Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

δινεύεις
: οὐδὲ χορεύεις, φησὶν, ὑπὸ θυρσομανεῖ τῷ κώμῳ μετὰ νεβρίδων, ἐν ἄρμασι καὶ ἵπποις ἀναστρεφόμενος, τουτέστιν οὐ νεβρίδας ἔχων καὶ θύρσους, ὥσπερ οἱ τοῦ Διονύσου χοροὶ, δινεύεις καὶ περιχορεύεις, ἀλλ’ ἅρμασι καὶ ἵπποις ἐπιβαίνεις. ἅρμασι δὲ τοῖς τετραπόδεσιν ἅρμασιν οἷς τετράποδα ὑπέζευκται. καὶ ψαλίων, χαλινῶν· ἀντίπτωσις δέ ἐστι, σὺν ἅρμασι καὶ ψαλίοις μωνύχων πώλων. τετραβάμοσι δὲ τετραπόδων. A.C. M.T. Ἄλλως. ψαλίων τῶν ἵππων, παρὰ τὸ ψαύεσθαι αὐτοὺς λίαν, ἤτοι τιθασεύεσθαι. τῇ γὰρ ἐπαφῇ τῶν χειρῶν οἱ ἵπποι συχνῶς καταψώμενοι τιθασοὶ λίαν γίνονται, ὥστε οὐ χρὴ λέγεσθαι ψάλιον ἵππον. διαφέρουσι δὲ αἱ λέξεις, ἡ ψάλιος καὶ τὸ ψελλίον. σημαίνει γὰρ ἡ μὲν τὸ τιθασευόμενος ἵππος, ἡ δὲ πᾶν τὸ ἐπιτιθέμενον ἵπποις εἰς κόσμον καὶ δυνάμενον ἐν τῇ κινήσει ψελλισμὸν ἤτοι ψιθυρισμὸν ἀποτελεῖν. οὕτως συντάξεις τὸ ὅλον χωρίον, οὐ δινεύεις καὶ συστρέφεις μώνυχα πῶλον μετὰ νεβρίδων
καὶ ἐλαφείων δερμάτων ὑπὸ τῷ θυρσομανεῖ καὶ χαίροντι τοῖς θύρσοις καὶ νάρθηξι Διονύσῳ, ἀλλὰ δινεύεις καὶ συστρέφῃ ἐν ἅρμασι καὶ τετραβάμοσι τῶν ψαλίων καὶ τῶν ἵππων, ἤτοι τετρώρῳ ἵππῳ. A.

792.

ἅρμασι
: λείπει τὸ ἀλλά. M.