τὰ περὶ Πυλαιμένους Cobetus] Callimachi fragm. 98. τὰ πυλαιμενῆα 5. ὅς τ᾿] ὥστ·)
46

321. ὀτρηρὼ θεράποντε] παρὰ τὸ ὄρω τὸ ὁρμῶ. θεράποντες δὲ οἱ τοὺς κρείσσονας διʼ ὠφέλειαν θεραπεύοντες, ὡς Ἐτεωνεὺς καὶ Μηριόνης. ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι θεράποντες καλοῦνται.

322. ἔρχεσθον κλισίην] στικτέον κατὰ τὸ τέλος τοῦ στίχον. αὐ- τοτελὴς γὰρ ὁ λόγος, καὶ ὁ ἑξῆς ὁμοίως. τὸ δὲ ἀγέμεν ἀντὶ προσ- τακτικοῦ τοῦ ἄγε.