Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
1752.
ἴθ’’ ἀλλά: καὶ πρὸς τὸν Διόνυσον ἄπιθι, ἔνθα ἐστὶ ταῖς Βάκχαις ὁ νεὼς τοῦ Διονύσου ἄβατος ὢν τοῖς βεβήλοις, ἀντὶ τοῦ ἐν ὄρει. A.M. ἤγουν ἄπιθι κἂν ἐκεῖσε, ὅπου ὁ ναός ἐστιν ὁ Βρόμιος, ἤγουν ὁ τοῦ Διονύσου, ὁ ἄβατος, ὁ ἐν τοῖς ὄρεσι τῶν Μαινάδων, ἤγουν τῶν Βακχῶν, τουτέστιν ἐν τῷ Κιθαιρῶνι, ἐν ᾧ διατρίβουσιν αἱ Βάκχαι τοῦ Διονύσου. Gr. Mosq. ἀλλὰ καὶ ἐν τοῖς ὄρεσιν ἴθι, ὅπου ὁ Βρόμιος σηκὸς τῶν Μαινάδων ἐστὶν, τουτέστιν εἰς ὃν αἱ Μαινάδες βακχεύουσιν, ὅς ἐστιν ἄβατος τοῖς πολλοῖς, ὡς ἱερὸς, ἢ ὡς ἐν ὄρεσιν ὤν. Gu.
Βρόμιος: καὶ ὁ τοῦ Διονύσου, ἐν ᾧ βρόμοι καὶ ἦχοι παρὰ τῶν Βακχῶν γίνονται. τὸ δὲ τε τοιαύτην ἔμφασιν ἔχει ὅτι καὶ ἄλλοι σηκοί εἰσιν ἐκεῖ τῶν θεῶν. Gu.
ἵνα τε σηκός: ὁ τάφος τῆς Σεμέλης ὅπου ἐστὶν ἐν Κιθαιρῶνι. σηκὸς δὲ ὁ ναός. ἄβατος δὲ δηλονότι τοῖς βεβήλοις. ἐπὶ γοῦν τὸν Βρόμιον, φησὶν, ἴθι. ἄδηλον δὲ πρὸς τί ποτε φησὶν αὐτὴν τοὺς θεοὺς ἀξιοῦν, καὶ μάλιστα τὸν Διόνυσον. ὁ δὲ χορὸς ἀσυμπαθὴς, παρθένον οὕτως ἀτυχῶς φεύγουσαν μὴ οἰκτιζόμενος. A.B.M.I.
1754.-1757.
Καδμείαν: στολισαμένη ἐγώ ποτε καὶ ἐνδυθεῖσα νεβρίδα Καδμείαν, ἤγουν ἣν αἱ Καδμεῖαι Βάκχαι φοροῦσιν, ἀνὰ τοῖς ὄρεσιν ἐχόρευσα ἱερὸν θίασον τῆς Σεμέλης, διδοῦσα εἰς θεοὺς χάριν ἀχάριστον, τουτέστιν ἀκάρπωτον, ἀκερδῆ, ἄπρακτον· τιμῶσα γὰρ ἐκείνους καὶ εὐχομένη τοῖς ἐμοῖς πᾶσι τὰ βέλτιστα οὐδὲν ἤνυσα. τὸ δὲ ὠή ἀντὶ τοῦ φεῦ. Gu.