Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
χαλκόδετα ἔμβολα: τὰς σιδηροῖς πετάλοις ἐνδεδυμένας διόλου πύλας λέγει, ἃς μετεώρους οὔσας διὰ μηχανημάτων τινῶν καθιᾶσιν ἔμπροσθεν τῶν πυλῶν τῆς πόλεως, ἃς νῦν καταράκτας φασίν. Gr. Flor. 5. 6. 9. 21. 56. 59. 76. καὶ τὰ χαλκόδετα ἔμβολα, ἤτοι αἱ στρόφιγγες, ἡρμόσθησαν καὶ ταῦτα τοῖς λιθίνοις ὀργάνοις τοῦ τείχους τοῦ Ἀμφίονος. λέγει δὲ ὄργανα λίθινα τὰ κοιλώματα, εἰς ἃ αἱ στρόφιγγες ἐναρμόζονται. ταῦτα γὰρ ὡς ἀληθῶς ὄργανα τῆς στρόφιγγος· εἰ γὰρ μὴ ταῦτα εἶεν, οὐκ ἄν ποτε ἑλιχθῶσιν ἐκεῖνοι. τινὲς δὲ τὸ ὄργανον ἀντὶ τοῦ ἔργον, ὡς καὶ Σοφοκλῆς ξουθὰ μελίσσης κληρόπλαστον ὄργανον. Fl. 33.
115.
λαινέοις Ἀμφίονος ὀργάνοις: τοῖς ὑπὸ τοῦ Ἀμφίονος κατασκευασθεῖσι τείχεσι. Gu. ἀντὶ τοῦ ἔργοις τοῖς μουσικῶς γινομένοις. φασὶ γὰρ ὡς Ἀμφίων ὁ οἰκοδομησάμενος Θήβας, ὅτε διετίθει τὸν τειχισμὸν, οὐ χερσὶν ἐχρῆτο πρὸς τοῦτο, οὐδὲ ἦσαν οἱ συναιρόμενοι αὐτῷ τῆς οἰκοδομίας, ἀλλὰ τῆς αὐτοῦ μουσικῆς ἐποιεῖτο τὸ ἔργον, μέλος ἀνακρουόμενος, κἀντεῦθεν τοὺς λίθους κινῶν, καὶ κατασκευάζων τὰ τείχη. ἐγένετο δὲ τὸ τεῖχος ἑπτάπυλον, ὅσοι καὶ οἱ τῆς λύρας τόνοι. Gu. Leid. I. ὄργανα δὲ λέγει τὰ ἔργα, ἀπὸ τοῦ ποιοῦντος τὸ ποιούμενον, ὡς ἔχει καὶ τὸ τοῦ Σοφοκλέους ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον συνάμα δὲ Ἀμφίονι καὶ Ζῆθος κατεσκενάζετο τὸ τεῖχος. Ἑρμῆς δὲ τὴν λύραν πρῶτος εὑρὼν Ἀμφίονι δοῦναι λέγεται. Gu. Leid.