Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
περόναις ἐπίσαμον: τοῦτο διὰ τὰς περόνας λέγει αἷς ὕστερον ἑαυτὸν ἐτύφλωσεν. εἶπε γὰρ ἐν ἐκείνοις σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον,’ ὅθεν δῆλον ὅτι οὐκ ἐπὶ τῶν σφυρῶν λέγει τὸ χρυσοδέτοις περόναις ἐπίσαμον, ἀλλὰ διὰ τὴν τύφλωσιν ἐπίσημον αὐτὸν γεγονέναι· μᾶλλον δὲ ἐμφαίνει τὰ σφυρὰ τοῦ Οἰδίποδος διὰ τὰ παρακείμενα· ἐπάγει γὰρ βρέφος ἔκβολον οἴκων. οὐ τυφλὸς δὲ ἦν, ἡνίκα ἐκβέβληται. ἴσως οὖν διαφόρου οὔσης τῆς ἱστορίας οὕτως ἀμφοτέροις συγκατατίθεται. A.M.T.
τὸ χρυσοδέτοις περόναις λέγει, ἢ ὅτι φέρεται λόγος ἢ σιδηρᾶς αὐτὰς εἶναι ἢ χρυσᾶς, ἢ ὅτι ὡμολογημένως σιδηραῖ ἦσαν, ὡς καὶ ἐν ἀρχῇ τοῦ δράματος εἴρηται τῷ ποιητῇ σφυρῶν σιδηρᾶ κέντρα δια πείρας. τιμῶν δὲ τοῦτον ὡς βασιλέα οὕτω ταύτας καλεῖ. Gu.
806.-811.
μηδὲ τὸ παρθένιον: οὐδὲ ἡ ὑπόπτερος Σφὶγξ ἡ παρθένος, τὸ ὀρεινὸν τέρας, τὸ πένθος τῆς γῆς ταύτης ὤφειλε δηλονότι ἐλθεῖν σὺν αἰνίγμασιν ἐμμέτροις κακομουσοτάτοις, ἥτις ποτὲ τὴν γενεὰν τὴν ἀπὸ τοῦ Κάδμου καταγομένην διὰ τῶν ὀνύχων τῶν τεσσάρων αὐτῆς ποδῶν ἠφάνιζε τοῖς τείχεσιν ἐπικαθίζουσα, ἣν ὁ κατὰ χθονὸς Ἅιδης ἔπεμψε κατὰ τῶν Καδμείων. Gr. Bar. I.
Τὸ παρθένιον πτερὸν πρὸς τὸ Σφιγγὸς συντακτέον, ἵν’ ᾖ τὸ πτερὸν τῆς παρθένου Σφιγγὸς, τὸ ὄρειον τέρας· ὃ μὴ ὤφειλε, κατὰ κοινοῦ, ἐλθεῖν πένθεα τῆς γῆς, τουτέστιν ἐπὶ πένθει καὶ δυστυχίᾳ Θηβῶν· ἥτις ἐν ᾠδαῖς ἀμουσοτάταις καὶ κακαῖς τοῖς τείχεσι πλησιάζουσα ἔφερεν ἐν ταῖς τετραβάμοσι χηλαῖς Θηβαῖον εἰς τὸ ἄβατον φῶς τοῦ αἰθέρος, ἤτοι εἰς ὕψος τὸ μὴ βατὸν τισὶν ἄλλοις, ἢ τοῖς ὀφθαλμοῖς μὴ ἀφικνουμένοις καὶ φθάνουσι πρὸς τὴν τούτου κατάληψιν· ἥντινα Σφίγγα ἐπιπέμπει τοῖς Θηβαίοις ὁ ὑποχθόνος Ἅιδης. τοῦτο δέ φησι διὰ τὸ αὐτὴν θανάτους ἐπάγειν Θηβαίοις ἐκ τῶν αἰνιγμάτων. ἣν καὶ ὡς αἰτίαν τῶν παρόντων κακῶν ἀπεύχεται μὴ ἐλθεῖν· εἰ μὴ γὰρ τὰ ταύτης αἰνίγματα εὗρεν, οὔτε εἰς ἀθέμιτον γάμον τὸν τῆς μητρὸς ἀφίκετο, οὔτε τὰ νῦν συμβεβήκει, τυφλωθέντος ἐκείνου καὶ ἐπαρασαμένου τοῖς τέκνοις. Gu.