Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
1552.
ὦ κατὰ στέγας: τὸ Ἀτρεῖδαι ἢ διὰ μόνον τὸν Ὀρέστην λέγει, ἢ καὶ δι’ ἀμφοτέρους· φασὶ γὰρ ὡς ἡ τοῦ Πυλάδου μήτηρ Κυδραγόρα ἀδελφὴ ἦν Ἀγαμέμνονος. διὸ καὶ πρόσθεν φησὶν, ὧ συγγένεια πατρός. Bar. Gu. τρόπος ἡ σύλληψις. Fl. 33.
δεινὸν εὐτυχῶν: δεινὸν, φησὶ, καὶ χαλεπὸν ἀνὴρ εὐτυχῶν, ὅταν ἔχῃ ἔχθραν πρὸς δυστυχοῦντα· ἰδοὺ γὰρ, φησὶ, καὶ σὺ νῦν, Ὀρέστα, δυστυχεῖς ἔχθραν ἔχων πρὸς εὐτυχοῦντα. ἀνὴρ γὰρ εὐτυχὴς πρὸς δυσδαίμονα μαχόμενος ἐπικρατέστερός ἐστι. καὶ Ὅμηρος μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι. A. B M.I.
1554.
ἥκω κλύων: ἦλθον ἀκούσας τὰ χαλεπὰ καὶ τολμηρὰ καὶ αὐθαδῶς εἰργασμένα. I.
τὰ δεινὰ καὶ δραστήρια: ὅ ἐστι τὰ χαλεπὰ καὶ δράματος ἄξια. τὸ γὰρ δρᾶσαι ὡς ἐπὶ πολὺ ἐπὶ τοῦ χαλεποῦ τάσσουσι. A. B. M.I. κατὰ τὸ σιωπώμενον δὲ εἰκὸς ἀπηγγέλθαι τῷ Μενελάῳ τὰ κατὰ τὸν οἶκον γινόμενα. B. M.I. βάξιν ἀντὶ τοῦ φήμην. ἐνόμισε γάρ τινα πεπλακέναι ταῦτα· τοῦτο γὰρ δηλοῖ τὸ ἣν φόβῳ σφαλεὶς ἀντὶ τοῦ ἥντινά τις διὰ τὸν φόβον μὴ ἀκριβῶς νοήσας ἤγγειλεν. B.M.I.