Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

οἰνωπόν τ’ ἄχνην
: ἐμφαντικῶς τὴν δαψιλῆ τοῦ οἴνου ῥύσιν διὰ τῆς ἄχνης ἐσήμανε. τοῦτο δὲ ἐπὶ τῶν κυμάτων εἴρηται, ἀποπτύει δ’ ἁλὸς ἄχνην. οἱ δὲ κυρίως τὴν οἰνόχροα τρίχα φασί. λάχνη γὰρ ἡ θρὶξ, ἀλλ’ ἄχνη τὸ λεπτὸν μέρος, ὃ κατέχειν τις οὐ δύναται, οἱονεὶ ἀέχη τὶς οὖσα. A.B. C.M.I.

οἰνωπόν
: τὴν οἰνάνθην. Gr. τὴν λευκὴν τρίχωσιν. τὸ καθαρὸν τοῦ οἴνου καὶ λαμπρόν. Gu. εἰς τρία διαιρεῖται ὁ οἶνος, εἰς τὸ ἄνθος, εἰς αὐτὸν τὸν οἶνον καὶ εἰς τὸν τρυγίαν. καὶ ἄνθος μὲν τὸ ἐπάνω τοῦ πίθου, ἤγουν τὸ πρῶτον, οἶνος δὲ τὸ μέσον τρυγίας δὲ ἡ ὕλη ἤγουν τὸ κάτω. ὡσαύτως καὶ τὸ αἷμα εἰς τρία καὶ τὸ γάλα. καὶ τὸ μὲν καθαρώτερον τοῦ αἵματος ἀποτελεῖται εἰς τὸ ἧπαρ εἰς τὸ δεξιὸν μέρος, τὸ δὲ χνοωδέστατον εἰς τὴν χοληδόκον κύστιν, εἰς τὸν σπλῆνα δὲ ὁ τρυγίας. ὡσαύτως καὶ τὸ γάλα· τὸ μὲν καθαρώτερον καὶ λιπωδέστατον τὸ ἐπάνω, ὅπερ γίνεται βούτυρος, τὸ δὲ μέσον ὁ ὄρρος, τὸ δὲ κάτωθεν ὡς τρυγίας, ὅπερ ποιεῖ τὸν τυρόν. Fl. 59.

116.

ἐπ’ ἄκρου χώματος
: ἀντὶ τοῦ ἐπ’ ἄκρον χῶμα. M. ἀντὶ τοῦ εἰπεῖν τὸ ἄκρον τοῦ χώματος τὸ ἄκρον χῶμα λέγουσιν οἱ Ἀττικοὶ, ὡς ἐνταῦθα καὶ παρὰ Σοφοκλεῖ καὶ γλῶτταν ἄκραν ῥιπτεῖ θερίσας, ἤγουν τὸ ἄκρον τῆς γλώττης. Gu.

117.

ταῖσδε δωρεῖται χοαῖς
: δωροῦμαι, τὸ παρέχω, ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔχει τὴν σύνταξιν, ὡς τὸ δωροῦμαί σοι χρήματα. δωροῦμαι δὲ τὸ δεξιοῦμαι καὶ φιλοφρονῶ ἀπὸ αἰτιατικῆς εἰς δοτικὴν,
ὡς τὸ δωροῦμαι τὸν φίλον χάρισι λογικαῖς. I. τὸ δωρεῖσθαι εἰ μὲν σημαίνει τὸ χαρίζεσθαι καὶ διδόναι ἁπλῶς, συντάσσεται πρὸς μὲν τὸ πρόσωπον δοτικῇ, πρὸς δὲ τὸ πρᾶγμα αἰτιατικῇ, οἷον δωροῦμαί σοι τόδε· ὅτε δὲ τὸ φιλοφρονεῖσθαι καὶ δεξιοῦσθαι, ὡς ἐνταῦθα, ἐναλλὰξ πρὸς μὲν τὸ πρόσωπον αἰτιατικῇ, πρὸς δὲ τὸ πρᾶγμα δοτικῇ, οἷον δωροῦμαί σε τῷδε. Gu. τιμᾷ σε. Fl. 59.

118.

ταρβοῦσά τε
: περιττὸς ὁ τ̄ε̄. βούλεται δὲ λέγειν φόβῳ ταρβοῦσα. M.