Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

249. τοῦ καὶ ἀπὸ γλώσσης] ἡ γλῶσσα τρία σημαίνει, αὐτό τε τὸ σῶμα, καὶ τὴν διάλεκτον, καὶ τὸ ἀπεξενωμένον τῶν λέξεων. μέλιτος γλυκίων] μέλιτος διὰ τὸ πείθειν, ῥέεν πρὸς τὸ ἀνεμπό- διστον. ἔοικε δὲ ἀποτείνεσθαι εἰς ἑαυτὸν ὁ κατὰ συλλογισμὸν ἔπαινος.

*ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν γλυκίω. τὰ δὲ τοιαῦτα σνγκριτικὰ ἔχει τὸ ν.

250"τῷ δʼ ἤδη δύο μὲν γενεαὶ] ὅ ἐστι, δύο τριακονταετηρίδες παρεληλύθεσαν ἐπʼ αὐτῷ. ἡ γὰρ γενεὰ λ΄ ἔτη ἔχει· τελεία γὰρ αὕτη πρὸς γένεσιν ἡλικία. οἱ μὲν οὖν συντεχθέντες αὐτῷ ἀπολώ- λεισαν ὑπὸ Ἡρακλέους, οἱ δὲ συγγηράσαντες οὐ συνεστράτευσαν αὐτὸς δὲ, “οὔ μιν ἐπέτρεπε γήραι λυγρῷ (Il. 10, 79). τῶν οὖν υἱῶν αὐτῶν ἧρχεν. ἔστιν οὖν ἑβδομηκονταέτης· δύο γὰρ γενεὰς πληρώσας εἰς τὴν τρίτην κατελέγετο. ἀμέλει τήν τε Ἑκαμήδην ἔχει καὶ μετὰ τὸν νόστον σύνεστι τῇ γυναικί.

μερόπων ἀνθρώπων] μεμερισμένην τὴν φωνὴν ἐχόντων, ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζώων. ὅ ἐστι μεριζομένην εἰς συλλαβὰς καὶ ἔναρθρον ἐχόντων τὴν ὄπα, τουτέστι τὴν φωνήν. ἢ ἀπὸ Μέροπος τοῦ Ὕαντος, ὃς μετὰ τὸν κατακλυσμὸν πρῶτος συνῴκισε τοὺς ἀνθρώπους. [*](kerus posuerunt κατάξυλον: nam verbis poetae ἀξύλῳ ὕλῃ praepositiones in codicibus sae- 4. ἐνίψει] ἐνήψει pissime cum nominibus suis con- 14. πείθειν] *πείθειν ἑτοίμως iunguntur. Adiectivi κατάξυλος 20. * παρεληλύθεσαν] παρεληλύθει- unum praeter hoc novimus exem- σαν plum ex glossemate καταξύλῳ, quod 22. * οἱ δὲ] οἳ in codicibus quibusdam Il. 11, 29. *ἢ απὸ] ἢ om. 155 cum πολυξύλῳ adscriptum est 30. *Ὕαντος] υἵαντος)

39
ἢ τῶν μοιρούντων περὶ τὴν ὄπα. οἱ δὲ, τῶν παρεξηλλαγμένην ὄπα ἐχόντων.

251. ἐφθίαθʼ οἵ οἱ] ὅτι Ζηνόδοτος γράφει αἵ οἱ. γενέσθαι δὲ ἅμα τραφῆναί τε ἀδύνατον.

*τὸ ἅμα ἐπὶ καιροῦ, τὸ ὁμοῦ ἐπὶ τόπου.

252. ἐν Πύλῳ ἠγαθέῃ] τοῦτο καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο- μένοις δύναται συντάττεσθαι.

255. ἦ κεν γηθήσαι Πρίαμος] ἕως τοῦ μάχεσθαι συναπτέον· βραχὺ δὲ διασταλτέον παῖδες, θυμῷ, μαρναμένοιιν. περισπαστέον δὲ τὸν ἦ· βεβαιωτικὸς γάρ. τὸ δὲ γηθήσαι παροξυτονητέον, ἐπειδὴ εὐκτικόν ἐστιν, ἡ δὲ αι ἐν τοῖς εὐκτικοῖς μακρά ἐστιν.

258. * οἳ περὶ μὲν βουλῇ] διὰ τοῦ ν βουλήν, οὐ διὰ τοῦ ι. οὕτως Ἀρίσταρχος καὶ ἐν τῇ πολυστίχῳ.

ἡ περί ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ· τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεσις γὰρ ἀντὶ ἑτέρας προθέσεως παραλαμβανομένη τὸν ἴδιον τόνον φυλάττει. οὕτως ἔχει καὶ τὸ “ἀλλ᾿ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων” (287). εἴτε τοῖς ἑξῆς συνάπτεται, ἀντὶ τοῦ περίεστε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶσα πρόθεσις ἔχουσα σύνταξιν πρὸς ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάσσει, ὡς τὸ “νήπιοι οἳ κατὰ βοῦς ὑπερίονος ἠελίοιο ἤσθιον” (Od. 1, 8).

260. ἠέπερ ἡμῖν] ὅτι Ζηνόδοτος γράφει ἠέπερ ὑμῖν ἀντὶ τοῦ ἡμῖν. ἐφύβριστος δὲ ὁ λόγος. διὰ δὲ τοῦ ἡμῖν καὶ ἑαυτὸν συγκατα-) ριθμεῖ καὶ πάντας τοὺς καθʼ αὑτόν.

262. οὐδὲ ἴδωμαι] ὅτι παραλέλειπται ἡ μή ἀπαγόρευσις. ἔστι γὰρ οὐδὲ μὴ ἴδωμαι, ὅμοιον τῷ “πληθὺν δʼ οὐκ ἂν ἐγῶ μυθήσομαι οὐδʼ ὀνομήνω” (Il. 2, 488).

263. οἷον Πειρίθοον] Πειρίθους ὁ Ἰξίονος γένει μὲν ἦν Ἀθηναῖος, ᾠκείωτο δὲ τοῖς Κενταύροις· πρὸς γάμον δὲ ἀγόμενος Ἱπποβότειαν [*](12. βουλῆ] Sic in lemmate: idem γράφει ἠέπερ ὑμῖν] ὑμῖν a m. rec. in textu est, sed in βουλὴν mu- in ἡμῖν mutatum. Rectam esse tatum. Ζenodoti scripturam ὑμῖν, pravam 13. καὶ ἐν] καὶ Σέλευκος ἐν Schmidt. Aristarchi ἡμῖν, ostendit Cobetus Did. p. 117, collato scholio ad 1, Mnem. novae vol. 2 p. 167. 340, repugnante La Roche Textkr. 24. οὐδὲ ἴδωμαι] Lemma οὐ γάρ πω τοίους ἴδου. 19. τὸν ἴδιον τόνον bis scriptum. 27. *γένει] γένη 21. ἠέπερ ἡμῖν] Lemma ἤδη γάρ 28. Ἱπποβότειαν] * Ἱτποδάμειαν ποτʼ ἐγώ.)

40
τὴν Βούτα τοὺς Κενταύρους συνεκάλεσεν εἰς εὐωχίαν, οἵτινες οἰνωθέντες ἐπεχείρουν ὑβρίζειν ὅσαι τῶν Ἑλληνίδων παρῆσαν γυναικῶν· ὅθεν οἱ Λαπίθαι συστάδην μαχεσάμενοι διώκουσιν αὐτοὺς εἰς Μαλέαν, ὄρος τῆς Πελοποννήσου. ἡ δέ τινι ἀναστρεφομένη μεταβαλόντι τὴν φύσιν εἰς ἵππον διεμίγη, καὶ τὸν προειρημένον ἐγέννησε Πειρίθουν, ὃς ὠνομάσθη ἀπὸ τοῦ περιθεῖν ἵππῳ ὁμοιωθέντα τὸν Δία ἐν τῷ μίγνυσθαι τῇ μητρὶ αὐτοῦ.

264. Καινέα] ὁ Καινεὺς Ἐλάτου μὲν ἦν παῖς, Λαπιθῶν δὲ βασιλεύς, πρότερον ἦν παρθένος εὐπρεπὴς, μιγέντος δὲ αὐτῇ Ποσει- δῶνος, αἰτησαμένη μεταβαλεῖν εἰς ἄνδρα ἡ νεᾶνις ἄτρωτος γίνεται, γενναιότατος τῶν καθʼ αὑτὸν ὑπάρξας. καὶ δή ποτε πήξας ἀκόντιον ἐν τῷ μεσαιτάτῳ τῆς ἀγορᾶς θεὸν τοῦτο προσέταξεν ἀριθμεῖν. δι᾿ ἣν αἰτίαν ἀγανακτήσας ὁ Ζεὺς τιμωρίαν τῆς ἀσεβείας παρʼ αὐτοῦ εἰσεπράξατο. μαχόμενον γὰρ αὐτὸν τοῖς Κενταύροις καὶ ἄτρωτον ὄντα ὑποχείριον ἐποίησε· βαλόντες γὰρ αὐτὸν οἱ προειρημένοι δρυσί τε καὶ ἐλάταις ἤρεισαν εἰς γῆν. μέμνηται δὲ αὐτοῦ καὶ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς (1, 59), λέγων οὕτως “Καινέα γὰρ δὴ πρόσθεν ἔτι κλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες οὔτε μιν ἀγκλῖναι προτέρω σθένον οὔτε δαίξαι, ἀλλʼ ἄχρηκτος ἄκαμπτος ἐδύσατο νειόθι γαίης, θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν.”

Ἐξάδιόν τε] παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο, παρὰ δὲ τοῖς νεωτέροις καὶ χωρὶς τοῦ ε εὑρέθη, ὡς καὶ Ὀϊλεὺς μὲν παρὰ τῷ ποιητῇ καὶ παρʼ Ἡσιόδῳ. εἰ δὲ χρὴ πρὸς τὸν χαρακτῆρά τι λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡς ὅτι ἐχρῆν δασύνεσθαι αὐτό· τὸ γὰρ ε πρὸ τοῦ ξ, ὑποστελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις ἐξῆς ἕξω. χωρὶς εἰ μὴ λέγοι τις διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι.

268. φηρσὶν] τοῖς Κενταύροις. Ἰξίων ὁ Φλεγύου παῖς, Δίαν τὴν Δηῖονέως γήμας, ἐλθόντα τὸν κηδεστὴν ἐπὶ τὰ ἕδνα δόλῳ κατα- πρήσας, μανεὶς καὶ ὑπὸ θεῶν καθαρθεὶς τὸν φόνον, Ἥρας ὕστερον ἠράσθη. Ζεὺς δὲ βουλόμενος αὐτὸν δοκιμάσαι εἰ τῷ ὄντι τολμᾷ ποιῆσαι τοῦτο, νεφέλην ἀπεικάσας Ἥρᾳ παρέκλινεν αὐτῷ. ὁ δὲ [*](4. *ἡ—ἀναστρεφομένη] ἡν—άνα- 19. *μιν—προτέρω] μὴν—πρότε- στρεφομένην. ρον 8–21. Conf. Eustath. p. 101, 12. 30. *Δηῖονέως] ἰωνέως)

41
μιγεὶς τῇ νεφέλῃ ὡσανεὶ τῇ Ἥρᾳ ἔσχε παῖδα Κένταυρον, ἀφʼ οὗ τὸ τῶν Κενταύρων γένος. μετὰ δὲ θάνατον ἔλαβε δίκας παρʼ αὐτοῦ ὁ Ζεὺς, ποιήσας αὐτὸν ἐν τοῖς καταχθονίοις στρέφεσθαι μετὰ πολλῆς βίας ἐπὶ τροχοῦ σιδηροῦ.

φηρσὶν Αἰολικῶς· ἢ φυήρεσιν, ἡρμοσμένοις τὰς φύσεις. ᾤκουν δὲ περὶ Πήλιον.

ὀρεσκῴοισι] κείω κοῖος κῷος ὀρεσικῷος καὶ ὀρεσκῷος.

269. *μέθʼ ὁμίλεον] οὕτως Ἀρίσταρχος τὴν μετά φυλάσσειν τὸν τόνον.

270. τηλόθεν ἐξ ἀπίης] ὅτι παραλλήλως τηλόθεν ἐξ ἀπίης. οἱ δὲ νεώτεροι ἐξεδέξαντο τὴν Πελοπόννησον.

271. κατʼ ἔμʼ αὐτόν] οὕτως κατὰ παράθεσιν ἐν δύο τόνοις, ἐμὲ αὐτόν· σύνθετος γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔστιν.

*ὅτι Ζηνόδοτος γράφει κατʼ ἐμωυτόν. τὸ δὲ πλῆρες ἐμὲ αὐτόν.

272. μαχέοιτο] ὅτι ἀντὶ τοῦ μάχοιτο, οὐ κατὰ διαίρεσιν, ἀλλὰ κατὰ παρένθεσιν τοῦ ε.

273. ξύνιεν] οὕτως ἡ Ἀριστάρχειος διὰ τοῦ ε, ξύνιεν, ὡς “αὐτὰρ ἐπεὶ κόσμηθεν” (Il. 3, 1). μέμνηται δὲ αὐτοῦ καὶ ἐν τῷ ιζ΄ ὁ Ἡρωδιανός.

275. * τόνδʼ ἀποαίρεο] ὅτι ἀρχαϊκῶς τόνδʼ ἀφαιροῦ, οὐχὶ τοῦδε.

276. *ἔα] ἐκτατέον τὸ ἄλφα.

277. * Πηλείδήθελʼ] ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα δια- λύηται εἰς τὸ ἔθελε.

Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν Ὁμηρικὴν συνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεστῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατατικοῦ· “ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει” (287)· “ ἤθελε Μηριό- νης” (Il. 10, 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συνηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπὶ τὴν δη συλλαβὴν ὀξεῖαν παραλαμβάνειν, ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλάβου γενομένου, ὡς καὶ συνήθης ἐστὶν ὁ ποιητής. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐστὶ τρισύλλαβον ὂν, ὡς δείκνυται ἐν τοῖς περὶ ῥημάτων.

[*](6. Πήλιον] * τὸ Πήλιον verba οὕτως — κόσμηθεν, omisso 8 et 20—22. Lemmata om. αὐτὰρ ἐπεί. φυλάσσειν] φυλάσσων Lehrsius. 22. ἐγκεκλιμένως] Conf. schol. ad 14. ἐμωυτὸν] Idemerror Zenodoti 11, 217. ad 14, 162, refutatus ab Aristonico. 29. συνήθης ἐστιν (συνηθής ἐστιν 17. οὕτως ἡ Ἀριστάρχειος additum A. σύνηθές ἐστιν Vill.) ὁ ποιητής] ex scholio intermarg. in quo sunt σύνηθές ἐστι τῷ ποιητῇ Lehrsius.)
42

280. καρτερός] τὰ εἰς τερος τρισύλλαβα βαρύνεται, οἷον σφέτερος πρότερος κύντερος. πῶς οὐχὶ κάρτερας κατὰ βαρεῖαν λέγομεν; ὅτι τοῦτο οὐκ ἦν εἰς τερος, ἀλλ᾿ εἰς ερος· τὸ γὰρ τ οὐκ ἐν τῇ παραγωγῇ ἔσχεν· ἦν γὰρ ἀπὸ τοῦ κράτος. ὡς ἀπὸ τοῦ βλάβος βλαβερός οὐ διὰ τοῦ βερος ἡ παραγωγή (ἐν γὰρ τῷ πρωτοτύπῳ τὸ β), οὕτως καὶ ἀπὸ τοῦ κράτος κρατερός διὰ τοῦ ερος ἡ παραγωγὴ, οὐ διὰ τοῦ τερος.

280, 281. ὑποστικτέον ἐπὶ τὸ ἐσσί καὶ μήτηρ, τοῦ ἀλλά πρὸς μὲν τὴν σύνδεσιν πλεονάζοντος, μόνην δὲ ἐναντίωσιν παριστάντος. δύναται δέ τις τὸ μὲν ἐσσί ὑποστίζειν, τὸ δὲ μήτηρ στίζειν, ἵνα ὁ δέ περισσεύῃ, ἀπʼ ἄλλης δὲ ἀρχῆς “ἀλλʼ ὅδε φέρτερός ἐστι.” βέλτιον δὲ τὸ πρότερον.