Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
ἱπποβουκόλοι: ἱπποβουκόλους ἐνταῦθα καλεῖ ἤτοι μεγάλα βουκόλια νέμοντας· (ἵππος γὰρ τὸ μέγα παρ’ Ἀττικοῖς ὥσπερ καὶ τὸ βοῦς· καὶ γὰρ βούπαιδα τὸν μέγαν φαμὲν, καὶ Ἱπποβῖνον Ἀριστοφάνης τὸν μέγιστον εἰς τὴν συνουσίαν λέγει.) ἢ ἱπποβουκόλους τοὺς τῶν ἵππων βοσκοὺς, καὶ τὸ βουκόλους ἀντὶ τοῦ βοσκοὺς καταχρηστικῶς, ὥσπερ καὶ ἕτερα τοιαῦτα εὕρηται παρὰ τοῖς ποιηταῖς, ὡς ἔχει καὶ τὸ Ὁμηρικὸν νέκταρ ἐῳνοχόει. ἔλαβον δὲ οἱ βουκόλοι τὸ βρέφος ὑπὸ τῆς δεσποίνης αὐτῶν παραγγελθέντες, εἴ που εὕροιεν αὐτῇ ἀγαγεῖν παιδίον ἐκτεθὲν παρὰ τῆς μητρός· ἀπαιδίαν γὰρ ἦν νοσοῦσα, καὶ διὰ τοῦτο φοβουμένη μὴ ὑπὸ τοῦ ἀνδρὸς ἀτιμασθείη νενευκότος πρὸς ἄλλην. ἐποίησε δὲ πιθανὴν τοῦ βρέφους τὸ λελωβημένον εἶναι καὶ οὐχ ὑγιές. Gu. Bar. Leid.
29.
δεσποίνης: ἡ γυνὴ Πολύβου Μερόπη. B.
30.
τὸν ἐμὸν ὠδίνων πόνον: ἀντὶ τοῦ τὸν πόνον τῶν ἐμῶν ὠδίνων. ἔχει δέ τι τοῦτο παραλλάττον πρὸς τὸ, τὸ ἐμὸν αὐτοῦ πρᾶγμα, καὶ τὰ τοιαῦτα. ἐν μὲν γὰρ ἐκείνοις δυοῖν ὄντων, προσώπου καὶ πράγματος, εἶτα πρωτοτύπου ἀντωνυμίας κατὰ γενικὴν ὀφειλούσης κεῖσθαι ἐπὶ τοῦ προσώπου, διὰ τὴν προσοῦσαν ἑτέραν γενικὴν, κτητικὴ τίθεται πρὸς τὸ πρᾶγμα ἀντωνυμία. ἐνταῦθα δὲ τριῶν ὄντων, προσώπου, καὶ δυοῖν πραγμάτων, τῶν τε ὠδίνων καὶ τοῦ πόνου, καὶ τῶν μὲν ὠδίνων τοῦ προσώπου οὐσῶν, τοῦ δὲ πόνου τῶν ὠδίνων, ὤφειλεν ἡ κτητικὴ ἀντωνυμία ἐπὶ τῶν ὠδίνων κεῖσθαι· οὕτω γὰρ ἂν ἐφαίνετο προδήλως ὅτι αἱ μὲν ὠδῖνές εἰσι τοῦ προσώπου, ὁ δὲ πόνος τῶν ὠδίνων. νυνὶ δὲ ἐπὶ τοῦ πόνου κεῖται, καὶ συγχεῖ καὶ δυσδιανόητον ποιεῖ τὸν λόγον. Gr. I.