Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
106.
αἰσχρόν γε: ὅμως ἀπρεπὲς καὶ ἄσχημον τὰς δουλίδας φέρειν τάδε. I.
προσπόλους: κυρίως δὲ πρόσπολοι λέγονται αἱ δοῦλαι. M. πρόσπολος ὁ δοῦλος, πρόπολος δὲ χωρὶς τοῦ σ ὁ νεωκόρος· ἀμφίπολος δὲ ἡ κατὰ κύκλον περιστροφή. προπαροξύνονται δὲ ταῦτα πάντα, ὡς μετὰ προθέσεως συντιθέμενα· τὸ δὲ δικασπόλος διὰ τὸ μὴ μετὰ προθέσεως συντεθεῖσθαι παροξύνεται. Fl. 21.
107.
τί δ’ οὐχὶ θυγατρός: διὰ τί οὐ πέμπεις τὸ δέμας τῆς Ἑρμιόνης, περιφραστικῶς ἀντὶ τοῦ τὴν Ἑρμιόνην. I.
108.
εἰς ὄχλον ἕρπειν: οὐ καλὸν, ἔστι δηλονότι, ταῖς παρθένοις βαδίζειν εἰς τὸ πλῆθος. I. εἴποι τις, τί οὖν; ταῖς τελείαις τοῦτο καλόν; ἔστιν οὖν εἰπεῖν ὅτι ἐν Σπάρτῃ εἰώθασι γυμνάζεσθαι αἱ γυναῖκες καὶ παρθένοι· ὥστε δέδοται μὲν παρθένοις εἰς ὄχλον ἕρπειν, οὐ μὴν καθόλου, ἀλλ’ ἐπὶ ὡρισμένοις πράγμασιν, οἷον κανηφορούσαις, ἢ γυμναζομέναις, οὐ μὴν ἄλλο τι πραγματευομέναις. A. B.M.I.
παρθένοις: ταῖς νεάνισιν, οὐ γὰρ ταῖς ἀγάμοις. ἄγαμος γὰρ καὶ ἡ Ἠλέκτρα. παρθένος τέ ἐστιν ἥ τε ἀμιγὴς καὶ ἡ ἄρτι ἡβῶσα. ἢ πάλιν κακονόως οὐ παρθένον βούλεται δεῖξαι τὴν Ἠλέκτραν, ὅτι οὐκ ἐπείσθη αὐτῇ. A. B.M.I. ἕρπειν κυρίως ἐπὶ ὄφεως. Fl. 21.