Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

149. κερδαλεόφρον] παροξυτόνως ἡ κλητική. καὶ καθόλου τὰ παρὰ τὸ φρήν συντεθέντα, εἰς ων καταλήξαντα, ἐπὶ κλητικῆς παρ- οξύνεται, Λυκόφρον, “καρτερόθυμε δαίφρον” (Il. 5, 277). τὰ δὲ ἄλλα ἐπὶ κλητικῆς ἀναδίδωσι τὸν τόνον, ὁπότε ἐστὶ σύνθετα εἰς ον βαρύτονα, Ἀγάμεμνον, ὀλβιόδαιμον, κυλλοπόδιον, Ποσείδαον. ἔνθεν παράλογος ἡ Λακεδαῖμον προπερισπωμένη κλητική.

τὰ κέρδεα ἀπλᾶ μὲν ὄντα μέσα ἐστὶ, συντιθέμενα δὲ ψόγον δηλοῖ. ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. φησὶ γοῦν “κέρδεά θʼ οἷ᾿ οὔ πώ τινʼ ἀκούομεν” (Od. 2, 118).

151. ἶφι] ἐσχημάτισται οὕτως. ἴς ἰνός ἰνόφι, ὡς χαλκός χαλκοῦ χαλκόφι. καὶ κατὰ συγκοπὴν τῆς νο συλλαβῆς ἶφι.

[*](6. ἐστὶν] εἰσ placuit librario, quod centenis aliis ἐρύσσωμεν] ἐρύσσομεν in locis non addidit. σημεῖον est 9. θείομεν] Lemma θείομεν, ἂν διπλῆ simplex, non περιεστιγμένη, δʼ αὐτήν. quae praescripta est in textu A. 13. ἥμιν] Sic in textu A, super- 27. *κέρδεά θʼ οἷ οὔ πω] κέρδεά scripto ἐγκλιτέον. τʼ οὔπω 16. τὸ σημεῖον hoc loco addlere)
28

153. δεῦρο μαχησόμενος] βέλτιον ἐπὶ τὸ δεῦρο διαστέλλειν, ἵνʼ ἡ ἤλυθον δεῦρο, * * * ἐπεὶ σόλοικόν ἐστι, τὴν εἰς τόπον σχέσιν δηλοῦντος τοῦ ἐπιρρήματος. δύναται δʼ ἴσως τις λέγειν ὡς καὶ τὴν ἐν τόπῳ σχέσιν δηλοὶ ἐν Ὀδυσσεία “ πωλεῖταί τις δεῦρο γέρων ἄλιος ” (Od. 4, 384)· σημαίνει δὲ ἀντὶ τοῦ ἀναστρέφεται ἐν τούτῳ τῷ τόπῳ. βέλτιον δέ ἐστι τὸ πρότερον, ἐπεὶ καὶ ἐκεῖ τὴν εἰς τόπον σχέσιν μᾶλλον δηλοῖ, ἀντὶ τοῦ παραγίνεται πολλάκις ἐνθάδε.

154. οὐ γὰρ πώποτʼ] οὕτως ὑφʼ ἓν, πώποτε, Ἀρίσταρχος. ἀεὶ δὲ τὸ πώποτε ἐν συνθέσει ἂν ἐπὶ παρῳχημένου παραλαμβάνεται, οὐδέποτε δὲ ἐπὶ μέλλοντος.

156. *περισπαστέον τὸν ἡ· ἔστι γὰρ βεβαιωτικός.

157. *σκιόεντα] σκιόωντα διὰ τοῦ ω Ἀρίσταρχος.

θάλασσά τε ἠχήεσσα] ὁ λόγος, οὐδέποτε ἠδίκησάν με οἱ Τρῶες, ἐπειδὴ μεταξὺ Φθίας καὶ Πελοποννήσου πολλά ἐστι μέγιστα ὄρη καὶ πολλὴ θάλασσα, ὡς μήτε ὑπήκοόν με σοὶ εἶναι μήτε ἀστυ- γείτονα.

159. τιμὴν ἀρνύμενοι] ὅτι Ζηνόδοτος γράφει τιμὴν ἀρνύμενος, καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἠγνόηκε δὲ ὅτι ἡ τιμὴ νῦν ἀντὶ τῆς τιμωρίας κεῖται· καὶ τὸ ἀρνύμενος οὐκ ἔστι λαμβάνων, ἀλλʼ ἀντὶ τοῦ εἰσπρατ- τόμενος παρὰ Τρώων.

160. πρὸς Τρώων τῶν οὔ τι μετατρέπει] τινὲς ἐπὶ τὸ Τρώων στίζουσι, καὶ τὸ ἐπιφερόμενον μόριον ἐπὶ τὰ προειρημένα πράγματα, οὐκ ἐπὶ τοὺς Τρῶας ἔχειν τὴν ἀναφορὰν βούλονται. ἐὰν μέντοι ἐπὶ τὸ Τρώων ἀναφέρηται καὶ ἀντὶ ὑποτακτικοῦ τοῦ ὧν κέηται, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Τρώων, ὡς ἐπὶ τοῦ “οὐλομένην ἣ μυρίʼ Ἀχαιοῖς.”

τῶν οὔ τι μετατρέπει οὐδʼ ἀλεγίζεις] ἤτοι τῶν πεπραγμένων εἰς τὴν σὴν χάριν, ἢ τῶν ἀκολουθησάντων. δύναται δὲ καὶ ὑπὲρ [*](2. Lacunam indicavit Friedl. 14–17. ὁ λόγο — ἀστυγείτονα] ad Nican. p. 143, fortasse verbis Haec in A infra post scholion explendam ἢ τῷ μαχησόμενος συνάπ- versus 164. τειν αὐτό. 20. ἀλλʼ ἀντὶ τοῦ εἰσπραττόμενος] σόλοικόν ἐστι Vill.] σόλοικον ἔσται, ἀλλὰ τὸ ἀρνύμενοι ἀντὶ τοῦ εἰσπραττό- αι per compendium expresso. μενοι Friedl. 9. πώποτε Cobetus] ποτὲ 29. ὑπὲρ] ἐπὶ Cobetus. 13. σκιόεντα om.)

29
τῶν Τρώων ἀκούεσθαι, ἵνʼ ᾖ ὧν οὐκ ἀλεγίζεις τῶν ἐπικειμένων πολεμίων.

* Ἰακῶς τὸ μόγησα αἱ Ἀριστάρχου.

163. *ὁππότʼ Ἀχαιοί] ὅτι Ζηνόδοτος γράφει οὐδʼ ὅτʼ Ἀχαιοί. ἠγνόηκε δὲ ὅτι ἤλλακται τὸ ἔχω ἀντὶ τοῦ ἔσχον.

164. Τρώων ἐκπέρσωσʼ] ὅτι φανερὸν ἐκ τούτου ὡς καὶ ἐν τοῖς ἐπάνω (129) περί τινος τῶν περιχώρων ἐστὶ πόλεων ὁ λόγος. καὶ ὅτι ὁ χρόνος ἤλλακται, ἐκπέρσωσιν ἀντὶ τοῦ ἐκπέρσουσιν.

166. δασμός] μερισμὸς τῶν λαφύρων δηλονότι.

168. ἔρχομʼ ἐπὶ νῆας, ἐπὴν κεκάμω] ὅτι δύναται ὑφʼ ἓν κεκάμω, δύναται δὲ καὶ χωρὶς τοῦ κε· καὶ ὅτι ἤλλακται ὁ χρόνος, ἔρχομαι ἀντὶ τοῦ ἠρχόμην.

Ἀρίσταρχος γράφει ἐπεί κε κάμω, ἵνα μὴ ᾖ διπλασιασμὸς ἐν. τῷ ῥήματι· καὶ οὕτως ἡ συνήθης ἀνάγνωσις. οὕτως δὲ καὶ Ἡρω- διανὸς, φάσκων ὅτι τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίς χρεία ἐν δευτέρῳ αὐτὸν κεῖσθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲς ἐπήν κε γράφουσιν.

169. *Φθίηνδʼ] οὕτως σὺν τῷ δ αἱ Ἀριστάρχου, Φθίηνδ᾿. καὶ ἡ Ζηνοδότου ὁμοίως.

ὁ νοῦς, ὑπερβατόν· νῦν δʼ εἶμι Φθίηνδε σὺν νηυσὶ κορωνίσιν, ἐνθάδʼ ἄτιμος ἐὼν, ἐπειὴ πολὺ φέρτερόν ἐστιν. οὐχ ὑπολαμβάνω δέ σε, φησὶν, ἐμοῦ ἀπόντος καταστρέψαι τὴν Ἴλιον καὶ πλοῦτον πολὺν σχεῖ.

*ὅτι πτῶσις ἐνήλλακται· ἀντὶ γὰρ γενικῆς κέχρηται ὀνομαστικῇ, ἀντὶ τοῦ οὐχ ὑπονοῶ δὲ ἐνθάδε σε ἐμοῦ ὄντος ἀτίμου πλουτήσειν.

171. ἄφενος καὶ πλοῦτον] ἄφενος καλεῖται ἡ ἀπὸ ἑνὸς ἐνιαυτοῦ περιουσία, πλοῦτος δὲ ἡ ἀπὸ πολλῶν.

[*](3. τὸ μόγησα] τὸ ἐμόγησα. Legit 16. ὅτι τινες] ὅτινες Aristarchus πολλὰ μόγησα, non 17. emma on. τόλλʼ ἐμόγησα. καὶ ἡ Ζηνοδότου ὁμοίως] * Ζηνόδο- 4. Lemma om. τος δὲ χωρὶς τοῦ δέ. τινὲς δὲ χωρὶς 7. περί τινος Bekkerus] ὅτι περί τοῦ δέ, καὶ ἡ Ζηνοδότου ὁμοίως, Duentzerus Ζenod. p. 72. 8. ἐκπέρσουσιν] ἐκπέρθουσιν Co- 23. πτῶσις] ἡ πτῶσις Bekkerus. betus. 24. σε ἐμοῦ Friedl.] σου. 11. δύναται δὲ Friedl.] δὲ om. ἀτίμου addidit Vil. χωρὶς τοῦ κε] In textu est ἐπήν 26. πολλῶν Bastius Append. κε, κάμω, εἰ super ὴν scripto. Ep. crit. p. 53] πο cum signo τοῦ κε] τοῦ κε κάμω Vill. compendii A.)
30

173. φεῦγε μάλʼ] διασταλτέον βραχὺ ἤτοι ἐπὶ τὸ φεῦγε ἢ ἐπὶ τὸ μάλα. ἢ γὰρ φεῦγε μάλα, ἢ εἴ τοι μάλα θυμὸς ἐπέσσυναι, εἰ λίαν ὤρμησαι. ἢ τάχα περιττεύει τὸ μάλα.

θυμός] τοῦτο τὸ ὄνομα παρὰ τῷ ποιητῇ σημαίνει πέντε, τὴν ὀργὴν, ὡς ἐν τῷ “ θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων” (Il. 2, 196)· τὴν ψυχὴν, ὡς ὅταν εἴπῃ “μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10, 495)· τὴν ἐπιθυμίαν, ὡς ἐν τῷ “ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ” (Od. 5, 126)· τὸν ἐπιλογισμὸν, ὡς τὸ “ἕτερος δέ με θυμὸς ἀνῆκεν” (Od. 9, 302)· τὴν ὁμόνοιαν, ὡς ἐπὶ τοῦ “ἀλλ᾿ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ” (Od. 3, 128).

*ἔγωγε] οὕτως προπαροξυτονητέον τὸ ἔγωγε, ἵνʼ ᾖ ἕν.

174. πάῤ ἔμοιγε] τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν ὀξυτονη- τέον. καὶ καθόλου ὁπότε σημαντικαί εἰσι ῥημάτων αἱ προθέσεις, τοῦτον τὸν τόνον ἀναδέχονται· “ ἐπεὶ οὐ τοι ἔπι δέος” (515) “οὐ γὰρ ἔπʼ ἀνὴρ οἷος Ὀδυσσεύς” (Od. 2, 58). τὴν δὲ ἔμοιγε προπαροξυτο- νητέον· ἔστι γὰρ Ἀττικὴ, ὡς καὶ ἡ ἔγωγε.

175. *οἵ κέ με τιμήσουσι] ὅτι περισσὸς ὁ σύνδεσμος, ἢ τὸ τιμήσουσιν ἀντὶ τοῦ τιμήσειαν.

* μητίετα] οὕτως Ἀρίσταρχος τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. καὶ ἴσως πλεονασμός ἐστι τοῦ ε.

οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς] Βοιωτῶν καὶ Αἰολέων ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισμὸς, οἷον “ αὐτὰρ ὁ αὖτε Θυέστα” (Il. 2, 107) ἀντὶ τοῦ Θυέστης, καὶ ἱππηλάτα ἀντὶ τοῦ ἱππηλάτης, καὶ νεφεληγερέτα ἀντὶ τοῦ νεφεληγερέτης, καὶ κυα- νοχαῖτα ἀντὶ τοῦ κυανοχαίτης. παῤ ἡμῖν δὲ οὐδὲν ἀρσενικὸν ὄνομα ἐπὶ τῆς εὐθείας εἰς α λήγει.

τὰ εἰς ης βαρύτονα βραχείᾳ παραληγόμενα, ἀπρόσληπτα τοῦ σ κατὰ γενικὴν, παροξυνόμενα, ἐν τῇ κλητικῇ φυλάττει τὸν τόνον. σεσημείωται τὸ δέσποτα καὶ εὐρύοπα καὶ μητίετα προπαροξυτο- νούμενα.

176. * ἔχθιστος] ὅτι συγκριτικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο.

[*](2. εἴ τοι] ήτοι 10. ἔχοντε] ἔχοντες 3. τάχα] καὶ τάχα Friedl. 17, 19. Lemma om. 17. ἡ Friedl.] καὶ. Nican. p. 143. 6. *τήν ψυχὴν] καὶ τήν ψυχήν 31. συγκριτικῷ] Immo ὑπερθετικῷ, 8. *ὡς τὸ] om. ut monet Friedl. p. 31. 9. ἀνῆκεν] legitur ἔρυκεν.)
31

διοτρεφέων] τῶν σὺν Διὸς γνώμῃ τεθραμμένων, ἐπεὶ τῆς αὐτοῦ σειρᾶς εἰσὶν, ὡς καὶ Ἡσίοδός φησιν (Th. 94) “ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἐπὶ χθονὶ καὶ κιθαρισταὶ, ἐκ δὲ Διὸς βασιλῆες.”

177. *αἰεὶ γάρ τοι ἔρις] ὅτι ἐνταῦθα ὀρθῶς εἴρηται, ἐν δὲ τῇ Ὀδυσσείᾳ οὔ.

178. εἰ μάλα καρτερός ἐσσι] ἐπὶ τὸ ἐσσί ὑποστικτέον, ἵνα στί- ζωμεν κατὰ τὸ τέλος τοῦ στίχου, τὰ δὲ ἑξῆς ἀπʼ ἄλλης ἀρχῆς προ- φερώμεθα, οἴκαδʼ ἰών. ἢ ὑποστικτέον καὶ ἐπὶ τὸ ἔδωκεν ἀνυποκρίτως, ὡς διὰ μέσου τὸ ἡμιστίχιον ἀναφωνεῖσθαι, καὶ τὸ ἑξῆς εἶναι, εἰ μάλα καρτερός ἐσσι, οἴκαδʼ ἰών.