Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
1531.
ἀλαόν: τυφλὸν ὄμμα. M.
1532.
Οἰδιπόδα: κλητικὴ ἀπὸ τῆς Οἰδιπόδης εὐθείας. B.M.I.
1534.
ἀέριον σκότον: ἀφανῆ. B. ἀὴρ λέγεται καὶ τὸ ὁμιχλῶδες καὶ ἀόρατον· ὡς παρ’ Ὁμήρῳ ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖα. εἰπὼν οὖν ἐνταῦθα σκότον ἐπάγει ἀέριον ἐπιθετικῶς κατὰ ταύτην τὴν σημασίαν τοῦ ἀέρος, ἵνα δηλώσῃ τὸ εἶδος τοῦ σκότου, ὅτι οἷον τὸ τοῦ ἀέρος, ὥσπερ εἴ τις εἴποι φῶς ἡλιῶδες, ἤγουν οἷον τὸ τοῦ ἡλίου. μεταφορικῶς δὲ λέγει ἀπὸ τοῦ σκότου τοῦ ἐν ἀέρι τοῦ μὴ βλεπομένου τὴν στέρησιν τῆς ὁράσεως καὶ τὴν τύφλωσιν. ἔχει οὖν τὸ πᾶν οὕτως· ὃς ἐμβαλὼν τοῖς σαυτοῦ ὄμμασι σκότον ἀέριον, ἤγουν οἷος ὁ τοῦ ἀέρος, ἀντὶ τοῦ ἀορασίαν καὶ τύφλωσιν, ἐπὶ τοῖς δώμασιν ὀδυνηρῶς ἀνύεις ζωὴν ἐπὶ πολὺ παρατεινομένην. ἀερῶδες τὸ μετέχον τῆς φύσεως τοῦ ἀέρος, ἀέριον δὲ σκότος τὸ ἔχον τὴν τοῦ ἀέρος ζόφωσιν, ὡς οὐράνιον ὕψος ὑπερβολικῶς, ἤγουν οἷον τὸ τοῦ οὐρανοῦ. λέγεται ἄλλως καὶ οὐράνιον ὕψος αὐτὸ τὸ τοῦ οὐρανοῦ ὕψος, καὶ ἀέριον σκότος αὐτὸ τὸ τοῦ ἀέρος. ἀέριος δὲ φέρεταί τις, ἤγουν ἐν τῷ ἀέρι, καὶ ἀέρια ζῶα τὰ ἐν ἀέρι τὴν διατριβὴν ποιούμενα, ὡς οὐράνια τάγματα τὰ ἐν τῷ οὐρανῷ· ἐκεῖνα δὲ καὶ μετὰ τῆς ἐν προθέσεως μᾶλλον λέγεται, οἷον ἐναέριος φέρεται, καὶ ἐναέρια ζῶα. Gr. Cant. φυσικῶς γὰρ ὁ ἀὴρ σκοτεινός· ἀπὸ γὰρ τοῦ ἡλίου φωτίζεται. Fl. 59.