Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
1177.
ἐγὼ, κασίγνητη: τοῦτο αὐτὸ, φησὶ, τὸ τινὰ λαβεῖν, ὑποχείριον τούτων, σωτηρίαν ἡμῖν τοῖς τρισὶ φέρειν νομίζω, ἤτοι καὶ τὸ ἀναιρεθείσης τῆς Ἑλένης ἐνεδρεῦσαι καὶ τὴν Ἑρμιόνην. ταῦτα δὲ ἑξῆς ἐπάγει. A.B.M. I.
ἐγὼ, κασίγνητ’: ἐγὼ, ὦ κασίγνητε καὶ ὦ ἀδελφὲ, δοκῷ καὶ λογίζομαι καὶ σοὶ καὶ τῷδε καὶ τούτῳ τῷ Πυλάδῃ, καὶ ἐκ τρίτου ἐμοὶ ἔχειν καὶ εἶναι αὐτὸ τοῦτο, ὅπερ εἴρηκας, σωτηρίαν καὶ ἀσφάλειαν. ἢ οὕτως. δοκῷ καὶ λογίζομαι παρέχειν καὶ διδόναι ἡμῖν αὐτὸ τοῦτο. ὅπερ λέγεις, καὶ σοὶ καὶ τῷδε τῷ Πυλάδῃ καὶ ἐμοὶ ἐκ τρίτου σωτήρίαν καὶ ἀσφάλειαν. Fl. 59. τὸ αὐτὸ τοῦτο εἰ μὲν ἐκ παραλλήλου ἐρεῖς, διὰ τὸν ὅνπερ ἡ Ἡλέκτρα εἰπεῖν μέλλει λόγον νοήσεις. ἄλλοι δέ φασι τὸ αὐτὸ διὰ τὸν λόγον, ὃν Ὀρέστης καὶ Πυλάδης ἐβουλεύσαντο, ―λέγω δὴ Ἑλένην κτενεῖν, ἢ πρήσειν τοὺς οἴκους, ―τὸ δὲ τοῦτο διὰ τὸ ὃ εἰπεῖν μέλλει ἡ Ἡλέκτρα ἐκλαμβάνουσιν ἀσυνδέτως. Bar. Gu.
1179.
ἀλλὰ ποῦ τόδε: εἰπὲ, φησὶ, πόθεν σχήσομεν τὴν σωτηρίαν· οἶδα γάρ σε συνετὴν τυγχάνουσαν ἀπ’ ἀρχῆς. ἀλλὰ λέγε, φησὶν, ἣν ἔχεις ἡμῖν σωτηρίαν, πῶς πράξεις. A. B.M.I.