Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
τὸν ἐμὸν ὠδίνων πόνον: τὸν πόνον, ἤγουν τὸ ἔργον τῶν ἐμῶν ὠδίνων, τουτέστιν ὃν ἐγὼ ὠδινήσασα ἔτεκον. Gr. Fl. 5. 59. 76.
31.
μαστοῖς ὑφεῖτο: ὑπέβαλεν. εὔηθες δὲ, φασὶν, εἰ λελωβημένον ὑπεβάλετο παιδίον, ὅπου γε ἐκτίθεμεν καὶ τὰ ἐξ ἡμῶν πεπηρωμένα. καὶ τί θαυμαστὸν ὑποβάλλεσθαι φοβουμένην μὲν ἐκπεσεῖν διὰ τὴν ἀπαιδίαν, ἀποτρίψασθαι δὲ τὴν τῆς ὑποβολῆς ὑποψίαν διὰ τὴν ὑποῦσαν συμφορὰν τῷ βρέφει; καὶ τὸ ἰαθήσεσθαι δὲ διὰ τοῦτο οὐκ ἀπεγνώκει. A.B.C. M.I.
καὶ πόσιν πείθει: πείθει τὸν ἄνδρα τεκεῖν αὑτὴν, καὶ ἀναπείθει λέγειν τοῖς ἔξω αὐτοῦ τέκνον εἶναι. πῶς δὲ λελωβημένον αὐτὸν ἡ γυνὴ τοῦ βασιλέως ἐλάμβανεν; ὅτι οὐκ ἤθελε τοῖς ἔξω περὶ αὑτῆς δοῦναι ὑπόνοιαν ὡς οὔσης στείρας, ἀλλ’ ἵνα καὶ πίστιν μείζονα ἐνδείξηται ὅτι οὗτος ἐμός ἐστιν ὁ παῖς, ἰδοὺ λελωβημένον αὐτὸν ἔχω· οὐκ ἂν γὰρ ξένον οὐκ ἀσινῆ ὄντα. C.M.T.