Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

Κάδμος
: Ἀγήνορος θυγάτηρ Εὐρώπη, ἣν λαβὼν Ζεὺς εἰς Κρήτην ἀγνοίᾳ τοῦ πατρὸς ἤγαγεν. ὁ δὲ περιήρχετο ζητῶν καὶ τοὺς υἱοὺς αὑτοῦ, Κάδμον, Θάσον, Κίλικα καὶ Φινέα, ἀπέστειλε ψηλαφήσαντας μαθεῖν. Κάδμος οὖν τὸν χρησμὸν λαβὼν εἰς τὸ Ἀπόλλωνος ἱερὸν
ἐτάχθη δάμαλιν λαβεῖν, καὶ ἀπερχόμενος ἐλαύνειν ἔμπροσθεν, καὶ ὅπου κλιθεῖσα ἡ δάμαλις πέσῃ, κτίσαι πόλιν. κτίζει οὖν Θήβας, καὶ τὸν δράκοντα ἀναιρεῖ, σπείρας τοὺς ὀδόντας αὐτοῦ, ἐξ ὧν ἀνεφύησαν οἱ γίγαντες. Gu. Bar.

6.

Φοίνισσαν ἐναλίαν χθόνα
: εἰ μὲν ἐπὶ πάσης τῆς Φοινίκης, ἀκουστέον ἀντὶ τοῦ παραλίαν, εἰ δ’ ἐπὶ μιᾶς πόλεως, ἐκδεκτέον τὴν Τύρον· νησιάζεται γὰρ, ὡς καὶ ἑξῆς φησι Τύριον οἶδμα λιποῦσ’ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου, τουτέστι τῆς Φοινίκης νήσου Τύρου. καὶ Κάδμος ἔμολε τάνδε γᾶν Τύριος. Ἄλλως. τὴν Τύρον· νησιάζεται γάρ. προληπτικὸς δὲ ὁ λόγος. οὐδέπω γὰρ ἐκαλεῖτο Φοινίκη. ἐν γοῦν τῷ Φρίξῳ φησὶν
ἦσαν γὰρ Ἀγήνορος κόροι, Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται, φοῖνιξ, ὅθενπερ τοὔνομ’ ἡ χώρα φέρει. καὶ Θάσος.
—A.B. C.M.I.

Φοίνισσαν ἐναλίαν
: τὴν τῆς Φοινίκης παραθαλασσίαν γῆν. Gr. Fl. 5. 6. 9. 21. 56. 59. 76. θαλασσίαν, παραλίαν. Gu.