Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ΜΗΝΙΝ ἄειδε] ζητοῦσι διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, οὕτως δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα, πρῶτον μὲν, ἵνʼ ἐκ τοῦ πάθους ἀποκαθαρεύσῃ τὸ τοιοῦτο μόριον τῆς ψυχῆς, καὶ προσεκτι- κωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ, καὶ προεθίσῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν· δεύτερον δὲ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως οὐ κατα- τρέχει, ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ.

ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις γέγονεν. ἄλλως τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ γὰρ προσεκτικοὺς ἡμᾶς ἡ τῶν ἀτυχημάτων διήγησις ἐργάζεται, [*](Scholia in textu asterisco notata sunt intermarginalia, de quibus in Praefatione p. vii dictum est. Scripturae in annotationibus asteriscis notatae ex aliis scholiorum codicibus sunt petitae, ex quibus codicis Veneti 454, quem littera A designamus, scholia vel corrigi vel defecta restitui possunt: de quo in Annotationibus voluminis ultimi plura dicentur. Vitiorum orthographicorum correctiones vel ex aliis codicibus sumtus vel ab editoribus factas non fuit operae pretium ad suos sin- gulas revocare auctores, quum talia a quovis emendari possint, exceptis gravioribus nonnullis, quarum auctores indicavimus. 4. Rubrica in A. ερ α, i. e. vior Zenodoto tribuitur in Veneto ἐρώτησις ἀπόκρισις. B; de quo v. Duentzer. p. 27. Scholia ab ζητοῦσι vel ζτεῖται vel 6. *ἀποκαθαρεύσῃ (alii * ἀποκα- simplici διὰ τί incipientia pleraque θαριεύσῃ)] ἀποκαταρρεύσῃ omnia Porphyrii sunt, pauca ali- 7. *προεθίσῃ] προσεθίζῃ orum, de quo dixi in Praef. p. 9. * δεύτερον δέ] δέ om. xiii, xiv. Primae quaestionis διὰ 11. ἀξιοπιστότερον] *ἀξιόπιστος τί ἀπὸ τῆς μήνιδος ἢρξατο solutio bre- (praestat ἀξιοπιστότερος) ὤν.)

4
καὶ ὡς ἄριστος ἰατρὸς πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον τὴν ἴασιν ἐπάγει. Ἑλληνικὸν δὲ τὸ πρὸς τέλει τὰς ἡδονὰς ἐπάγειν. ἰστέον δὲ ὅτι ὥσπερ ἐπὶ συκῆς πρῶτον μέν ἐστιν ὄλυνθος, εἶτα φήληξ, σῦκον, ἰσχὰς, οὕτω πρῶτον ὀργὴ, θυμὸς, χόλος, κότος, μῆνις. ὅμως ὁ ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλέως χρῆται. “ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν” (192)· “οὐδʼ ὄθομαι κοτέοντος” (180)· “αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος” (488).

μῆνιν] παρὰ τὸ μένω μῆνις ὡς ἔνος ἦνις. οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς.

διὰ τί εὐθὺς ἀπὸ τῶν τελευταίων τοῦ πολέμου ἤρξατο; καί φα- μεν ὅτι ἅπας μὲν ὁ χρόνος ὁ πρὸ τοῦ δεκάτου ἔτους οὐκ ἔσχεν οὕτω σννεχεῖς τὰς μάχας, διὰ τὸ καὶ τοὺς Τρῶας αὐτοὺς φόβῳ τοῦ Ἀχιλ- λέως ἐντὸς κατακεκλεῖσθαι τοῦ τείχους· τὸ δὲ δέκατον ἔτος πλείονας ἔσχε τὰς πράξεις καὶ τοὺς πολέμους ἰσοπάλους, τοῦ Ἀχιλλέως ὀργιζομένου· ὁ δὲ ποιητὴς οἰκονομικῶς κἀν τούτῳ ἤρξατο μὲν ἀπὸ τῶν τελευταίων, διὰ δὲ τῶν σποράδην αὐτῷ λεχθέντων περιέλαβε καὶ τὰ πρὸ τούτου πραχθέντα.

ἄειδε] ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμβάνει τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· καὶ γὰρ Ἡσίοδός φησι “δεῦτε δὴ ἐννέπετε” (O. 2), καὶ Πίνδαρος “μαντεύεο Μοῦσα” (fr. 118), καὶ Ἀντίμαχος ὁ Κολοφώνιος “ἐννέπετε Κρονίδαο Διὸς μεγάλοιο θύγατρες.” δεύτερον δὲ, ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπι- τάσσουσιν, ἀλλʼ ἑαυτοῖς.

θεά] οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν. ἀμέλει καὶ ἐν Ὀδυσσείᾳ “ἄνδρα μοι ἔννεπε Μοῦσα.”

Ἀχιλῆος] οὕτως ἀναγνωστέον διὰ τοῦ ἑνὸς λ, καὶ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος (ὅ ἐστι λύπην) ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος.

[*](4. φήληξ] φίλιξ cumpictum. 7. νηυσὶ παρήμενος] νηυσὶν, omisso 13. * δέκατον ἔτος] ἔτος om. 14. *ἰσοπάλους (alii *ἰσοπαλεῖς)] παρήμενος. 8. μῆνιν: παρὰ Bekker.] μῆνις ἰσοπάλου παρὰ 17. τούτου] *πούτων ἕνος ἦνις Bastius ad Greg. Cor. 20. * μαντεύεο] μάντευο 21. Κρονίδαο ex Eustathio] κρο- p. 273] εν ῆνις 10—17. διὰ τί—πραχθέντα] Scho. νίωνος lion manus recentioris in marg. 28. θιγεῖν] θίγειν exteriore intra ornamentum eir-)
5

*ὁ Κοτιαεὺς Ἀχιλῆος· διὰ τὸ μέτρον ἓν λ γράφεται καὶ τὸ Κάμανδρος ἀντὶ τοῦ Σκάμανδρος γράφεται.

2. μυρία] τινὲς θρηνητικὰ, παρὰ τὸ μυριᾶσθαι· καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν, ἐφʼ οἷς μυριᾶσθαι καὶ τὸ κλαῦσαι. οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις.

ἱστορία. Ξοῦθος ὁ Αἰόλου παῖς, ἀγαγόμενος Κρέουσαν τὴν Ἐρε- χθέως θυγατέρα, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἴωνα καὶ Ἀχαιόν· ὧν ὁ μὲν Ἴων ᾤκησεν Ἀθήνας, ὁ δὲ Ἀχαιὸς φόνον ἐμφύλιον δράσας παρεγένετο εἰς Θεσσαλίαν, καὶ κυριεύσας τῆς χώρας τοὺς ὑποτε- ταγμένους ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀχαιούς. Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν, ἀπὸ Ἕλληνος τοῦ Διός. πρῶ- τοι οὖν οὕτως ἐλέγοντο οἱ ἐν Θεσσαλίᾳ ἄνθρωποι, καὶ οὗτοι οὐ πάντες, ἀλλὰ μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει. ἔπειτα μεγάλα δυναστευθέντος τοῦ Ἕλληνος καὶ τῶν τούτου παίδων, ἀπʼ αὐτοῦ πάντες ἐκλήθησαν Ἕλληνες.

3. * πολλὰς δʼ ἰφθίμους ψυχάς] ὅτι κακῶς τινὲς μεταγράφουσι “πολλὰς δʼ ἰφθίμους κεφαλάς,” ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ ἀγαθοὺς λέγῃ ἰφθίμους κεφαλάς.

4, 5. ὅτι Ζηνόδοτος τοὺς δύο ἀθετεῖ. γίνεται δὲ τὸ προοίμιον κόλον. καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέσταλκε τὸ αὐτοὺς δέ ἐπὶ τῶν σωμάτων. ἥρωας δέ φασι κληθῆναι ἀπὸ τῆς ἀρετῆς, ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος “ἠέρα ἑσσάμενοι” (O. 124). ἢ· ἀπὸ τῆς ἐράσεως, τουτέστι τῆς μίξεως τῶν θεῶν· οἱ γὰρ θεοὶ θνηταῖς γυναιξὶ συνερχόμενοι ἐποίουν γένος τὸ τῶν ἡρώων. ἢ ἀπὸ τῆς ἔρας. ἔρα δὲ γῆ κατὰ διάλεκτον, ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ γένος τῶν ἀνθρώ- πων.

[*](1. γράφεται—γράφεται] γρ.—γρ. haec scriptura tribuitur in scho- ut solet. ὁ Κοτιαεὺς est Alexander. liis aliis, sumta ex Il. 11, 55. 2. ἀντὶ τοῦ] ἀν, et alibi non 20. ἰφθίμους addidit Friedlaen- raro pro ἀντὶ τοῦ derus. 22. ἐπὶ τῶν Bekkerus] ἐπί τῖν 6. *πάντων] π ÷ (i. e. τινων) 8. ἱστορία] ἱὀ σ rubrica. 23. ἤρωας δέ—ἀνθρώπων] Compa- *ἀγαγόμενος] ἀγόμενος randum cum hoc scholio Etym. M, 9. Ἴωνα] ἴονα p. 437, 22 et Plato in Cratylo p. 15. δυναστευθέντος] *δυνηθέντυς 398. 18. τινὲς] Apollonio Rhodio 25. ἐράσεως] ἐρώσεως Par. 2766.)
6

5. Διὸς δʼ ἐτελείετο βουλή] τινὲς σὺν τῷ ῑ κατὰ δοτικὴν, οἷον τῇ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο.

5, 6. Διὸς δʼ ἐτελείετο βουλὴ, ἐξ οὖ δὴ τὰ πρῶτα] Ἀρίσταρχος συνάπτει, ἵνα μὴ προοῦσά τις φαίνηται βουλὴ καθʼ Ἑλλήνων, ἀλλʼ ἀφʼ οὗ χρόνον ἐγένετο ἡ μῆνις, ἵνα μὴ τὰ παρὰ τοῖς νεωτέροις πλά- σματα δεξώμεθα.

ἱστορία. Διὸς βουλὴν οἱ μὲν τὴν εἱμαρμένην ἀπέδοσαν, ἄλλοι δὲ ἐξεδέξαντο δρῦν ἱερὰν μαντικὴν τοῦ Διὸς ἐν Δωδωναίῳ ὄρει τῆς Θε- σπρωτίας, ὡς αὐτὸς Ὅμηρος λέγει ἐν Ὀδυσσείᾳ (14, 327.) “τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βου- λὴν ἐπακούσαι.” ἄλλοι δʼ ἀπὸ ἱστορίας τινὸς εἶπον εἰρηκέναι τὸν Ὅμηρον. φασὶ γὰρ τὴν γῆν βαρουμένην ὑπʼ ἀνθρώπων πολυπληθίας, μηδεμιᾶς ἀνθρώπων οὔσης εὐσεβείας, αἰτῆσαι τὸν Δία κουφισθῆναι τοῦ ἄχθους· τὸν δὲ Δία πρῶτον μὲν εὐθὺς ποιῆσαι τὸν Θηβαϊκὸν πόλεμον, διʼ οὗ πολλοὺς πάνυ ἀπώλεσεν· ὕστερον δὲ πάλιν συμβούλῳ τῷ Μώμῳ χρησάμενος, ἣν Διὸς βουλὴν Ὅμηρός φησιν, ἐπειδὴ οἷός τε ἦν κεραυνοῖς ἢ κατακλυσμοῖς πάντας διαφθείρειν. ὅπερ τοῦ Μώ- μου κωλύσαντος, ὑποθεμένου δὲ αὐτῷ τὴν Θέτιδος θνητογαμίαν καὶ θυγατέρος καλῆς γένναν, ἐξ ὧν ἀμφοτέρων πόλεμος Ἕλλησί τε καὶ βαρβάροις ἐγένετο, ἀφʼ οὗ χρόνου συνέβη κονφισθῆναι τὴν γῆν, πολ- λῶν ἀναιρεθέντων. ἡ δὲ ἱστορία παρὰ Στασίνῳ τῷ τὰ Κύπρια πεποι- ηκότι, εἰπόντι οὕτως

  • ἦν ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζόμενʼ ἀνδρῶν
  • . . . ἐβάρυνεβαθυστέρνου πλάτος αἴης.
  • Ζεὺς δὲ ἰδὼν ἐλέησε καὶ ἐν πυκιναῖς πραπίδεσσι
  • σύνθετο κουφίσσαι βάρεος παμβώτορα γαῖαν
  • [*](4. *προοῦσα] παροῦσα ἐβάρυνε addidit Bossonadius. βαθυστέρνου legitur in Nic. Lo- 7. ἱα rubrica. 8. Θεσπρωτίας] θεσπροτίας ënsis Epiphyll. 4, 3 in Gruteri 14. *τὸν Θηβαϊκὸν] τὸν om. Lampade vol. 5, 2, p. 401.] 17. διαφθείρειν] *διαφθεῖραι βαρυστέρνου A. Minus probabiliter 22. *εἰπόντι] εἰπόντος alii εὐρυστέρνου. Adiectivi βαθυ- 23. Criticorum de hoc fragmen. στέρνου exempla v. in Thes. vol. 2. to coniecturas enumeravit Welck. P. 38. in libro de Cyclo epico vol. 2 p. 509 25. πυκιναῖς] πυκινῆς Schneidew. πλαζόμενʼ ἀνδρῶν Barnesius] πλα. 26. κουφίσσαι βάρεος παμβώτορα ζόμενα, omisso ἀνδρῶν. γαῖαν Schneidewinus] κουφίσαι παμ- 24. . . .] ἐκπάγλως supplet Schnei βώτορα γαίης (* γαῖαν) ἀνων (i. e. ἀν- dewinus Philol. vol. 6. p. 591. θρώπων).)
    7
  • ῥιπίσσαι τε πόνου μεγάλην ἔριν Ἰλιακοῖο,
  • ὄφρα κενώσειεν θανάτῳ βάρος· οἱ δʼ ἐνὶ Τροίῃ
  • ἥρωες κτείνοντο· Διὸς δʼ ἐτελείετο βουλή.
  • καὶ τὰ μὲν παρὰ τοῖς νεωτέροις ἱστορούμενα περὶ τῆς τοῦ Διὸς βουλῆς ἐστὶ τάδε. ἡμεῖς δέ φαμεν, κατὰ τὴν Ἀριστάρχειον καἰ Ἀριστοφάνους δόξαν, τῆς Θέτιδος εἶναι βουλὴν, ἣν ἐν τοῖς ἑξῆς φησι λιτανεύουσαν τὸν Δία ἐκδικῆσαι τὴν τοῦ παιδὸς ἀτιμίαν, καθάπερ ἐν τῷ προοιμίῳ.

    7. Ἀτρείδης τε ἄναξ] ἱστορία. Ἀγαμέμνων κατὰ μὲν Ὅμηρον Ἀτρέως τοῦ Πέλοπος, μητρὸς δὲ Ἀερόπης, κατὰ δὲ Ἡσίοδον Πλει- σθένους, τὸ γένος Μυκηναῖος, ὃς ἤγαγε ναῦς εἰς Ἴλιον. ἐκπορθήσας δὲ τὴν Ἴλιον καὶ ὑποστρέψας οἴκαδε ἀναιρεῖται ὑπὸ Αἰγίσθου τοῦ Θυέστου δόλῳ ἐπὶ εὐωχίας· οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδη- μίας ἐμοίχευε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυταιμνήστραν. κατὰ δὲ τοὺς τραγικοὺς, αὐτὴν τὴν Κλυταιμνήστραν ἀνελεῖν αὐτὸν χιτῶνι μὴ ἔχοντι διέκδυσιν τραχήλου. ἔσχε δʼ ἐξ αὐτῆς υἱὸν μὲν Ὀρέστην. καὶ θυγατέρας τέσσαρας, Λαοδίκην, Χρυσόθεμιν, Ἰφιγένειαν καὶ Ἠλέκτραν.

    8. *σφωε] ὅτι Ζηνόδοτος σφῶι ἔγραφεν.

    *ξυνέηκε] δασύνεται τὸ ξυνέηκε.

    9. Λητοῦς καὶ Διὸς υἱός] ἱστορία. Ζεὺς ἐοασθεὶς Λητοῦς τῆς Κοίου θυγατρὸς, ἑνὸς τῶν Τιτάνων, καὶ Φοίβης, ἔγκυον αὐτὴν ἐποί- ησεν· ἥτις δεκαμηνιαίου χρόνου διαγενομένου παρεγένετο διὰ θαλάσ- σης εἰς Ἀστερίαν τὴν νῆσον, μίαν οὖσαν τῶν Κυκλάδων· ἐκεῖσέ τε [*](1. ῥιπίσαι τε πόνου Schneide- de Ζenodoti aliorumque scriptura winus] ῥιπίσαι τε πολέμου τίς τʼ ἄρ (vel τάρ) σφωῖ, quam im- 2. *θανάτῳ] θανάτ (i. e. θανάτου) probat, et recte quidem: v. Duen- * οἱ δʼ ἐνὶ] οἱ δὲ (δὲ per com- tzer. Ζenod. p. 57 et Cobet. Mnem. pendium expresso) ἐν nov. vol. 2 p. 188. Aristonici 5. Ἀριστάρχειον] * Ἀριστάρχου ad hunc versum annotatio excidit 6. Ἀριστοφάνους] * ἀριστοφάνειον ex A, servata vero est ad 10, *ἣν ἐν] ἐν om. 546, ubi eodem quo hic modo 9. Rubrica ἱα. erravit Zenodotus quum σφῶῖ 15. *χιτῶνι μὴ ἔχοντι] χῖτν μὴ (sive ἐγκλιτικῶς σφωϊ) pro σφωε scriberet. ἔχον (i. e. χιτῶνα μὴ ἔχοντα) 19. σφῶ] σφῶῖυ A. Correctum 21. Rubrica ἱσ ex Apollon. de constr. p. 167. et de 22. *Κοίου] κύου pronom. p. 115. qui pluribus dixit 24. * Ἀστερίαν] ἀστέριον)

    8
    ἐλθοῦσα, καὶ ἁψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους ἀπε- κύησε παῖδας, Ἄρτεμιν καὶ Ἀπόλλωνα. καὶ τὴν νῆσον ἐκάλεσε Δῆ- λον, ὅτι ἐξ ἀδήλου βάσεως ἐρριζώθη.

    11. *διὰ τὴν τάξιν τοῦ ἄρθρου, τὸν ἀρητῆρα Χρύσην.

    12—16. *οὐ καλῶς γὰρ ἐν τοῖς ἑξῆς μετετέθησαν.

    13. *εἰ μὲν εἶεν θεοσεβεῖς, τὸ στέμμα, εἰ δὲ φιλοχρήματοι, τὰ ἄποινα, εἰ δὲ οἰκτίρμονες, τὸ γῆρας αἰδεσθήσονται.

    14. *στέμματʼ] ὅτι ἔθος αὐτῷ πληθυντικῶς ἀντὶ τοῦ ἑνικῶς λέγειν.

    στέμματʼ ἔχων ἐν χερσίν] ἱστορία. Λάδωνος τοῦ ἐν Ἀρκαθίᾳ ποταμοῦ Δάφνη ὑπῆρχε θυγάτηρ εὐπρεπεστάτη. ἐρασθεὶς δʼ αὐτῆς Ἀπόλλων καὶ βουλόμενος συγγενέσθαι ἐδίωκε. καταλαμβανομένης δʼ αὐτῆς ὑπὸ τοῦ θεοῦ, φασὶν εὔξασθαι τῇ μητρὶ τῇ Γῇ χάσματι αὐτὴν δεχθῆναι. γενομένου δὲ τούτου, καὶ τῆς Γῆς ἀναδούσης ὁμώνυμον φυτὸν, Ἀπόλλων θεασάμενος ἐξεπλάγη. καὶ τὸ μὲν δένδρον ἀπὸ τῆς παρθένου δάφνην προσηγόρευσεν ὁμωνύμως, λαβὼν δὲ τῶν κλάδων αὐτὸς ἐστέψατο.

    15. * Ἀτρείδα] ὅτι τινὲς Ἀτρείδας.

    18. εὖ δʼ οἴπαδʼ ἱκέσθαι] διὰ τί ὁ Χρύσης κατὰ τῶν οἰκείων ηὔχετο λέγομεν ὅτι πρῶτον μὲν ἔδει κολακεύειν τὸν τύραννον, καὶ ταῦτα λέγειν ἅπερ ἐπεθύμει δρᾶσαι· δεύτερον δὲ ὅτι διὰ τοὺς Τρῶας ἀπολωλέκει τὴν θυγατέρα· ὅθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατʼ αὐτῶν.

    19. * ἱκέσθαι] μέσος ἀόριστος δεύτερος· διὸ παροξύνεται.

    20. *ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.

    21. άζόμενοι] δασύνεται· διὸ τὸ σημεῖον.

    [*](1. *ἐλθοῦσα καὶ ἁψαμένη (* δρε- 10. Rubrica ἱσ. ψαμένη)—ἀπεκύησε] ἐλθοῦσαν καὶ ἁ- 16. τῶν κλάδων Cobetus] τὸν κλά- ψαμένην—ἀποκυῆσαι. unde Vill., ser- δον vatis accusativis, ἀποκυῆσαι λέγεται. 17. αὐτὸς (αὐτ A.)] *αὐτῆς 4. διὰ] Refertur ad διπλῆ, quae 25. ἀπαρέμφατον (ἀπαρεμφ ἇν nec textui nec scholio praescripta προσ codex)] Infinitivum dicit λῦσαι est in A. 5. οὐ καλῶς γὰρ—] Refertur 5 δέχεσθαι. In A male relatum asteriscos his versibus praescriptos. ad v. 23 cum lemmate δέχθαι 26. διὸ τὸ σημεῖον] διατο ση. ἐν τοῖς ἐξῆς] Infra v. 371—375. 8. ἀντὶ τοῦ ἑνικῶς λέγειν] ἀν ενικ Conf. p. 16, 3.)
    9

    ἑκηβόλον Ἀπόλλωνα] ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν θεὸν παρεισάγει ἀξιοῦντα αὐτοὺς δέξασθαι, διὰ δὲ τοῦ ἑκηβόλου εἰς μνήμην ἄξων τῶν τόξων ἐκφοβεῖ αὐτούς.

    22. Ἀχαιοί] ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς έ διῃρεῖτο μοίρας, Ἀργολικὴν, Πυλικὴν, Λακωνικὴν, Μεσσηνιακήν. ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος τὸ ἀρχαῖον Αἰγιάλεια ἐκαλεῖτο, ἀπὸ Αἰγιαλέως τοῦ υἱοῦ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ Μελίας τῆς Ὠκεανοῦ. ὕστερον δὲ Ἀπία πάλιν ἐκλήθη, ἀπὸ Ἄπιδος τοῦ Φορω- νέως παιδός· εἶθ᾿ οὕτως Ἀργος, ἀπὸ Ἄργου τοῦ πανόπτου· τελευταῖον δὲ πάντων Πελοπόννησος, ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντά- λου υἱὸν Πέλοπα.

    24. * ἀλλ᾿ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε] ὅτι Ζηνόδοτος γρά- φει ἀλλʼ οὐκ Ἀτρείδεω Ἀγαμέμνονος. ὁ δὲ ποιητὴς δοτικὴν ἀντὶ γενικῆς παραλαμβάνει.

    ἀρχικὸν τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλων τε οὐκ ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχομένων. μή σε, γέρον, κοίλῃσι] μετὰ σπουδῆς ὁ Ἀγαμέμνων ἀπε- λαύνει τὸν Χρύσην, εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας. καὶ οὐ τοῦτο δὲ λέγει ὅτι γηράσασαν αὐτὴν τότε ἀποδώσει, ἀλλʼ ὅτι πρότε- ρον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται.

    *κιχείω] ὅτι ἀντὶ τοῦ κιχείοιμι.