Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

870. σύνισθι: συνεπίστασο. Gr. συγγίνωσκε. Gu. συγγίνωσκε [*](1. τῷ] δτι I. I. Sequentia δοῦλος—εὐτυχίᾳ om. Gr. 2. γένηταί τι μηδενὸς ἄλλου (μηδενὸς 13. ἑαυτοῦ] ἑαυτῶν Gr. hic repetit Gr.) ἐνεργοῦντος] γένηταί 22. καὶ βοήθεια Matth. pro κακοήθεια. τι ἄλλο, ἄλλου μηδαμῶς ἐνεργοῦντος)

433
μὲν ἐάν τι κακὸν ἐργάσωμαι τῷ τὸν Πολύδωρον ἀποκτείναντι Πολυμήστορι, μὴ μέντοι συμπράξῃς μοι. B. συγγίνωσκε μὲν γὰρ οἱονεὶ τῷ τὸν Πολύδωρον δηλονότι ἀποκτείναντι. M. συγγίνωσκε μὲν γὰρ τῷ μέλλοντι φονεῦσαι τοῦτον τὸν Πολυμήστορα, ἐὰν βουλεύσω τι κακὸν περὶ αὐτοῦ, μηδὲν δὲ συνδράσῃς καὶ οὐ συμπράξεις σὺν ἐμοὶ εἰς τὸν φόνον αὐτοῦ. Fl. 59. βουλεύσω: ἐργάσωμαι. Gu. ἤγουν ἐὰν φονεύσω αὐτόν. Fl. 59.

871. συνδράσῃς δὲ μή: διχῶς τοῦτο νοητέον, ἢ μὴ συνδράσῃς ἐμοὶ τῷ ἀποκτείναντι, ἤγουν κατὰ τοῦ ἀποκτείναντος τόνδε τὸν Πολύδωρον δηλονότι, ἢ μὴ συνδράσῃς τῷ ἀποκτείναντι τόνδε. Fl. 21. ἢ τὸ ὑποτακτικὸν ἀπαγορευτικὸν ἀντὶ τοῦ προστακτικοῦ κατὰ Ἀττικοὺς, ἤγουν μὴ σύνδρασον. Gu. ἤγουν μὴ βοηθήσῃς. Gu. μηδὲ συμβοηθήσῃς ἐμοί. Fl. 59. τὸ μή κεῖται κατὰ περισσοτέραν ἐνάργειαν, ὡς λέγομεν, κωλύει τὸν δεῖνα τοῦ μὴ ἱερατεύειν. Fl. 25. Gr. καὶ τὸ μή μετὰ τοῦ παρατατικοῦ προστακτικῶς συντάσσεται, μὴ τύπτε, καὶ μετὰ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν καὶ τῶν πληθυντικῶν τοῦ ἀορίστου, μὴ ποιησάτω, μὴ ποιησάτωσαν, μετὰ δὲ τοῦ δευτέρου τῶν ἑνικῶν ὑποτακτικῶς μὴ ποιήσῃς, καὶ τοῦ ὑποτακτικοῦ προσταγὴν δηλοῦντος. Gr.

872. θόρυβος: ταραχή. Gu. ἕνεκεν τῆς δίκης, ἣν ἐκείνῳ ποιήσομεν. Fl. 21. ἐπικουρία: συνδρομὴ, βοήθεια. Gr. βοήθεια Πολυμήστορι. Fl. 6. 9. 17. 21. 56. 59. 76. φοβηθεῖσα ἡ Ἑκάβη μή πως, ὅταν ἔμελλε φονεῦσαι αὐτὸν, ἀποτύχῃ τούτου, καὶ γίνεται θόρυβος, ἢ, ὅταν ἔμελλε φονεύειν αὐτὸν, λαλήσῃ καὶ γένηται ὄχλησις, καὶ ἀκούσαντες οἱ Ἕλληνες ἔλθωσι καὶ οὐκ ἐάσωσι φονεῦσαι αὐτὸν, λέγει, ἐὰν δὲ πολλάκις, φονευομένου τοῦ Πολυμήστορος, φανῇ ἀπὸ τῶν Ἀχαιῶν τις θόρυβος ἢ βοήθεια, οἷα πείσεται, ἤγουν οἷα μέλλει παθεῖν παρʼ ἐμοῦ, τοῦτο κώλυσον, μόνον μὴ δοκῶν διὰ τὴν ἐμὴν χάριν ποιεῖν τοῦτο, διὰ δὲ τὸ δίκαιον. εἰς τὰ ἄλλα, ἤγουν εἰς τὸν φόνον [*](4. βουλεύσω Matth. pro βουλεῦ- quod sequitur, inter lineas ea- dem manu. Fortasse cohaerent 9. κατὰ τοῦ ἀποκτ. τόνδε ἤγουν τὸν ἤγουν μὴ βοηθήσῃς, ἢ τὸ ὑποτ. πολύδωρον etiam in Gr. MATTH. 11. ἢ τὸ] Sic liquido exaratum 13. ἐνάργειαν] ἐνέργειαν Fl. 25. in Gu. In eo hoc scholion in 29. ποιεῖν Matth. pro ποιῶν. margine interiore scriptum est, id)

434
αὐτοῦ, θάρσει· πάντα ἐγὼ πράξω καλῶς, ἤγουν δύναμαι φονεῦσαι αὐτόν. Fl. 59.

873. πάσχοντος: τινὸς πράγματος γενομένου. Fl. 17. πείσεται: συμβαίνει. B.

874. εἶργε: κώλυε τοῦτο. Fl. 17. 59. 76. δοκῶν: φαινόμενος. Gr. μὴ νομιζόμενος εἴργειν. Gu. ἐμήν: διὰ τήν. B.

875. τὰ δʼ ἄλλα: κατὰ τὰ ἄλλα. Gr. ἤγουν ὅπως φονευθῇ. Gu. ἤγουν πῶς μέλλω φονεῦσαι αὐτόν. Fl. 6. 9. 17. 21. 56. 59. 76. θάρσει: ἤγουν μεγάλην ἀφοβίαν ἔχε. Gr. θάρρος ἐξ ἐλπίδος ἀφοβία, θάρσος ἐκ μεγάλης ἐλπίδος ἀφοβία, θράσος ἡ ἀπερίσκεπτος ὁρμή. Gr. Fl. 25. ἀπὸ τοῦ θέρω τὸ θερμαίνω ἐτυμολογεῖται τὸ θράσος, ὅπερ μετατιθέμενον γίνεται καὶ θάρσος. καὶ θράσος μὲν ὁ ἀλόγιστος θυμὸς, θάρσος δὲ ὁ ἔλλογος ἐπὶ ψυχῆς. Fl. 59. θήσω καλῶς: διαθήσω καλῶς. M.

876.—879. πῶς οὖν: τί οὖν πράξεις, ὦ γραῖα: πότερα μετὰ ξίφους φονεύσεις αὐτὸν ἢ μετὰ φαρμάκων ἢ μετὰ βοηθείας τινός τίς χεὶρ καὶ ποία δύναμις ἔσται μετὰ σοῦς ; πόθεν ἔχεις τοὺς φίλους τοὺς μέλλοντας βοηθῆσαί σοι ; Fl. 59.

πῶς οὖν ; τί δράσεις: κατὰ τίνα τρόπον ποιήσεις καλῶς. Gr. τὸ πῶς μὲν δηλοῖ τὸν τρόπον, τὸ δὲ τί τὸ πρᾶγμα. Gu.

877. γραίᾳ: σὺ ἡ γεραιὰ, ἢ χειρὶ γεραιᾷ. Fl. 21. ἐμφαντικὸν ἀδυναμίας. Gu. βάρβαρον: ἐμφαντικὸν δυνάμεως. Gu.

878. φαρμάκοισιν: γοητείαις. Gu. μαγείαις, ἢ δηλητηρίοις. φάρμακα γὰρ καὶ αἱ μαγεῖαι. Gr.  ψωἐπικουρίᾳ : συμμαχίᾳ. B. Gu.

879. συνέσται: ποία δύναμίς σοι συμβάλλεται : M. σύμμαχος ἔσται. Gr. χείρ: τίς σοι συνυπάρξει δύναμις. Ι. δύναμις. B. Gr. βοήθεια. Gu. πόθεν: ἐκ ποίας μηχανῆς καὶ ἀφορμῆς, αἰτίας. Gu. κτήσῃ: λάβῃς. B. ἔξεις. Gr.

880. στέγαι: σκηναί. B. Gr. κεκεύθουσι: κρύπτουσι. Gr. I. ἔστι δὲ τὸ κε ἀναδίπλωσις ποιητικὴ, ὡς τὸ κεκάδονται. Gu. κεύθουσι. Fl. 33.

881. τὰς αἰχμαλώτους: ἐμφαντικὸν ἀδυναμίας. Gr. Ἑλλήνων [*](11. ὁρμή om. Gr. 16. ἢ μετὰ Matth. ἢ om. Fl. 13. θάρσος Matth. pro θρά- 59. 17. σοῦ Matth. pro μοῦ.)

435
ἄγραν: ἤγουν ἂς ἤγρευσαν ἀντὶ τοῦ ᾐχμαλώτευσαν οἱ Ἕλληνες. Gr. τὰς—ἄγραν: ἐρωτηματικόν. Gu. Fl. 21.

882. τὸν ἐμὸν φονέα: οἰκειοῦται τὸν τοῦ παιδὸς θάνατον. Gr. Fl. 17. 59. 76. τιμωρήσομαι: κολάσω. 1. φονεύσω. Fl. 59. τιμωρῶ, τὸ βοηθῶ γράφεται πάντοτε ἐνεργητικῶς, οὐ μὴν δὲ καὶ παθητικῶς· τὸ δὲ τιμωρῶ τὸ κολάζω παθητικῶς γράφεται καὶ ἐνεργητικῶς. Fl. 59.

883. καὶ πῶς: καὶ πῶς ἔσται ταῖς γυναιξὶ κράτος τῶν ἀρσένων, ἤγουν καὶ πῶς αἱ γυναῖκες κρατήσουσιν ἢ νικήσουσι τοὺς ἄνδρας: Gr. καὶ πῶς ὑπάρξει ταῖς γυναιξὶ κράτος καὶ δύναμις κατὰ τῶν ἀρσένων, ἤγουν αἱ γυναῖκες πῶς μέλλουσι φονεῦσαι ἄνδρα; Fl. 59. κράτος: ἐπικράτεια. I. νίκη, κυρίευσις. Gu.

884. δεινόν: χαλεπὸν τὸ πλῆθος καὶ σὺν δόλῳ δυσκαταγώνιστον. I. χαλεπόν. Gr. ἰσχυρόν. Gu. σὺν δόλῳ ; μετὰ δόλου. Gu. δύσμαχον : ἀκαταμάχητον. M. Gr. δυσμάχητον, δυσκαταγώνιστον. Gu.

885. δεινόν: ναὶ, ἀλήθειαν λέγεις. Gu. χαλεπόν. Gr. μέμφομαι: ψέγω. Gr. καταγινώσκω καὶ φαῦλον ἡγοῦμαι· ἀσθενὲς γὰρ καὶ μαλακόν. Gu.

886. τί δʼ ; οὐ γυναῖκες: τί δέ οὐ γυναῖκες ἀνεῖλον τὰ τέκνα τοῦ Αἰγύπτου, κσὶ τοὺς ἄρσενας ἐξοικισθῆναι ἐποίησαν τῆς Λήμνου; ἀντίστροφον, ἀντὶ τοῦ τοὺς ἄρσενας ἐξῴκισαν ἄρδην τῆς Λήμνου. I. Ἱστορία. Αἴγυπτος καὶ Δαναὸς ἀδελφοὶ ἤσαν, ἀπὸ Ἰοῦς τῆς Ἰνάχου θυγατρός. τούτων ὁ μὲν Αἴγυπτος ἔσχε πεντήκοντα παῖδας ἄρρενας, ὁ δὲ Δαναὸς ἔσχε καὶ αὐτὸς πεντήκοντα θυγατέρας. οὗτος φθονῶν τῷ ἀδελφῷ Αἰγύπτῳ διὰ τὴν τῶν ἀρρένων παίδων κτῆσιν, καὶ φοβηθεὶς ὅπως μὴ ὑπʼ αὐτῶν ἐκβληθῇ τῆς βασιλείας, ἀνδρωθέντων τῶν [*](23. Ἱστορία om. B. M. Gu. κοντα (ν B.) θυγατέρας] δαναὸς καὶ ib. ἀπὸ Ἰοῦς τῆς] Ἰοῦς δὲ τῆς αὐτὸς θυγατέρας ν Gu. I. Gu. I. ib. φθονῶν post Αἰγύπτῳ Gu. I. 24. θυγατρός] παῖδες addit Gu., 26. ἀρρένων (ἀρσένων Gu.) παίδων κτῆσιν] ἀρσένων κτῆσιν Ι., omisso ἀπόγονοι I. ib. πεντήκοντα (ν B. M.) παῖδας ἄρ- παίδων. ρενας] παῖδας ἄρσενας πεντήκοντα (ἄρ- 27. ὅπως —βασιλείας] μή πως ὐπʼ ρενας ν Gu.) Gu. I. αὐτοῦ τῆς βασιλείας ἐκβληθῇ Gu. I. 25. Δαναὸς ἔσχε καὶ αὐτὸς πεντή- ib. τῆς] ἐκ τῆς M.)

436
υἱῶν αὐτοῦ, ἐδίωξεν αὐτὸν εἰς τὴν Αἴγυπτον ἅμα τοῖς παισὶν, ὅθεν καὶ ἀπʼ αὐτοῦ ἡ χώρα Ἀἴγυπτος ἐκλήθη. χρόνου δέ τινος παρελθόντος καὶ τῶν παίδων ἀνδρωθέντων, θαρρῶν τῇ τῶν παίδων δυνάμει, παρεγένετο εἰς τὸ Ἄργος. ὁ δὲ Δαναὸς φοβηθεὶς αὐτὸν καὶ πρόνοιαν ἑαυτοῦ ποιούμενος καὶ τῆς βασιλείας, ἐπιβουλὴν κατὰ τῶν Αἰγύπτου υἱῶν ταύτην ἐσκέψατο· συνέθετο γὰρ τῷ Αἰγύπτῳ συνάψαι πρὸς γάμον τὰς ἑαυτοῦ θυγατέρας τοῖς υἱοῖς αὐτοῦ. ἑτοίμως δὲ τοῦτο κατεπαγγειλάμενος τῷ Αἰγύπτῳ ὁ Δαναὸς συνεβούλευσε ταῖς θυγατράσιν ὥστε ἀνελεῖν νύκτωρ τοὺς ἑαυτῶν ἄνδρας πρὸ τῆς μίξεως τῆς πρὸς αὐτὰς, θάνατον ἐπαπειλήσας ταῖς μὴ τοῦτο ποιούσαις. αἱ μὲν οὖν πᾶσαι τὸ τοῦ πατρὸς ἔχουσαι πρόσταγμα ἀνεῖλον τοὺς ἄνδρας, μία δὲ μόνη τούτων ἡ Ὑπερμνήστρα ἐφείσατο τοῦ Λυγκέως, ἀπὸ τῆς μίξεως διάθεσιν ἐσχηκυῖα πρὸς αὐτόν. οὗτος δὲ σωθεὶς ἐξεδίκησε τοὺς ἀδελφούς. ἐφόνευσε γὰρ τὰς θυγατέρας τοῦ Δαναοῦ, ἅμα καὶ αὐτὸν, καὶ τῆς τούτου βασιλείας ἐκράτησε τοῦ Ἄργους ἅμα τῇ Ὑπερμνήστρᾳ. καὶ γίνεται ἐκ τούτων Ἄβας, ἐξ Ἄβαντος Προῖτος καὶ Ἀκρίσιος, ἐξ Ἀκρισίου Δανάη, ἐκ Δανάης Περσεὺς, ἐκ Περσέως Ἀλκαῖος, Ἠλεκτρύων καὶ Σθένελος, ὧν ὁ μὲν Ἀλκαῖος Ἀμφιτρύωνα ἔσχε παῖδα, ὁ δὲ Ἠλεκτρύων τὴν Ἀλκμήνην, ἐξ Ἀλκμήνης δὲ Ἡρακλῆς καὶ Ἴφικλος, ἐξ οὗ Ἰόλαος. B. M. Gu. I. φασὶ δὲ οἱ ποιηταὶ ταύτας ἐν Ἅιδου διὰ τὸν φόνον τῶν ἰδίων ἀνδρῶν κολάζεσθαι, ὑδροφορεῖν [*](1. τὴν Αἴγυπτον] τὴν om. B. Gu. I. 11. πᾶσαι] ἄλλαι I. ib. παισὶν] παισὶν αὐτοῦ I. ib. ἔχουσαι] τηρήσασαι Gu. 2. ἀπʼ αὐτοῦ] ὑπʼ αὐτοῦ M. 12. μόνη τοότων] τούτων μόνη I. ib. παρελθόντος] διαγενομένου Gu. ib. ἡ Ὑπερμνήστρα om. B. M. διαγινομένου I. γενομένου M. 13. οὖτος—Ὑπερμνήστρᾳ] οὗτος σωθεὶς 3. θαρρῶν—ἐσκέψατο] θαρρῶν ὁ αἴγυπτος τῶν ἀδελφῶν ἀμύντωρ ἐγένετο, καὶ τῇ τούτων δυνάμει—αὐτὸν πρόνοιαν φονεύσας τὸν δαναὸν σὺν ταῖς θυγατράσι —βασιλείας κατὰ τῶν αἰγύπτιου τῆς ἄργους βασιλείας ἐκράτησεν ἅμα υἱῶν τοιαύτην ἐσκέψατο τὴν ἐπιβουλήν τῇ ὑπερμνήστρᾳ Gu. qui sequentia Gu. I. καὶ γίνεται— Ἰόλαος omittit. ib. τῶν παί δων B. τούτων Gu. I. 16. τούτων] τούτου I. τοότου M. 17. ἐκ Δανάης om. B. 8. κατεπαγγειλάμενος] κατεπαγγελλόμενος 18. Ἀμφιτρύωνα ἔσχε] ἔσχε τὸν I. ἀμφιτρύωνα I. ib. ὁ Δαναὸς om. Gu. 19. Ἀλκμήνης δὲ] δὲ om. M. 9. τῆς μίξεως τῆς πρὸς αὐτὰς (sic 20. Ἴφικλος] ἰφικλς (i. e. ἰφικλῆς) M.: ceteri αὐτούς)—ἐπαπειλήσας] τοῦ M. μιγῆναι τούτους αὐταῖς—ἀπειλήσας Gu. 21. κολάζεσθαι ante διὰ τὸν φόνον 10. ποιούσαις] ποιησάσαις Gu. I.)
437
καταδικασθείσας ἐν τετρυπημένῳ πίθῳ. ὅθεν καὶ παροιμίαν ἐπὶ τῶν ἀνήνυτα μοχθούντων εἰς τετρυπημένον πίθον ἀντλεῖν λέγομεν. Gu. I. Ἱστορία. ἐξ Ἰοῦς τῆς θυγατρὸς Ἰνάχου ἐγένοντο δύο παῖδες, Αἴγυπτος καὶ Δαναός. ἔχων οὖν ὁ Δαναὸς θυγατέρας πεντήκοντα φοβηθεὶς τὸν ἀδελφὸν ἔχοντα πεντήκοντα υἱοὺς ἐξέβαλε μετὰ δόλου τῆς πόλεως. ἀλώμενος οὖν ἐκεῖνος εἰς ἀλλοτρίους τόπους ἐπανῆλθεν ἀνδρωθέντων τῶν υἱῶν. φοβηθεὶς οὖν ὁ Δαναὸς τὴν πολιορκίαν μήνει διὰ πρέσβεων τῷ Αἰγύπτῳ περὶ κήδους τῶν  θυγατέρων καὶ τῶν παίδων ἐκείνου. τοῦτο οὖν γίνεται καὶ ἀναιροῦσιν ἅπαντας τῷ καιρῷ τῆς μίξεως ξιφιδίοις ὑποθήκαις τοῦ πατρὸς, μιᾶς φεισομένης Λυγκέως καὶ ἐξειπούσης τὸ ἀπόρρητον. Gr.

887. καὶ Λῆμνον ἄρδην: ἐν Λήμνῳ γυναῖκες ἐτέλουν ἑορτὴν ἐτήσιον τῇ Ἀφροδίτῃ. ἐπεὶ οὖν ποτὲ καταφρονήσασαι τῆς θεοῦ ἀπέλιπον τὸ ἔθος, ὀργισθεῖσα ἡ Ἀφροδίτη ἐνέβαλεν αὐταῖς δυσοδμίαν, ὡς μὴ δύνασθαι τοὺς αὐτῶν ἄνδρας αὐταῖς πλησιάσαι. αἱ δὲ νομίσασαι ὑπὸ τῶν ἀνδρῶν καταφρονεῖσθαι τούτους πάντας ἀπέκτειναν. Gu. I.

Αἱ Λήμνιαι μὴ τιμῶσαι τὴν Ἀφροδίτην, καθὰ καὶ αἱ ἄλλαι γυναῖκες, ὀργισθεῖσα ἡ θεὰ δέδωκεν αὐταῖς δυσωδίαν εἴς τε τὴν αἰδὼ καὶ εἰς τὸ στόμα. ἦσαν τοίνυν μισούμεναι παρὰ τῶν ἀνδρῶν αὐτῶν. ἐκεῖναι δὲ αὐτοῖς μὴ συγκοιταζόμεναι μετὰ τῶν ἀνδρῶν αὐτῶν ἐμίσησαν αὐτοὺς καὶ ἀπέκτειναν. Fl. 59. ἔθος ἦν τοῖς Λημνίοις κατʼ ἔτος θύειν τῇ Ἀφροδίτῃ. παριδόντες οὖν τὸ τοιοῦτον ἐτήσιον ἔθος σχεδὸν οὐ μνήμην ἐποίουν αὐτῆς. αὕτη οὖν ὀργισθεῖσα ἐπέβαλε ταῖς γυναιξὶν αὐτῶν δυσωδίαν, διʼ ἣν οἱ ἄνδρες αὐτὰς ἀπεστρέφοντο. αἱ δὲ ὀργισθεῖσαι ἀνεῖλον τοὺς ἑαυτῶν ὁμευνέτας. μόνη δὲ Ὑψιπύλη ἔσωσε τὸν ἑαυτῆς ἄνδρα Θόαντα. τούτου οὖν ἀναμιμνήσκουσα τὸν Ἀγαμέμνονα ἡ κάβη δηλοῖ ὅτι οὐκ ἔστι δυσκατόρθωτον τὸ τοὺς ἄνδρας ὑπὸ γυναικῶν φονεῦσαι. Fl. 33.

καὶ Λῆμνον ἄρδην: ὁ Δίδυμος οὕτως· Πελασγοὶ ἐπιθέμενοι ποτὲ [*](1. παροιμίαν] παροιμία 1. ib. δυσοδμίαν] δυσωδίαν I. 7. μήνεῖ] Sic codex. Requiritur 15. αὐτῶν] ἑαυτῶν I. μηνύει vel πέμπει vel simile quid. 18. τιμῶσαι] τιμῶντες Fl. 59. 12. ἑορτὴν ἐτήσιον] ἐτήσιον ἑορτὴν l. 30. ὁ Δίδυμος] ὁ δὲ δίδυμος I. 14. ὀργισθεῖσα om. I. nullo lemmate praefixo.)

438
ταῖς Ἀθήναις πολλοὺς τῶν ἐξ Ἀθηνῶν ἁρπάσαντες ἤγαγον εἰς Λῆμνον, ἐν οἷς καὶ γυναῖκας Ἀττικὰς, αἷς καὶ παλλακίσι χρησάμενοι ἔσχον παῖδας· σὓς αἱ μητέρες τήν τε πάτραν γλῶσσαν καὶ τὰ ἔθη ἐδίδαξαν. οἱ δὲ συνήρχοντο τότε ἀλλήλοις, καὶ εἴ τις τύπτοι τινὰ αὐτῶν, ἐβοήθουν ἅπαντες. καὶ τέλος ἄρχοντα ἴδιον ποιήσαντες παρώξυναν τοὺς Πελασγοὺς οὕτως· ὥστε ἐκείνην ἀνελεῖν τε τοὺς παῖδας ἅπαντας καὶ Ἀττικὰς πάσας γυναῖκας. καὶ μετὰ ταῦτα καὶ αἱ Λήμνιαι γυναῖκες τοὺς σὺν Θόαντι πάντας ἀπέκτειναν. διʼ ἀμφότερα ταῦτα ἡ παροιμία ἐδόθη, τὰ Λήμνια κακά. B.M.I. καὶ Λῆμνον: οἱ Πελασγοὶ Ἀθήνας εἷλον στρατεύσαντες κατʼ αὐτῶν, καὶ γυναῖκας εἰς Λῆμνον ἤγαγον καὶ χρησάμενοι ἐπαιδοποίησαν. αἱ δὲ τὴν πάτριον φωνὴν τοὺς παῖδας καὶ τὰ ἔθη ἐπαίδευσαν· οἳ καὶ διῆγον φίλοι τε ἀλλήλοις ὄντες καὶ ἀμυνόμενοι τοὺς ἀδικοῦντας, προκρίναντες καὶ ἄρχοντα ἐξ αὐτῶν ἕνα. ἐφʼ οἷς ἀγανακτήσαντες οἱ πατέρες αὐτούς τε καὶ τὰς μητέρας ἀνεῖλον. ὅθεν φοβηθεῖσαι αἱ περιλειφθεῖσαι Λημνιάδες μὴ καὶ αὐταὶ τὰ ὅμοια σπάθωσιν ἀνεῖλον πάντας τοὺς ἄνδρας. ἐξ ἀμφοῖν οὖν ἡ παροιμία ἐλέχθη Λήμνια κακὰ, ἐξ ὧν τε οἱ ἄνδρες μετὰ παίδων τὰς γυναῖκας ἀνεῖλον καὶ ἐξ [*](1. πολλοὺς] πολλὰ M . . . . . . . μνιάδες τοὺς σὺν θόαντι ἄνει- 2. γυναῖκας om. M. λον. διʼ ἄμφω οὖν ἡ παροιμία ἐλέχθη ib. αἷς καὶ] καὶ om. B.I. τὰ λήμνια κακά :—quae redintegrari : 3. τήν τε πατρῴαν] τῶν τε πατέρων possunt ex Fl. 33. οἱ Πελασγοὶ ταῖς τὴν B.l. Ἄθήναις ἐπιθέμενοι ποτὲ πολλοὺς τῶν ib. γλῶσσαν—ἔθη] γλῶτταν—ἤθη I. ἐξ Ἀθηνῶν ἁρπάσαντες ἤγαγον εἰς Λῆ- ] 4. τινὰ αὐτῶν] ἀπʼ αὐτῶν τινα 1. μνον, ἐν οἷς ἔτι καὶ γυναῖκας ἥρπασαν, 5. καὶ τέλος— Ἀττικὰς πάσας γυναῖ- αἷς πολλάκις (sic) χρησάμενοι ἐπαιδο- κας habet H., om. B.I. ποίησαν. αἱ δὲ τοὺς παῖδας τὴν πάτριον 6. ἐκείνην] Sic M. φωνὴν καὶ τὰ ἤθη ἐδίδαξαν· οἳ καὶ βή- 7. καὶ αἱ] αἱ om. B.I. σαντες (leg. ἡβήσαντες) συνήρχοντο· 8. ἀμφότερα] ἀμφότερα δὴ B. ἀλλήλοις καὶ φίλοι ἦσαν, καὶ τοὺς ἀδι- 10. οἱ Πελασγοὶ—] Simile scho- κοῦντας αὐτοὺς ἠμύναντο. καὶ εἴ τις lion est in M. quod ex parte tan- ἔτυπτέ τινα αὐτῶν, ἐβοήθουν πάντες, tum legi nunc potest, καὶ ἄλλως. καὶ τέλος ἄρχοντας ἰδίους ποιήσαντες πελασγοὶ ἀθήναις ἐπιθέμενοι ἥρπασαν ἐπέστησαν· ἐφʼ οἷς ἀγανακτήσαντες οἱ ἄλλα τε καὶ γυναῖκας εἰς λῆμνον ἤγαγον πατέρες αὐτούς τε καὶ τὰς μητέρας τὰς καὶ χρησάμενοι ἐπαιδοποίησαν. αἱ δὲ Ἄττικὰς, τουτέστι πάντα, ἀνεῖλον. με- τὰ τοὖς παῖδας τὴν πάτριον φωνήν τε καὶ τὰ δὲ ταῦτα αἱ Λημναῖαι γυναῖκες τοὺς ἔθη ἐπαἱδευσαν. οἱ δὲ ὴβη. . . . φίλοι τε σὺν Θόαντι πάντας ἀπέκτειναν etc. ἀλλήλοις ἦσαν καὶ ἀμυ . . . . τοὺς ἀδι- 12. ἔθη] ἤθη Gu. Conf. l. 3. κοῦντας πελασγοὺς καὶ ἄρχοντα αὐτοῖς 16. περιλειφθεῖσαι] περιληφθεῖσαι . . . ἐφʼ οἷς ἀγανακτήσαντες—ἀνεῖλον Gu.)
439
ὥν αἱ γυναῖκες τοὺς ἄνδρας. Gu. Λήμνιαι γυναῖκες ὑπερφερεῖς οὖσαι τῷ κάλλει ἐπήρθησαν κατ' Ἀφροδίτης. χολωθεῖσα οὖν ἐκείνη ἐμβάλλει ταῖς σαρξὶ τούτων δυσωδίαν, διʼ ἢν ὑπὸ τῶν ἀνδρῶν ἀπεστρέφοντο. ὅθεν καὶ ἐμπεσοῦσαι μιᾷ τῶν νυκτῶν ἀναιροῦσιν ἅπαντας ὀλίγων πάντη φεισάμενοι γονῆς χάριν. Gr. ἄρδην: παντελῶς, ὁμοῦ. Fl. 9. 17. 21. 56. 59. 76. παντελῶς. ἐπὶ κακοῦ κεῖται τὸ ἄρδην ἀεί ποτε. Gr. ἐξῴκισαν: ἐξοικισθῆναι ἐποίησαν, ἐξῳκισμένους ἐποίησαν. Gu.

888—897. ἀλλʼ ὡς γενέσθαι: ἀλλὰ πῶς χρὴ γενέσθαι, τόνδε μὲν τὸν λόγον ἄφες· παράπεμψον δὲ χάριν ἐμοῦ τήνδε τὴν γυναῖκα διὰ τοῦ στρατοῦ ἀκινδύνως. καὶ σὺ, ὦ γύναι, πλησιάσασα τῷ φίλῳ τῷ Θρμκὶ, λέξον· καλεῖ σε ἡ Ἑκάβη ἡ ποτὲ ἄνασσα τῆς Τροίας, διὰ χρείαν σὴν μᾶλλον ἢ ἐκείνης, καὶ παῖδας, καλεῖ δηλονότι, ὅτι δεῖ γινώσκειν καὶ τὰ τέκνα τοὺς ἀπʼ ἐκείνης λόγους. τὸν δὲ τάφον, ἤτοι τὴν ταφὴν τῆς νεοσφαγοῦς Πολυξένης, καρτέρησον, ὦ Ἀγάμεμνον, ἵνα οὗτοι οἱ ἀδελφοὶ, ἡ διπλῆ φροντὶς ἐμοὶ, ἐν μιᾷ φλογὶ κρυφθῆτον, ἀντὶ τοῦ ἐν τῇ χθονὶ πλησίον ἀλλήλων δηλονότι. I.

ἀλλʼ ὡς γενέσθαι: μέλλει. B. ἀλλʼ ὥστε μὲν γενέσθαι τὴν τιμωρίαν τοῦ Πολυμήστορος, ἄφες τὸν περὶ τούτου λόγον. Fl. 59. διχῶς νοητέον] τοῦτο· ἀλλʼ ὡς χρὴ γενέσθαι, ἢ πῶς χρὴ γενέσθαι, μέθες τόνδε τὸν λόγον ἐμοί· ἢ ἀλλʼ ὡς ἤγουν οὕτως γενέσθαι τοῦτο, ὡς ἐκεῖνο τῶν γυναικῶν. Fl. 21.

889. πέμψον: παράπεμψον, ὁδήγησον. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. ἀσφαλῶς: ἀνεμποδίστως. Florr. Gr. ἀφόβως καὶ ἀκινδύνως, ἵνα μή τις τῶν Ἑλλήνων κωλύσῃ αὐτὴν αἰχμάλωτον οὖσαν. M. Gu. ὡς αἰχμάλωτος καὶ ὡς γυνὴ, ἀπρεπὲς ἦν διέρχεσθαι μέσον τοῦ στρατοῦ· ἐν γὰρ τῷ στρατῷ καὶ ἀκόλαστοί εἰσιν ἄνδρες. καὶ φοβηθεῖσα μή πως κρατήσῃ τις ταύτην, καὶ ἢ φθείρῃ—νέα γὰρ ἦν ἡ ἀποσταλθεῖσα—ἢ ἀλλοτρόπως ἐπηρεάζῃ, λέγει τὸν Ἀγαμέμνονα, ὡς ἐπιδώσῃ αὐτῇ τι σημεῖον βασιλικὸν εἰς τὸ διέρχεσθαι ταύτην μέσον τοῦ στρατοῦ ἀφόβως. Fl. 59.