Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

τί τἄρρητα
: ἐπειδὴ ἡ ἔρις τοῖς ἀδελφοῖς γέγονε διὰ τὴν μοιχείαν τῆς Ἀερόπης, ἣν γυναῖκα οὖσαν Ἀτρέως ὁ ἀδελφὸς αὐτοῦ Θυέστης ἐμοίχευσε. καὶ ὤφειλεν ἐνταῦθα λαληθῆναι τὸ τῆς ἔριδος αἴτιον, διὰ δὲ τὸ ἄρρητον καὶ ἄφραστον τῆς ὑποθέσεως καὶ μηδὲ πρέπον διὰ κόρης τῆς Ἠλεκτρας ἐκλαληθῆναι φησὶν ὁ ποιητὴς δι’ αὐτῆς τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ, ἤγουν τί με δεῖ τὰ μὴ εἰρημένα λαλεῖσθαί τινι καὶ μάλιστα ἐμοὶ ὡς παρθένῳ ἀναμετρήσασθαι καὶ ἀπαριθμῆσαι χρεὼν, ἢ τὸ ἀπαριθμῆσαι ἐν τῷ ἀριθμῷ τῶν λεγομένων ἐκθεῖναι. Α. ἀντὶ τοῦ εἰς μέτρον θεῖναι ἐμὲ παρθένον οὖσαν τὰ ἄρρητα, ἤτοι τὰ μὴ πρέποντα λέγεσθαι ὡς αἰσχρά. I.

ἀναμετρήσασθαι
: ἀνεμέτρει τὸ χωρίον παρ’ Ἀριστοφάνει ἀντὶ τοῦ διεμέτρει· ἀναμετρήσασθαι δὲ ἐνταῦθα ἀντὶ τοῦ ἀναλαβεῖν καὶ διηγήσασθαι, ἀπὸ μεταφορᾶς τῶν τὰ μετρηθέντα ἐξ ἀρχῆς ἀναλαμβανόντων καὶ μετρούντων. καθὸ λέγεται καὶ τὸ ἀνακοινωσώμεθα τὸν λόγον παρὰ Πλάτωνι ἀντὶ τοῦ ἐξ ἀρχῆς ἀναλαβόντες κοινωσώμεθα. τὸ ἑξῆς, ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς μητρὸς ἀνοσιωτάτης, ἡ Χρυσόθεμις καὶ ἡ Ἰφιγένεια καὶ ἐγὼ ἡ Ἠλέκτρα καὶ ἄρσην ὁ Ὀρέστης. Gr. I.

ἀναμετρήσασθαι
: διὰ τοῦ ἀναμετρήσασθαι τὸ πλῆθος τῶν κακῶν ἐσήμανεν. ἢ οὖν ὡς πολλὰ, ἢ ὡς ἄτοπα παραπέμπεται, ἢ ὡς παρθένος παραιτεῖται λέγειν, διὰ τὴν μοιχείαν Θυέστου, ἢ τὸν ἄθεσμον Αἰγίσθου γάμον. οὗτος γὰρ ἦν παῖς Πελοπείας τῆς θυγατρὸς,
ἢ Στερόπιδος, δι’ ἧς ἐποίησεν αὐτὸν Θυέστης. A.B. C.M.I.