Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
τὸ δ’ αὖ κακουργεῖν: γρ. τὸ δ’ αὖ κακοῦργον. A. τὸ μετὰ λόγου καὶ πιθανότητος ἐπιχειρεῖν τι καὶ πράττειν κακὸν οὐχ ἁπλῆ ἐστιν ἀσέβεια· ἵν’ ᾖ καθόλου τοῦτο τάττεσθαι δυνάμενον καὶ ἐπὶ Ἀτρέως καὶ ἐπὶ Θυέστου καὶ ἐπὶ Κλυταιμνήστρας καὶ ἐπ’ Αἰγίσθου, καὶ οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καὶ καθολική ἐστι γνώμη. τὸ δὲ κακοφρονούντων ἀνδρῶν παράνοια τοιοῦτόν ἐστι, τῶν κακὰ διαλογιζομένων ἀνδρῶν αὐτὸ τὸ ἀλόγιστόν ἐστιν. ἢ τοιαύτη ἡ σύνταξις· οὐδὲ τοῦτο, φησὶ, καλὸν, τὸ ξίφος ᾑμαγμένον δεῖξαι ταῖς τοῦ ἡλίου αὐγαῖς. εἰώθασι γὰρ οἱ ἀνελόντες τινὰ δικαίως, ὡς οἴονται, τῷ ἡλίῳ τὸ ξίφος δεικνύναι, σύμβολον τοῦ δικαίως πεφονευκέναι. A. B. M.I.