Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

Καδμείαν
: εἰς τὸν ναὸν ἀπελεύσομαι δηλονότι ἐκείνου, ᾧ, ἀντὶ τοῦ οὗ χάριν, ποτὲ ἐγὼ Καδμείαν, ἤτοι Θηβαϊκὴν, νεβρίδα στολιδωσαμένη καὶ ἐνδυσαμένη ἀνεχόρευσα κατὰ τὸν
ἐν ὄρεσιν ἱερὸν θίασον καὶ χορὸν τῆς Σεμέλης, χάριν διδοῦσα εἰς θεοὺς ἀχάριστον, ἤτοι ἀντίχαριν μὴ ἔχουσαν; I.

Καδμείαν
: ἀντὶ τοῦ ἐπιχωρίαν, καὶ ἣν εἰθίσμεθα ἡμεῖς αἱ Θηβαῖαι φορεῖν. Ἄλλως. τούτῳ με κελεύεις χορεῦσαι, ᾧ ποτε ἀνεχόρευσα ἐγὼ Καδμείαν νεβρίδα στολισαμένη, κατὰ τὸν ἐν ὄρεσι θίασον τῆς Σεμέλης; ἀλλ’ ὅμως χάριν οὐκ ἐδεξάμην, ἀνθ’ ὧν ἐχόρευσα. πῶς οὖν με κελεύεις καὶ νῦν αὐτῷ χορεῦσαι τῷ ἅπαξ καταφρονήσαντί μου, ἧς χάριν καὶ ἀμοιβὴν παρὰ τῶν θεῶν οὐκ ἔσχον, ἀλλ’ ἐπὶ τοῦ Οἰδίποδος τοιαῦτα πέπονθα. A.B. M.I.

1754.

στολιδωσαμένα
: στολὶς στολίδος τὸ ἔνδυμα, καὶ ἀπὸ τούτου στολιδόω στολιδῶ τὸ στέλλω καὶ κοσμῶ. Gr. Fl. 5. 6. 9. 21. 56. ἐνδυσαμένη, στειλαμένη, κοσμησαμένη, ἐνδυθεῖσα. Gu.

1758.-1763.

ὦ πάτρας κλεινῆς
: ὦ πολῖται τῆς κλεινῆς πατρίδος, βλέπετε, ὅδε ὁ Οἰδίπους, ὃς ἐνόησε τὰ κλεινὰ αἰνίγματα, καὶ ἦν ἀνὴρ μέγιστος, ὃς μόνος κατέσχον τὰ κράτη καὶ τὰς νίκας τῆς μιαιφόνου Σφιγγὸς, νῦν αὐτὸς ἄτιμος οἰκτρὸς ἐξελαύνομαι καὶ ἀποδιώκομαι τῆς χθονός. ἀλλὰ διὰ τί ὀδύρομαι ταῦτα ματαίως; τὰς γὰρ ἐκ θεῶν ἀνάγκας, ἤτοι τὰς ἀναγκαίας συμφορὰς, δεῖ φέρειν καὶ ὑπομένειν ὄντα θνητόν. I.