Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
109.
καὶ μήν: ἀνταποδοίη τὰς ἀνατροφὰς τῇ τεθνηκυίᾳ. I.
τροφάς: ἀντὶ τοῦ χάριν ἕνεκα τῆς ἀνατροφῆς ἧς ἀνέθρεψεν αὐτήν. Gr. ὑπ’ ἐκείνης γὰρ ἀνετράφη. Gu. Bar. ἀντὶ τοῦ τροφεῖα. A. M. ἀνθ’ ὧν ἀνετράφη ὑπ’ αὐτῆς ἀμοιβὴν διδοῦσα. A M. Fl. 59. καὶ μὴν οὐ μέλλει ἀπελθεῖν ἀλλαχόσε, καὶ ἔνι μεμπτὸν εἰς τὰς παρθένους, εἰ μὴ ἵνα δώσει τὰ τροφεῖα τῇ ἀναθρεψάσῃ αὐτήν. Fl. 59.
110.―125. Ὀρθῶς ἔλεξας, πείθομαί τε, ὦ κόρη, σοὶ, καὶ πέμψω τὴν θυγατέρα· εὖ γὰρ καὶ καλῶς λέγεις. ὦ τέκνον Ἑρμιόνη, ἔξελθε ἔμπροσθεν τῶν δόμων, καὶ λάβε ἐν ταῖς χερσὶ τάσδε τὰς χοὰς καὶ τὰς ἐμὰς κόμας· ἀπελθοῦσα δὲ εἰς τὸν τάφον τῆς Κλυταιμνήστρας ἄφες τὰ μελίκρατα τοῦ γάλακτος, ἤτοι τὰ ἀπὸ μέλιτος καὶ γάλακτος κεκραμένα, τὴν ἄχνην τε καὶ τὸν οἰνωπὸν, ἤτοι τὸν λεπτότατον, τόνδε οἶνον, καὶ στᾶσα ἐπὶ τοῦ ἄκρου χώματος, ἤτοι ἐπὶ τοῦ ἄκρου τοῦ τάφου, λέξον τάδε· ἡ ἀδελφὴ ἡ Ἑλένη δεξιοῦταί σε ταῖσδε ταῖς χοαῖς, φόβῳ, ὑπὸ τοῦ φόβου, τοῦ προσελθεῖν εἰς τὸ σὸν μνῆμα, φοβουμένη τὸν ὄχλον τῶν Ἀργείων. παρακάλει δὲ αὐτὴν ἔχειν γνώμην εὐμενῆ καὶ πραεῖαν ἐμοί τε καὶ σοὶ καὶ τῷ πόσει τῷ ἐμῷ, τοῖν τε ἀθλίοιν τοῖνδε, ἤγουν τῷ Ὀρέστῃ καὶ τῇ Ἠλέκτρᾳ, οὓς ἀπώλεσεν ὁ θεὸς, ἤτοι ὁ Ἀπόλλων. ἃ δὲ καιρὸς, ἁρμόδιος δηλονότι, ἐνεργεῖν εἰς τὴν ἐμὴν ἀδελφὴν, δωρήματα τῶν νεκρῶν, ἅπαντα ὑπισχνοῦ. ἄπιθι, ὦ τέκνον μου, σπεῦδε, καὶ δοῦσα χοὰς τῷ τάφῳ λίαν τάχιστα μέμνησο τῆς εἰς τοὐπίσω ὁδοῦ. I.
115.
γάλακτος: λείπει ἡ μετά, ἵν’ ᾖ μετὰ γάλακτος. A.C.M.
οἰνωπόν τ’ ἄχνην: τὸν λεπτότατον οἶνον ἢ ἄχνην λέγει, οἱονεὶ κορυφήν. ὅταν γὰρ ἐπιχέηται οἶνος τῷ ἐκ μέλιτος καὶ γάλακτος κράματι, ἐπιπολαίως κεῖται. Gu. I.