Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
ἆρα πύλαι: ἆρα αἱ πύλαι τοῖς κλείθροις ἡρμόσθησαν, καὶ τὰ χαλκόδετα ἔμβολα ἡρμόσθη τοῖς λιθίνοις ἔργοις τοῦ τείχους τοῦ Ἀμφίονος; Gr. Fl. 5. 6. 9. 21. 56. 59. 76. καλῶς συνηρμόσθησαν τοῖς κλείθροις. χρὴ γὰρ νοῆσαι καὶ ὑπακοῦσαι τοῦτο ἔξωθεν, ἢ καὶ αὐτὸ περὶ τὸ οὐδέτερον, ὃ προσεχέστερον ἦν, ἐπήνεγκε τὸ ἥρμοσται ἑνικόν. Fl. 33.
χαλκόδετά τ’ ἔμβολα: τοὺς μοχλοὺς τοὺς χαλκῷ δεδεμένους. τὸ αὐτὸ δὲ καὶ κλεῖθρα. C.M. ἔμβολα τινὲς τοὺς στροφεῖς, παρὰ τὸ ἐμβάλλεσθαι τῇ ὀπῇ τοῦ οὐδοῦ. χαλκόδετα δὲ, ἐπεὶ χαλκῷ περισφηκοῦνται οἱ στροφεῖς, διὰ τὸ μὴ προστριβόμενον ἐξασθενεῖν τὸ ξύλον. ἆρα οὖν, φησὶν, αἱ πύλαι καλῶς τοῖς κλῄθροις ἡρμοσμέναι εἰσὶ, καὶ οἱ στροφεῖς καλῶς ἐνηρμόσθησαν πρὸς τὸ λαΐνεον τεῖχος κατὰ τὰς ὀπὰς, ὅ ἐστι τὸ ἔργον τοῦ Ἀμφίονος. οὐ θαρσήσασα δὲ τοῖς κλῄθροις καὶ περὶ τῶν στροφέων φησὶ, μήποτε καὶ τοὺς στροφεῖς τῶν θυρῶν ἀναβαλεῖν δυνήσονται οἱ Ἀργεῖοι μὴ ἐν βάθει ἡρμοσμένους. ἄλλοι δὲ ἔμβολά φασι τοὺς καθέτας, τὰ νῦν καλούμενα πτερὰ, ἅπερ ἐστὶ τῇ κατασκευῇ τοιάδε. θύραν κατασκευάσαντες ἴσην κατά τε μῆκος καὶ πλάτος τῇ πύλῃ τοῦ τείχους ἔξωθεν αὐτῆς χαλκᾶ πέταλα καθηλοῦσιν, ὡς ὁλόχαλκον τὴν θύραν νομίζεσθαι. ταύτην ἐπάνω [τῆς θύρας] ἱστᾶσιν οὐχ ἑδραίαν, ἀλλ’ ὥσπερ κρεμαμένην. τῶν δὲ πυλῶν κλειομένων καθίεσαν ἄνωθεν τὴν κεχαλκωμένην θύραν, ἥτις μέχρι τοῦ ἐδάφους φθάνουσα ἐκάλυπτε τὰς πύλας, ὡς ἂν μηδεμίαν ἐπιβουλὴν γίνεσθαι ἔσθ’ ὅτε καὶ πυρὸς προσφερομένου ταῖς πύλαις ξυλίναις οὔσαις. καὶ πολεμίων μὲν πολιορκούντων τάς τε πύλας ἔκλειον καὶ τὰ ἔμβολα καθίεσαν· εἰρήνης δὲ οὔσης, διὰ τὸ τὰς πύλας οὔσας μεγάλας δυσχέρειαν παρέχειν ἔν τε τῷ κλείεσθαι καὶ ἀνοίγεσθαι, ταύτας μὲν εἴων ἀνεῳχμένας διὰ παντὸς, ἑσπέρας δ’ ἠρκοῦντο τῷ ἐμβόλῳ, διά τινος μηχανήματος αὐτὸ καθιέντες καὶ ἀνέλκοντες. ἔμβολον δὲ καλεῖ ἐκ τοῦ ἄνωθεν ἀπὸ τοῦ τείχους ἐμβάλλεσθαι ἔξωθεν τῶν πυλῶν· χαλκόδετον δὲ διὰ τὸ δεδέσθαι καὶ ἠσφαλίσθαι χαλκῷ. A.B. C.M.T. I. ὁ δὲ νοῦς, ἆρα αἱ πύλαι τοῖς κλῄθροις ἡρμοσμέναι εἰσὶ καὶ τὰ χαλκόδετα ἔμβολα ἥρμοσται τοῖς Ἀμφίονος λαϊνέοις τοῦ τείχους ὀργάνοις, τουτέστι τοῖς ὑπὸ Ἀμφίονος κατασκευασθεῖσι τείχεσιν. B.I. Κάδμος μὲν ἔκτισε τὰς Θήβας, Ἀμφίων δὲ καὶ Ζῆθος ἐτείχισαν. B.C.M.I.