Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

126.― 135. ὦ φύσις καὶ κάλλος, λίαν εἶ μέγα κακὸν ἐν τοῖς ἀνθρώποις καὶ σωτηριῶδες τοῖς καλῶς κεκτημένοις καὶ ἔχουσιν. ἐθεάσασθε, πῶς κατὰ τὰς ἄκρας ἀπέκοψε τὰς τρίχας, σώζουσα καὶ φυλάττουσα τὸ κάλλος· ἔστι δὲ ἡ πάλαι γυνὴ, ἤτοι κακὴ, τουτέστιν οὐ μετεβλήθη. εἴθε σε μισήσειαν οἱ θεοὶ, ὅτι ἀπώλεσας ἐμὲ καὶ τόνδε, ἤγουν τὸν Ὀρέστην, καὶ πᾶσαν τὴν Ἑλλάδα. φεῦ, τάλαινά εἰμι ἐγώ. αὗται παραγίνονται αἱ προσφιλεῖς θρηνήτριαι τοῖς ἐμοῖς θρηνήμασιν· ἴσως μετακινήσουσι τοῦ ὕπνου τόνδε ἠρεμοῦντα, τὸ ἐμὸν δὲ ὄμμα ἐκτακῆναι ποιήσουσι διὰ δακρύων, ὅταν ὁρῶ τὸν ἀδελφὸν μαινόμενον. I.

ὦ φύσις, ἐν ἀνθρώποισιν
: ἰδοῦσα ἡ Ἠλέκτρα τὴν Ἑλένην τεμοῦσαν μὲν ἄκρας τὰς τρίχας, σώζουσαν δὲ τὸ πρόσθεν κάλλος, ἀποτείνεται πρὸς τὴν φύσιν, καὶ λέγει ταύτην εἶναι σωτήριόν τε τοῖς κεκτημένοις καλῶς αὐτὴν καὶ βλαπτικὸν τοῖς μὴ οὕτως. καὶ ἡ Ἑλένη φυσικῶς οὖσα κακὴ, εἰ καὶ ἔδοξε ποσῶς τὴν ἀδελφὴν θρηνεῖν, καὶ διὰ τοῦτο ἀποκεκοφέναι τὰς τρίχας, ἀλλὰ πανούργως τοῦτο πεποίηκεν, ἐξ ὧν ἄκρας αὐτὰς ἔτεμε τοῦτο πιστωσαμένη. εἰ γὰρ κατὰ ἀλήθειαν ἐθρήνει, πάντα τὸν πλόκαμον ἔδει τεμεῖν. καὶ ταῦτα μὲν οὕτως. οἱ δὲ λέγοντες φύσιν τὸ κάλλος οὔ μοι δοκοῦσι λέγειν εὐλόγως. τὸ δὲ ἔστιν ἡ πάλαι γυνή ἢ κατὰ μορφὴν νοητέον, ἤγουν ἡ αὐτή ἐστι καὶ νῦν ἥτις καὶ πρὸ τοῦ τὰς τρίχας ἀποκόψαι, καὶ οὐδ’ ὁτιοῦν ἠλάττωται τὸ κάλλος αὐτῆς, ἢ κατὰ προαίρεσιν, ὅτι ἡ αὐτή ἐστι καὶ νῦν ἥτις καὶ πρώην, καὶ οὐδὲν ὑπὸ τῶν κακῶν σεσωφρόνισται. Gu. I. παρυπογράφεται τήν τε ἀναχώρησιν τῆς Ἑλένης καὶ τὴν Ἑρμιόνην ἀπερχομένην ἐν τῷ τάφῳ καὶ λέγει, ὦ φύσις. ἡ φύσις διχῶς λαμβάνεται, καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ φαύλου· ἔχει τις φύσιν καλὴν ὅστις ἐστὶν ἀγαθὸς, ἥμερος, πρᾶος, δίκαιος. ἔχει ἕτερος φύσιν κακὴν, ὁ κλέπτης, ὁ μοιχὸς, ὁ πόρνος, ὁ ἄδικος.
τοῦτο ἡ Ἠλέκτρα λέγει ἐνταῦθα. ὦ φύσις, ὡς καὶ λίαν μέγα κακὸν ὑπάρχεις ἐν τοῖς ἀνθρώποις, τοῖς γε κακῶς τὴν φύσιν χρωμένοις ἀνθρώποις μέγα κακὸν ὑπάρχεις, σωτήριόν τε πρᾶγμα ὑπάρχεις τοῖς κεκτημένοις καλῶς αὐτήν. Fl. 59.

ὦ φύσις, ἐν ἀνθρώποισιν
: οἱ μέν φασι συνωνυμεῖν τῇ μορφῇ καὶ τῇ δομῇ, οἱ δὲ τὴν εὐπρέπειαν τοῦ σώματος καὶ τὸ κάλλος, οἱ δὲ τὸν τρόπον καὶ τὴν φύσιν ἑκάστου ὡς μέγα κακὸν ὁ φαῦλος τρόπος καὶ ἐπιβλαβής ἐστιν τοῖς κεκτημένοις καὶ ὁ ἀγαθὸς πάλιν ἐπωφελής ἐστιν τοῖς καλῶς κεκτημένοις. πολλοὶ γὰρ διὰ τὸ κάλλος εὐεργέτησαν τὰς πατρίδας. A. B. C.M.

127.

σωτήριόν τε τοῖς καλῶς κεκτημένοις
: πολλοὶ γὰρ τὸ κάλλος ἐπὶ σωτηρίᾳ ἑαυτῶν καὶ τῆς πατρίδος ἐκτήσαντο, ὧν ἐστιν εἷς ὁ Γανυμήδης παρὰ θεοῖς εἶναι ἀξιωθεὶς καὶ ἵππῳ ἀθανάτῳ κοσμήσας τὴν θρεψαμένην. καὶ ἡ Ἀμυμώνη δὲ διὰ τὸ ἴδιον κάλλος τὸ ἄνυδρον Ἄργος πολύυδρον ἐποίησε διὰ τῆς ἐπιμιξίας τοῦ Ποσειδῶνος. A. B. M. Fl. 21.

128.

εἴδετε παρ’ ἄκρας
: τὸ εἴδετε ἀντὶ τοῦ ἴδοι τις ἂν, ὡς τὸ φαίης κε ζάκοτόν τιν’ ἔμμεναι καὶ τὸ ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις. ἔνιοι δέ φασι ταῖς δμωσὶ ταῦτα λέγειν, οἱ δὲ πρὸς τὸ θέατρον, ὃ καὶ
ἄμεινον. ἐφελκυστικὸς γάρ ἐστιν ἀεὶ μᾶλλον τῶν θεατῶν ὁ ποιητὴς, οὐ φροντίζων τῶν ἀκριβολογούντων. A.B.C.M.I.