Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

212. *τὸ δὲ] δύο μέρη λόγου εἰσίν.

τετελεσμένον ἔσται] ὅτι Ζηνόδοτος γράφει τετελέσθαι ὀΐω. τοῦτο δὲ Ἀχιλλεῖ ἥρμοζεν.

214. *ἡμῖν] ὅτι ὀρθοτονητέον, ἵνα ᾖ διασταλτική.

216. χρὴ μὲν σφωίτερόν γε] ὅτι πρὸς δύο ἀμείβεται· τὸ γὰρ σφωΐτερόν ἐστι δυϊκόν. κακῶς ἄρα ἀθετεῖ Ζηνόδοτος τὸν “πρὸ δέ μʼ κε θεά,” καὶ τὸν “ἄμφω ὁμῶς” (208, 209). ὁ λόγος δὲ αἱρεῖ στίζειν ἐπὶ τὸ κεχολωμένον καὶ ἄμεινον· ἕκαστος γὰρ καθʼ ἑαυτὸν λόγος ἀπηρτισμένος ἐστί. καὶ οἱ μὲν πρῶτοι δύο ὑπὸ τοῦ γάρ συνδέσμου [*](12. ὡς λύκος ἄρνα] Notum pro- Rhen. novo vol. 28 p. 489. verbium ὡς λύκοι ἄρνα φιλοῦσ, ὣς 19. ὃ Vill.] ὦ παῖδα φιλοῦσιν ἐρασταί. COBET. 21. τετελεσμένον ἔσται] Lemma 16. τό τε ὑπερβατὸν Vill.] τὸ τῷ ὦδε γὰρ ἐξερέω. τετελέσθαι] τελέεσθαι Cobetus. ὑπερβατῷ τοῦ γὰρ Friedl. Nican. p. 145] 25. τὸν πρὸ Bekkerus] τὸ πρὸ τοῦ περ. De prava Ptolemaei et 26. τὸν ἄμφω Bekkerus] τὸν om. Seleuci interpunctione dixit Ios. αἱρεῖ] ἐρεῖ Κraussius in Ritschelii Museo)

35
συνημμένοι εἰσίν· ὁ δὲ τρίτος “ὅς κε θεοῖς ἐπιπείθηται” ἀσύνδετός ἐστι πρὸς τὸν δεύτερον, διὸ τελείαν ἔχει τὴν πρὸ ἑαυτοῦ στιγμήν· γελοῖος δʼ ὁ Πτολεμαῖος, ὃς αἰτίαν ἡγεῖται τῶν διαστολῶν ἐνθάδε τὸ γνωμικῶς λέγεσθαι τὸν τελευταῖον στίχον· καὶ γὰρ εἰ μὴ γνωμικὸς ἦν, οὐδαμῶς ἐδύνατο συνάπτεσθαι τοῖς ἄνω, ἀσύνδετος ὢν, ὁ λόγος.

χρή] ὀξυτονητέον καὶ ἐν τῇ συντάξει βαρυνόμενον σημαίνει ἐπίρ- ρημα τὸ δεῖ—“χρὴ μὲν σφωίτερόν γε, θεὰ, ἔπος εἰρύσασθαι”—, περισπώμενον δὲ ῥῆμα Ἀττικόν. ἀπὸ γὰρ τοῦ χρῶμαι τὸ δεύτερον τῆς κοινῆς διαλέκτου ἐστὶ χρᾷ, Ἰωνικῶς, Ἀττικὸν δὲ χρῆ, ὡς εἴρηται Ἀλεξάνδρῳ ἐν Διονύσῳ “ἰδοὺ κάτοπτρον. εἰπέ μοι τούτῳ τί χρῇ;”

217. ὡς γὰρ ἄμεινον] στικτέον, εἶτα ἀπὸ ἄλλης ἀρχῆς “ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τʼ ἔκλυον αὐτοῦ.” γνωμικώτερον γὰρ τὸ τοιοῦτο εἴρηται. οὕτως Ἡρωδιανός.

218. * ἔκλυον] πρὸς τὸ σχῆμα, ὅτι οὐ κλύουσιν εἶπεν ἢ ἀκού- σωται.

219. ἦ καὶ ἐπʼ ἀργυρέῃ] τοῦτο τὸ ἦ ψιλῶς λεγόμενον καὶ περι- σπωμένως δηλοῖ σύνδεσμον παραπληρωματικὸν τὸν ἤτοι, ἴσον τῷ δή, οἷον “ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν” (169), καὶ παραλλήλως “ἦ δὴ- λοίγια ἔργα” (573). δηλοῖ δὲ καὶ ἀπορηματικὸν σύνδεσμον· “ἦ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώ- πων Ἀτρεῖδαι;” (Il. 9, 339). δηλοῖ δὲ καὶ τὸ ἔφη· “ἦ καὶ κυανέ- ῃσιν” (528). καὶ σεσημείωται Ἀρίσταρχος ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ ἐπὶ προειρημένοις λόγοις ἐπιφέρει τὸ δηλοῦν τὸ ἔφη, ὡς ἐπὶ τοῦ προκειμένου, ὁ δὲ Πλάτων μετʼ αὐτὸν ἐπιφέρει τὸν λόγον. ψιλού- μενον δὲ καὶ βαρυτονούμενον δηλοῖ σύνδεσμον διαζευκτικόν· “ἢ εὖ ἠὲ κακῶς” (Il. 2, 253). ἔστι δὲ τε καὶ ἀντὶ συναπτικοῦ τοῦ εἴ τίθε- ται, οἷον “οὐδʼ ἀφαμαρτοεπὴς, ἢ καὶ γένει ὕστερος ἦεν” (Il. 3, 215). ποτὲ δὲ παρέλκει· “ἀλλὰ τί ἢ με ταῦτα παρεξερέεσθαι ἕκαστα;” (Il. 10, 432). δασυνόμενον δὲ καὶ ὀξυτονούμενον ἄρθρον προτακτικὸν δηλοῖ· “ἡ δʼ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ” (Il. 22, 151). δηλοὶ δὲ [*](1. συνημμένοι Friedl. Nican. p. 13. Ἡρωδιανός] ἡρωιδιανός. Et sic 145] συνηγμένοι saepissime. 4. γνωμικὸς Vill.] γνωμικὸν 14. ἔκλυον om. 7. εἰρύσασθαι] εἰρύσσασθαι 19. ἀπορηματικὸν] ἀπορρηματικὸν 9. κρᾷ] χρὴ (sine accentu). 26. τοῦ εἴ] τοῦ ῆ. 10. τούτῳ τί χρῇ Hermannus] τί 27. ἢ καὶ] εἰ καὶ χρὴ τοῦτο 28. τί ἤ με] τίη με. 11. ὅς κε] ὥς κε 30. προρέει] προρρέει)

36
καὶ ἄρθρον ὑποτακτικὸν, οἷον “ἢ μυρίʼ Ἀχαιοῖς” (2). δηλοὶ δὲ καὶ ἀναφορικὴν ἀντωνυμίαν· “ὡς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπεν” (Od. 6, 109). δηλοῖ δὲ καὶ τὴν σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου, συζυγοῦσαν τῇ ἐμῇ σῇ. ὑποδείγματα δὲ ταύτης παρʼ Ὁμήρῳ οὐχ εὑρίσκεται, ἐκ δὲ τοῦ ἀναλόγου νοεῖται· αἱ γὰρ πλάγιοι πᾶσαι διʼ αὐτῆς παρʼ Ὁμήρῳ σώζονται.

κώπη παρὰ τὸ κοπτικὸν τοῦ ξίφους.

219, 220. ὅτι Ζηνόδοτος μεταγράφει “ὣς εἰπὼν πάλιν ὦσε μέγα ξίφος οὐδʼ ἀπίθησε” καὶ τοὺς δύο ἕνα ἐποίησεν.

κουλεόν] κουλεὸς παρὰ τὸ κοῖλον εἶναι, ξίφος παρὰ τὸ σκίπτω σκίφος καὶ ξίφος Δωρικῶς.

222. *δώματʼ ἐς αἰγιόχοιο] βραχὺ διασταλτέον ἐπὶ τὸ Διός. δύναται μὲν ἀθετεῖσθαι· οἱ γὰρ θεοὶ πρὸ μιᾶς ἡμέρας εἰς Αἰθι- οπίαν εἰσὶ κεχωρισμένοι· δύναται δὲ καὶ Ὁμηρικῷ τρόπῳ ἀκούεσθαι, μετὰ δαίμονας ἄλλους, εἰς τὸν τῶν δαιμόνων τόπον.

μετὰ] ὅτι ἀντὶ τῆς ἐπί.

μετὰ δαίμονας ἄλλους] οὕτως δαίμονας καλεῖ τοὺς θεοὺς, ἤτοι ὅτι δαήμονες (ἔμπειροι γὰρ καὶ ἴδριες πάντων αὐτοί εἰσιν), ἢ ὅτι διαι- τηταί εἰσι καὶ διοικηταὶ τῶν ἀνθρώπων, ὡς Ἀλκμὰν ὁ λυρικός φησιν “ὅς ἑθεν πάλοις ἔπαλλεν δαίμονάς τʼ ἐδάσσατο,” τοὺς μερισμοὺς, τὰς διαιρέσεις αὐτῶν. Ἡσίοδος δὲ δαίμονάς φησι τοὺς ἐκ τοῦ ζῆν μεταστάντας, ὄντας δὲ ἐπὶ τῆς Κρόνου βασιλείας, τοῦ χρυσοῦ γένους, λέγων αὐτοὺς φύλακας θνητῶν ἀνθρώπων (O. 122).

225. οἰνοβαρὲς κυνὸς ὄμματʼ ἔχων] ὅτι Ζηνόδοτος τοῦτον τὸν τόπον ἠθέτηκεν, ἕως τοῦ ναὶ μὰ τόδε σκῆπτρον (234). καθʼ ἑκάστην δὲ λοιδορίαν βραχὺ διασταλτέον, ἐπὶ δὲ τὸ τέλος στικτέον· προσαγο- ρευτικὴ γὰρ ἡ περίοδος. ἡ δὲ ἑξῆς ῥηματική· διὸ ἀπʼ ἄλλης ἀρχῆς “οὔτε ποτʼ ἐς πόλεμον οὔτε λόχον.”

*κραδίην δʼ ἐλάφοιο] λέγεται χολὴν οὐκ ἔχειν ἐν τῷ ἥπατι περι- κειμένην τὴν ἔλαφον.

[*](7. κώπη—ξίφους] Haec post 18. δαήμονες] θαΐμονες scholion proximum leguntur. *γὰρ] om. 10. κουλεόν] om. 20. ὅς ἑθεν Vill.] οἴεθεν 15. μετὰ Vill.] ἡμῶν μετὰ τʼ ἐδάσσατο Vill.] τε δάσσαντο 16. ὅτι ἀντὶ τῆς (ἀν codex) ἐπὶ] 23. *φύλακας] δαίμονας φύλακας. Hoc non inter scholia, sed in 27. ῥηματική Bekkerus] περιοδικὴ textu supra μετὰ scriptum. ῥηματική)
37

226. οὔτε ποτʼ ἐς πόλεμον] τοῦτο δημοκρατικοῦ βασιλέως καὶ. δημαγωγικοῦ.

227. οὔτε λόχονδʼ ἰέναι] τοῦτο ἀριστοκρατικοῦ. ἅμα οὖν τῶν ἰδίων κατορθωμάτων ὑπομιμνήσκει· ὅτι γὰρ καὶ ἐλόχα δῆλον ἀπὸ Λυκάονος (Il. 21, 35). καὶ “ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρός” (ll. 13, 277).

228. τὸ δέ τοι κήρ] ἐν δύο μέρεσι λόγου, ἵνα ᾖ τοῦτο δέ σοι θάνα- τος νομίζεται.

229. ἦ πολὺ λώϊον] περισπαστέον τὸν ἦ· κατʼ ἀρχὴν γὰρ κεῖται, ἰσοδυναμῶν τῷ δή· δύναται δὲ βραχὺ διαστέλλεσθαι ἐπὶ τὸ εὐρύν, ἵνʼ ᾖ Ἀχαιῶν δῶρʼ ἀποαιρεῖσθαι.

* περισπαστέον τὸν η. καὶ ἐν τῷ “ἦ γὰρ ἂν, Ἀτρείδη” (232).

231. δημοβόρος βασιλεύς] καθʼ ἑαυτὸ τοῦτο ἀναγνωστέον, ὡς καὶ Φιλοξένῳ ἐν τῷ περὶ προσῳδιῶν δοκεῖ, ἵνα τὸ κομματικὸν τῆς προ- φορᾶς τὴν ὀργὴν μᾶλλον ἐμφαίνῃ. δύναται δὲ καὶ τὸ εἰ ῥῆμα λεί- πειν, ὑφʼ ἓν ἡμῶν ὅλον προφερομένων τὸν στίχον, ἵνʼ ᾖ δημοβόρος εἶ βασιλεὺς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις. ἀλλʼ οὐκ ἐπείγει.

232. ἦ—λωβήσαιο] ὅτι τὸ εὐκτικὸν ἀντὶ παρεληλυθότος ὁριστι- κοῦ τοῦ ἐλωβήσω παρείληπται, ὡς “καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας (Il. 5, 311). τὸν δὲ ἦ περισπαστέον· βεβαιωτικὸς γάρ ἐστιν.

καἰ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι] ἐπόμνυσθαί ἐστι τὸ ὑπισχνούμενον ὀμόσαι, ἀπομνύναι δὲ τὸ ἀποφάσκειν.

234. ναὶ μὰ τόδε] πεπλεόνακε τῷ μά ἀρνητικῷ ἤγουν ἀπωμοτικῷ μορίῳ κατὰ Ἀττικὸν ἔθος· ἤρκει γὰρ εἰπεῖν νὴ τοῦτο τὸ σκῆπτρον. ἰστέον δὲ ὅτι διὰ τοῦ σκήπτρου ὄμνυσιν αὐτὸν τὸν ἔφορον τῆς βασι- λείας θεόν.

234—240. ναὶ μὰ τόδε σκῆπτρον] ὅλη ἡ παρέκβασις διὰ μέσου, ἕως τοῦ “ἦ ποτʼ Ἀχιλλῆος ποθή.” διὸ τὰ μεταξὺ διαστολαῖς τε καὶ ἀνυποκρίτοις στιγμαῖς ἀναπαύσομεν. τὸ γὰρ ἑξῆς, ναὶ μὰ τόδε σκῆ- πτρον, ἦ ποτʼ Ἀχιλλῆος.

ναὶ μὰ τόδε σκῆπτρον —ἦ ποτʼ Ἀχιλλεύς] μεταξὺ παρενείρει, ἅτε σκεπτόμενος ὅπως ὀμόσῃ, οὔτε ὁμοίως ἐῶν ὅλως κατὰ τῆς βε- βαιότητος τοῦ ὅρκου, ἀλλὰ δεικνὺς ἐν ἤθει ὅτι τιμιώτερον κατάξυλον [*](26. *αὐτὸν] αὐτῷ κατὰ ξύλον potius est quam quod 34. κατάξυλον] καταξύλον, quod Villoisonus (sine accentu) et Bek-)

38
τὸ σκῆπτρον, καθʼ Ὄμηρον· διὸ καὶ ἐπιφέρει “ὁ δέ τοι μέγας ἔσσε- ται ὅρκο.”

ὁ δέ τοι μέγας ἔσσεται] ἄμεινον δύο μέρη λόγου ποιεῖν “ὁ δέ τοι νημερτὲς ἐνίψει” (Od. 11, 148).

240. *τὸ ποθή ὀξυτόνως.

241. * οὕτως Ἀρίσταρχος, τότε δʼ οὔτε.

244. οὐδὲν ἔτισας] ὅτι πλεονάζει τὸ δεν· ἰσοδυναμεῖ γὰρ τῷ οὐκ ἔτισας.

Ἀρίσταρχος παρέλκειν λέγει τὸ δεν, Ἀπολλόδωρος δὲ ἐν γλώσσαις εἶναι τὸ πλῆρες οὐδὲ ἕν. πολλοῖς γὰρ καὶ τῶν ἄλλων γραμματικῶν δοκεῖ τρία εἶναι μέρη λόγου, οὔ καὶ δέ καὶ ἕν.