Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
791.
οὐδ’ ὑπὸ θυρσομανεῖ: οἷον οὐ χορεύεις μετὰ κλάδων καὶ δερμάτων ἐλάφων, ἀλλὰ ἁρμάτων ἐπιβαίνων καὶ ἵππων τετραπόδων παρὰ ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ ποταμοῦ ταῖς ἱππικαῖς χορείαις ἀνασκιρτᾷς, ἐπεγείρας καὶ παροξύνας τὴν γένναν τῶν Θηβαίων τοῖς Ἀργείοις, τὸν χορὸν τὸν φέροντα καὶ σείοντα τὰς ἀσπίδας ἐξ ἐναντίας κοσμήσας τῷ σιδήρῳ. M.T. Fl. 33. ἀντὶ τοῦ θυρσομανοῦς. λέγει δὲ τοῦ Διονύσου. ἡ ὑπό ἀντὶ τῆς σύν, σὺν θυρσομανεῖ Διονύσῳ· ὅπερ καὶ ἄμεινον. A.B.C. M. τῷ θύρσοις καὶ κλάδοις κισσοῦ βακχεύοντι. Gu.
νεβρίδων: νεβρίς ἐστι δέρμα ἐλάφου κατάστικτον, ὃ φοροῦσιν οἱ βακχευταί. ἐπειδὴ γὰρ οἱ μαινόμενοι τὸ δέρμα αὐτῶν κατατέμνοντες ποικίλον αὐτὸ ποιοῦσιν, οἱ σώφρονα μανίαν μαινόμενοι τῷ καταστίκτω τῆς νεβρίδος σοφίζονται τῆς μανίας τὸ σχῆμα. A.B. C.M.T.I.