Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
221.
ἐγενόμαν: ἀντὶ τοῦ γενήσομαι, ἵν’ ᾖ ὡς τὸ κατενάσθην· ἢ λάτρις καὶ δούλη ὠνομάσθην καὶ ἐτιμήθην ἢ πᾶσα τῷ θεῷ ἀφιέρωμαι. A. B.H.M.T.I.
222.
ἔτι δὲ Κασταλίας: ἔτι δέ μοι ταῦτα περιλιμπάνεται ἀτελῆ, τὸ λούσασθαι ἐν τῇ Κασταλίᾳ. A.B.M. I. Ἄλλως. λείπει οὖν, φησὶν, ἐναπολούσασθαί με τῷ τῆς Κασταλίας ὕδατι καὶ διαβρέξαι τὴν ἐμαυτῆς κόμην, ἵνα ἁγνὴ γενομένη οὕτω τοῖς θεοῖς λατρεύοιμι. B.C. H. Fl. 33. I. Κασταλία δὲ πηγὴ ἐν Πυθίᾳ, εἰς ἣν λέγουσι τὰς ἱεροδούλους παρθένους λούεσθαι, μελλούσας θεοπρόπιον φθέγγεσθαι παρὰ τῷ τρίποδι. A.B. C.H.T. Fl. 33. I. παρθένιον δὲ χλιδὴν αὐτὴν τὴν Κασταλίαν φησὶ, παρόσον παρθένων μόνον ἐστὶ λουτρὸν, ἢ τὰς κόμας, αἳ κάλλος καὶ τρυφή εἰσι τῶν παρθένων. A.B.C. H.T.I. τὸ ἐν Δελφοῖς ὕδωρ. C. Κασταλία ὄνομα πηγῆς ἐν Ἀντιοχείᾳ. C.
Κασταλία πηγὴ ἐν Πυθίᾳ, παρ’ ἧς ἐλούοντο αἱ ἱερόδουλοι παρθένοι, αἵτινες ἔμελλον θεοπρόπιον, ἤτοι μάντευμα, ᾄδειν παρὰ τοῦ τρίποδος. μυθεύονται δὲ ὅτι καὶ τὸ τῆς Κασταλίας ὕδωρ λάλον ἦν, πλασάμενοι τοῦτο οὐκ ἀπὸ τοῦ λαλεῖν ἐκεῖνο, — ἀδύνατον γἀρ — ἀλλ’ ἀπὸ τοῦ ποιεῖν τοὺς ἄλλους μαντικοὺς καὶ λέγειν δυναμένους τὰ τῶν ἄλλων ἀγνοούμενα καὶ διασαφεῖν. τὸ αὐτὸ δὲ νόει καὶ περὶ τῆς ἐν Δωδώνῃ δρυός. Gu. Leid.