Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

890. πλαθεῖσα: ἐγγίσασα. M. πλησιάσασα. B. Gr.

892. σὸν οὐκ ἔλασσον: ἀντὶ τοῦ μᾶλλον, ἵνα ᾖ διὰ σὸν μᾶλλον [*](5. χάριν] Sequitur in Gu. ἄλλως. (p. 438, 10.) οἱ πελασγοί—γυναῖκες τοὺς ἄνδρας ib. παντελῶς etiam M.)

440
χρέος ἤπερ ἐκείνης. B. ὄφελος. B. κείνης χρέος: μὴ λάβῃς εἰς τὸ χρέος ἔξωθεν τὸ διά, ἀλλʼ ἔστιν αὕτη ἡ αἰτιατικὴ πρὸς τὸ σέ, οὕτω· καλεῖ σε ἡ Ἑκάβη χρέος καὶ χρείαν σοὶ οὐκ ἔλασσον ἢ ἐκείνῃ, ἤγουν εἰ ἀφίξῃ, σαυτῷ οὐκ ἔλασσον ἢ ἐκείνῃ ὑπάρξεις χρεία. ὥσπερ γὰρ φαμὲν, καλῶ τὸν δεῖνα ἑαυτῷ βοήθειαν οὐχ ἧττον ἢ ἐμοὶ, οὕτω καὶ τοῦτο· δέον δὲ εἰπεῖν σοί, σὸν εἶπε πρὸς τὸ χρέος. Gu. I. διὰ χρέος καὶ χρείαν οὐκ ἔλασσον σὴν, ἀντὶ τοῦ μᾶλλον σὴν παρὸ διὰ χρείαν ἐκείνης. Fl. 59. ἀντὶ τοῦ μᾶλλον, ἵνʼ ᾖ, διὰ σοῦ μᾶλλον χρέος ἢ διὰ ἐκείνην. Fl. 33.

893. καὶ παῖδας: σὺ δὲ κάλεσον καὶ τοὺς παῖδας ὡς ὅτι δεῖ καὶ τοὺς ἐξ ἐκείνης παῖδας εἰδέναι τοὺς ἡμετέρους λόγους. B.

895. ἐπίσχες : καρτέρησον. Gr. ἀνάμεινον, κράτησον, κώλυσον. Gu. καρτέρησον, ἀντὶ τοῦ ἀναβαλοῦ τὴν ταφὴν αὐτῆς. M. Fl. 56. 59.

896. ὡς τώδʼ ἀδελφώ: δυικῶς τοὺς ἀδελφούς. ὅπως τοὺς ἐμοὺς παῖδας τόν τε Πολύδωρον καὶ τὴν Πολυξένην εἰς μίαν πυρκαϊὰν ἐμβαλοῦσα τῆς ἐμῆς μερίμνης θάψω. Ἄλλως. ἵνα οὗτοι οἱ δύο ἀδελφοὶ πλησίον μιᾷ φλογὶ κρυφθῶσι χθονί. μέριμναι δὲ ἀλγηδόνες τῆς μητρός. B. πλησίον: ἀλλήλων τεθέντες δηλονότι. Gr. μιᾶ φλογί: καυθέντες. Gr.

897. κρυφθῆτον: οἱ Ἀττικοὶ ἐκρύφθην γράφουσιν, οἱ δὲ πεζογράφοι ἐκρύβην. ἵνα οἱ δύο ἀδελφοὶ καυθῶσιν ἐν μιᾷ φλογὶ καὶ ταφῶσιν ἐν ἑνὶ τάφῳ. ἐν διπλῇ δὲ μερίμνῃ ὑπάρξουσι τῇ μητρὶ, ἤγουν δύο μερίμνας μέλλω ἔχειν, τοῦ τε Πολυδώρου καὶ τῆς Πολυξένης, εἰ καὶ ἑνὶ τάφῳ κρυφθῶσιν. Fl. 59.

898.—904. ἔστω τάδε: οὕτως, ὡς λέγεις, δηλονότι. καὶ γὰρ, εἰ μὲν ἦν τῷ στρατῷ καιρὸς πλοῦ, οὐκ ἂν εἶχόν σοι δοῦναι τὴν δωρεὰν ταύτην. νῦν δὲ — οὐ γὰρ ἀφίησιν ὁ Ποσειδῶν πνοὰς ἐπιτηδείας— [*](1. εἰς τὸ χρέος om. I. τοὺς παῖδας ἢ ὅτι δεῖ καὶ τοὺς ἐξ ἐκείνης 3. ἔλασσον] ἔλαττον I. et mox παῖδας εἰδέναι τοὺς ἡμετέρους λόγους:— 13. ἀναβαλοῦ] ἀναβάλλου M. ἐλάττονι. 4. ἢ ἐκείνῃ ὑπάρξεις] ἢ ἐκείνῃ om. ib. ταφὴν αὐτῆς] αὐτῆς ταφήν Fl. Gu. 56. 59. 10. καὶ παῖδας—] Hujus scholii 15. ὡς τώδʼ ἀδελφώ] Hujus scholiii et praecedentis nunc fragmenta pars extrema superest in M . . . . .  tantum  legi possunt in M. ἵνα καὶ λως . . . . ἀδελφοὶ πλησίον—τῆς μητρός. διὰ τὴν χρείαν . . καὶ . . . . οὐκ ἔλασσον)

441
ἀνάγκη προσκαρτερεῖν προσδοκῶντας πλοῦν ἥσυχον. εἴθε δὲ γένοιτο κατά τινα τρόπον, πραχθῆναι δηλονότι τὰ κατὰ σὲ, εὗ καὶ καλῶς· καὶ ἑνὶ ἑκάστῳ καὶ πόλει καταθύμιον τόδε· λέγω τὸ τὸν μὲν κακὸν πάσχειν κακὸν, τὸν δὲ χρηστὸν εὐτυχεῖν. I.

898. καὶ γὰρ εἰ μὲν ἦν: οὐ καλῶς φησι ταῦτα ὁ Ἀγαμέμνων. ἐχρῆν γὰρ αὐτὸν ἅπαξ δόντα τὴν χάριν σιωπῆσαι καὶ μὴ ἐλέγξαι τὴν ἑαυτοῦ γνώμην· οὐ γὰρ ἀνάγκῃ τοιαύτῃ ὑπέκειτο βασιλεὺς ὥν. B.M.I.

899. εἶχον: ἠδυνάμην. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr.

900. οὐ γὰρ—θεός: διὰ μέσου. Gu. ἀφίησιν ἐπιτηδείους. M. οὐρίας: εὐφόρους, ἐπιτηδείους. Gr. εὐδιεινούς. Gu. οὔριος ἄνεμος ἀπὸ τῆς οὐρᾶς, ἤγουν ὁ ἀπόπισθεν τοῦ καραβίου· ὅταν γὰρ ἔχῃ τὸν ἄνεμον ἀπὸ τῶν ὀπισθίων μερῶν, τότε ταχέως τρέχει, ὅτε δὲ ἀπὸ τῶν ἔμπροσθεν, οὐ δύναται πλεῦσαι. Fl. 59. θεός: ὁ Ποσειδῶν. Gu.

901. ὁρῶντας : ἐκδεχομένους, προσδεχομένους. Gr. βλέποντας. Gu. ἥσυχον ὃ γαληνὸν ἄνεμον. M. Fl. 10. 21. ἀνενέργητον. Gu.

902. γένοιτο δʼ εὗ πως: εἴη δὲ πραχθῆναι τὸ κατὰ σὲ καλῶς, ὅτι καὶ πᾶσι καταθύμιον τοῦτο· ὁ γὰρ φόνον δράσας κοινὸν τοῖς ἀνθρώποις ἀδίκημα ἐποίησε, λυμηνάμενος τῷ κοινῷ νόμῳ, καὶ ἀδικήσας τὸ τῆς φύσεως ὁμοιογενές. B.M.I. γένοιτο δὲ σοὶ καλῶς, ὥστε φονεῦσαι τοῦτον. ὅπερ μέλλεις πρᾶξαι τὸ κοινὸν συμφέρον ἔνι τοῖς πᾶσιν καὶ ἰδία· ἀπὸ γὰρ τῆς τοιαύτης τιμωρίας μέλλουσι σωφρονισθῆναι οἱ φονεῖς καὶ οἱ ξένων πραγμάτων ἐρῶντες, καὶ κατὰ νόμους ἔνι τὸν μὲν κακὸν πάσχειν κακῶς, τὸν δὲ καλὸν εὐτυχεῖν. Fl. 59. κοινόν: στεργόμενον παρὰ πάντων, ἀγαθόν. Gr.

903. ἰδίᾳ θʼ ἑκάστῳ: καὶ καθʼ ἕκαστον πάντες καὶ ὁμοῦ πάντες τοῦτο ἀποδέχονται, τὸ τὸν κακὸν κολάζεσθαι, τὸν δὲ χρηστὸν εὐεργετεῖσθαι. Gr. ἰδίᾳ: κατʼ ἰδίαν. Gr. ἑκάστῳ: ἀνθρώπῳ ὑπάρχει. Gu. πόλει: κοινῶς. Gr.

[*](6. δόντα] διδόντα I. λυμαινόμενος.—-ὁμογενές. Iidem prae- 7. οὐ γὰρ] ἀλλʼ οὐκ B.I. mittunt haec: γένοιτο δʼ εὖ πως, ib. ἀνάγκῃ—ὤν] ἀνάγκῃ ἀφίησιν ὃ σὺ βούλῃ δρᾶσαι τῷ Πολυμήστορι. MATTH. 18. εἴη δὲ—] Idem scholion est ib. τὸ κατὰ] τὸ om. M. in Flor. 21, 33. cum hac diversi. 19. καὶ πᾶσι] καὶ om. M. tate: ποθῆναι 21. pro πραχθῆναι. — 20. λυμηνάμενος] λυμαινόμενος M.)
442

905. —922. σὺ μὲν, ὦ πατρὶς Ἰλιάς: ἡ μὲν θεράπαινα κατὰ τὴν πρόσταξιν τῆς Ἑκάβης ἀπέρχεται πρὸς τὸν Πολυμήστορα, ὁ δὲ' χορὸς τῶν αἰχμαλωτίδων γυναικῶν λέγει τὰς συμφορὰς αὐτῶν, ἵνα μὴ ἀργῇ τὸ δρᾶμα, μέχρις οὗ ἔλθῃ ὁ Πολυμήστωρ. λέγεται δὲ οὕτως· σὺ μὲν, ὦ πατρὶς Τρωϊκὴ, οὐδαμῶς κληθήσῃ πόλις τῶν ἀπορθήτων· τοιόνδε νέφος καὶ πλῆθος τῶν Ἑλλήνων περικαλύπτει σε πορθηθεῖσαν ἐν δορὶ καὶ πολέμῳ. ἀπεκόπης δὲ τὴν στεφάνην καὶ τὸν καλλωπισμὸν τῶν πύργων, κατεχρώσθης δὲ, ἤτοι μεμελάνωσαι, ἐλεεινότατα κηλῖδι καπνοῦ αἰθάλου καὶ καυστικοῦ. ὦ τάλαινα, πατρὶς δηλονότι, οὐκέτι ἐνδιατρίψω καὶ ἐμπεριπατήσω σοι. κατὰ τὸ μεσονύκτιον ἐφθάρην, ὁπηνίκα ἐκ τῶν δείπνων, ἤτοι μετὰ τὰ δεῖπνα, κέχυται ἐπὶ τοῖς ὀφθαλμοῖς ὕπνος γλυκύς. ἀπὸ τῶν ὕμνων δὲ καὶ ἀπὸ τῶν χαροποιῶν θυσιῶν καταπαύσας, ἑαυτὸν δηλονότι, ὁ πόσις ἔκειτο ἐν τοῖς θαλάμοις, οὐδαμῶς ὁρῶν τὸν ναυτικὸν ὅμιλον περιπατοῦντα εἰς τὴν Τροίαν, τὸ δόρυ δὲ, ἔκειτο κατὰ κοινοῦ, ἐπὶ τῷ πασσάλῳ. τὸ δὲ ἀκόντιον εἰπὼν ἀπὸ μέρους ἐδήλωσεν ὅλα τὰ ὅπλα. I.

905. πατρίς: τὸ πατρὶς ἤγουν ἀπὸ τοῦ πατρὸς καλεῖται ἡ πατρίς. πῶς δὲ οὐ καλεῖται καὶ ἀπὸ τῆς μητρὸς ματρὶς, ὡς πατρίς; καὶ φησὶν ὁ Θεσσαλονίκης ὅτι ἀπὸ μὲν τοῦ πατρὸς ἔλαβε τὸ ὄνομα τῆς πατρίδος, οὐκ ἐκλήθη δὲ καὶ ἀρσενικῶς ὁ πάτρος ἢ· ἄλλο τι· ἀπὸ δὲ τῆς μητρὸς ἔλαβε τὴν κλίσιν, καὶ κλίνεται θηλυκῶς ἡ πατρίς. καὶ ἀπὸ μὲν τοῦ πατρὸς ἔλαβε τὸ ὄνομα, ἀπὸ δὲ τῆς μητρὸς τὴν κλίσιν τῶν θηλυκῶν, καὶ διὰ τοῦτο σώζει ἐν ταυτῷ καὶ τῶν δύο. Fl. 59.

906. ἀπορθήτων: μία τῶν μὴ ἁλωθέντων ἀπὸ τῶν πολεμίων. Fl. 6. 21. 56. ἔλεγον πρὸ τῆς πορθήσεως τῆς Ἰλίου εἶναι ταύτην ἀπορθήτων ὡς θεόδμητος· ὁ γὰρ Ποσειδῶν καὶ ἕτεροι θεοὶ ἔκτισαν ταύτην, καὶ ἕνεκα τούτου ἐκάλουν αὐτὴν ἀπόρθητον. νῦν δὲ πορθηθεῖσα λέγει ὁ χορός· ἀπὸ τοῦ νῦν, ὦ πατρὶς Ἰλιὰς, οὐκέτι καὶ εἰς τὸ μετὰ ταῦτα κληθήσῃ πόλις τῶν ἀπορθήτων, ἀλλὰ δηλονότι τῶν πορθηθέντων· μέγα γὰρ νέφος καὶ πλῆθος τῶν Ἑλλήνων περιέκρυψε καὶ ἠφάνισέ σε, πορθῆσαν καὶ σκυλεῦσαν ἐν δορὶ καὶ ἐν κονταρίῳ. Fl. 59. λέξει: καταριθμήσῃ. Fl. 10. 21. οὐδαμῶς εἰς τὸ ἑξῆς ῥηθήσῃ. Gr. ὀνο- [*](19. ὁ Θεσσαλονίμης] Intelligitur ἐπίσκοπος. Videtur autem Eustathium dicere.)

443
μασθήσῃ, κληθήσῃ. Gu. οὐκέτι, φησὶν, ὦ πατρὶς Ἰλιὰς, ταῖς ἀπορθήτοις πόλεσι συγκαταριθμηθήσῃ. νέφος δὲ ἀντὶ τοῦ πολέμου τὸ νέφος πορθῆσάν σε τῶν Ἑλλήνων, ἀντὶ τοῦ ὁ πόλεμος. ἡ δὲ ἀμφί πρὸς τὸ κρύπτει τουτέστι περικαλύπτει σε. B.

907. νέφος: πλῆθος. B. Gr. ἀφανισμὸς, σκότος. Gu. καλύπτει: περικαλύπτει σε. Gr. περιέκρυψεν, ἐνεστὼς ἀντὶ παρψχημένου. Gu. τὸ ἀμφί πρὸς τὸ καλύπτει (κρύπτει Gu. ὅ ἐστι περικαλύοτει add. Flor. συναπτέον add. Gu.) Fl.21. Gu.

909. δορὶ δὴ δορί: διπλασιάζει ἕνεκεν τῆς λύπης. Fl. 21. πολέμῳ. Gr. πέρσαν: πορθῆσαν. Fl. 33. ἐπόρθησαν. B. Gr. ἀφα- νίσαν. Gu.

910. ἀπὸ δὲ στεφάναν κέκαρσαι: Καλλισθένης ἐν β’ τῶν Ἑλληνικῶν οὕτω γράφει· ἑάλω ἡ Τροία Θαργηλιῶνος μηνὸς, ὡς μέν τινες τῶν ἱστορικῶν η' ἱσταμένου, ὡς δὲ ὁ τὴν μικρὰν Ἰλιάδα η' φθίνοντος. διορίζει γὰρ αὐτὸς τὴν ἄλωσιν φάσκων συμβῆναι τότε τὴν κατάληψιν ἡνίκα

  • νὺξ μὲν ἔην μέσση, λαμπρὰ δʼ ἐπέτελλε σελήνη.
  • μεσονύκτιος δὲ μόνον τῇ ὀγδόῃ φθίνοντος ἀνατέλλει, ἐν ἄλλοις δʼ οὐ [*](3. πορθῆσαν] πορθεῖσαν B. In Μ. scriptis grammaticorum ellipsi, de brevius λέξῃ: ἀριθμηθήσῃ, (ad νέφος) qua dixit Schaeferus ad Lamb. Bos. ὁ πόλεμος. ἡ ἀμφὶ πρὸς τὸ κρύπτει, ὃ p. 393. et Sylburg. ad Etym. M. ἐστι πεφικαλύπτει :— p. 47, 3. Adde Hesych. s. v. Σφυ- 12. Καλλισθένης] Plut. V. Ca- ροδέται, τοῖς τὰ ἱπποτροφικά, ubi γε- mili c. 19. Καρχηδόνιοι περὶ Σικελίαν γραφόσι addidit Musurus. ὑπὸ Τιμολέοντος ἡττῶντο τῇ ἔβδόμῃ φθί- ib. ηʼ φθίνοντος B. ὀγδόῃ φθίνοντος νοντος, περὶ ἣν δοκεῖ καὶ τὸ Ἴλιον ἀλῶ. Fl. 21. ὀγδόην φθίνοντος M. ναι, Θαργηλιῶνος, ὡς Ἔφορος καὶ Καλ- 17. ἔην B. M. ἦν Fl. 21. λισθένης καὶ Δαμάστης καὶ Φύλαρχος ib. μέσση Matt1. pro μέση, vel ἱστορήκασι. Partem hujus scholii μεσάτη, quod μεσάτα scriptum apud ex codice Fulvii Ursini protulit Clem. Alex. loco infra afferendo, Scaliger de emend. temp. 5. 9. ut σελάνα ibidem pro σελήνη, quia 378. ed. Genev. a. 1629. λαμπρὰ terminationem Doricam ha- ib. β'] θʼ Fl. 21. bere videbatur. 13. ἑάλω B. ἑάλω μὲν M. Fl. ib. ἐπέτελλε] ἐπέστελλε Fl. 21. 18. ἀνατέλλει, ἐν ἄλλοις δʼ οὐ συμπε- ib. μέν τινες B. μέντοι M. Fl. φώνηκεν Εὐριπίδης Cobetus. ἀνατέ- λειεν ἄλλη δʼ οὐ συμπεφώνηκεν εὐρινπί- 14. τῶν ἱστορικῶν ῆ (ν M.) ἰστα- ὄης M. ἀνατέλει ἄλλο δʼ οὕ. συμπε- μένου B. M. τῷ ἱστορικῷ ν ἱσταμένου φώνηκεν εὐριπίδης B. ἀνατείλειεν. ἄλλη Fl. 21. δʼ οὐ συμπεφώνη (sic) μὲν εὐριπίδῃ ib. ὁ τὴν μικρὰν Ἰλιάδα] Intelligi. Fl. 21. tur γράψας vel ποιήσας, frequenti in)
    444
    συμπεφώνηκεν Εὐριπίδης ὡς ὁμολογουμένης τῆς δόξης. Λυσίμαχος δέ φησι Δημοφῶντος Ἀθήνησι βασιλεύοντος ἔτους τετάρτου Θαργηλιῶνος ἱσταμένου δωδεκάτῃ. B. M. Fl. 21.

    στεφάνην πύργων : ἤγουν ἀφῃρέθης τοὺς δίκην στεφάνου περιβάλλοντας πύργους. ἢ τὸ στεφάναν γενικὴν τῶν πληθυντικῶν νόει. οὕτω γὰρ οἱ Δωριεῖς τὰς γενικὰς τῶν πληθυντικῶν ἐκφέρουσιν. ὅπερ οὕτως ἐρεῖς· ἀποκέκαρσαι δὲ τῶν στεφάνων, τῶν πύργων λέγω. Gu. I. τὴν στεφάνην τῶν πύργων, ἣν οἱ πύργοι δηλονότι ποιοῦσιν. Gr. Fl. 17. 59. 76. ἤγουν τοὺς προμαχῶνας καὶ προμαχίονας. τὸν κύκλον. Gu. τὸ κάλλος, τὴν ἐξοχὴν τοῦ τείχους. M. Fl. 10. 21. στέφανος λέγεται ὁ χρυσὸς, ὃν φοροῦσιν αἱ γυναῖκες, στεφάνη δὲ θηλυκῶς τὰ τῶν πύργων προμαχιόνια, ὥσπερ καὶ κάλαμος μὲν τὸ καλάμιον, καλάμη δὲ θηλυκῶς ὁ τοῦ σίτου κάλαμος. Fl. 59. ἀπὸ κέκαρσαι : ἀπεκάρης. Gr. ἀπεκόπης. B. M. Gu. ἀποτέτμησαι. Fl. 33.

    911. αἰθάλῳ: οὐ χρὴ γράφειν αἰθάλου καπνοῦ κηλῖδι, ἤτοι καυστικῇ κηλῖδι, ἀλλʼ αἰθάλῳ κηλῖδι, ἤτοι καυστικῇ κηλῖδι, ἤγουν πυρὶ, ἢ καπνῷ ἀπὸ μέρους. περισσὸν οὖν ἦν τῷ καπνῷ. διὸ καὶ ἐξεβλήθη παῤ ἐμοῦ, ἵνʼ οἰκεῖον ᾖ τὸ κῶλον πρὸς τὸ τῆς ἀντιστροφῆς. I. αἰθάλου: καυστικοῦ. Gr. μέλανος ἀπὸ τοῦ πυρὸς ἀνερχομένου καπνοῦ. Gu. τοῦ ἀπὸ αἰθάλης καὶ πυρὸς γενομένου καπνοῦ. B. Fl. 10. 21. 33. ἤτοι ῥυπαρία τοῦ μελαίνοντος καπνοῦ. B.