Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

848. τούς γε πολεμιωτάτους: ἤγουν τοὺς πρὶν ἐχθρούς. Gr. διὰ τὸν Ἀγαμέμνονα. Fl. 59.

428

849. ἐχθρούς: Πολυμήστορα. Fl. 10. πρίν: δεδοκημένους. Fl. 10. εὐμενεῖς: ἤγουν τοὺς φίλους. Fl. 17. 56. διὰ τὸν Πολυμήστορα. Fl. 59.

850. ἐγώ σε καὶ σὸν παῖδα: ἐγώ σε καὶ τὸν παῖδά σου καὶ τὰς δυστυχίας καὶ τὴν ἱκεσίαν χεῖρα ἐλεῶ. B.M.I. καὶ θέλω, φησὶν,ʼ ἕνεκα τῶν θεῶν καὶ τοῦ δικαίου ταύτην σοι δοῦναι τὴν χάριν, τὸ τιμωρήσασθαι δηλαδὴ τὸν ἄδικον ξένον, εἴ πως δυνατὸν γένοιτο, ὥστε καὶ σοὶ καλῶς γενέσθαι, καὶ τοῖς Ἕλλησι μὴ δόξω διὰ Κασσάνδραν τιμωρεῖσθαι τὸν Πολυμήστορα. B.I.

τύχας: δυστυχίας. B. Gr. Fl. 33.

851. δι' οἴκτου: ἤγουν θέλω ἐλεῆσαί σε καὶ ἔχω κατʼ οἶκτον. Fl. 59. ἤγουν ἐλεῶ. Gr.

152. καὶ βούλομαι: βούλομαι ἕνεκα τῶν θεῶν, καὶ ἕνεκα τοῦ δικαίου, δοῦναί σοι τὸν ἀνόσιον τήνδε τὴν δίκην. I. καὶ θέλω παρασχεῖν σοι τήνδε τὴν χάριν, ἤγουν τοῦ ἐκδικῆσαί σε, ἕνεκα τῶν θεῶν καὶ ἕνεκα τοῦ δικαίου αὐτοῦ εἰς τὸν ἀνόσιον ξένον, ἤγουν εἰς τὸν φόνον, ὃν ἔπραξεν ὁ Πολυμήστωρ, ἵνα φανείην, ὥστε ἔχειν καλῶς ἔν σοι, ἤγουν βοηθῆσαί σοι, καὶ ἵνα μὴ δόξω ἐν τῷ στρατῷ, ὅτι χάριν τῆς Κασάνδρας ἐπιβουλεύω τῷ Πολυμήστορι τοῦ φονεῦσαι αὐτόν. Fl. 59.

854. εἴ πως: καὶ θέλω, ὅπως, ἵνα. Fl. 59. φανερὸν μὲν ὃν τὸ πρᾶγμα, τίθεται ἀδιστάκτως τὸ ὅπως ἢ τὸ ἕνεκα, ἐλθὲ, ἵνα ποιήσωμαι τόδε· τὸ δὲ ἔχον δισταγμὸν, εἴτε μέλλον γενήσεσθαι, εἴτε καὶ μὴ, τίθεται εἵ πως. Fl. 59. σκοπῶ, διανοοῦμαι, τίνι τρόπῳ. Gr. κατὰ τίνα τρόπον. Gu. φανείη: τὸ πρᾶγμα. Gr. δειχθείην τὸ πρᾶγμα εἰς τὸ βοηθῆσαί σοι. Fl. 6. 9. 17. 21. 56. 59. 76. εἴ πως φανείη σοι τοιαύτη συμμαχία, ὥστε καὶ σοὶ καλῶς γενέσθαι, καὶ τοῖς Ἕλλησι μὴ δόξαι διὰ Κασσάνδραν τοῦτον τιμωρεῖσθαι. M. [*](4. ἐγώ σε— διστυχίας (nisi quod in B. cum lemrmate εἴ πως φανείη. M. τὴν δυστυχίαν) B. M. ἐγώ σε καὶ 8. Κασσάνδραν] κασάνδραν I. τὸν σὸν παῖδα: καὶ τὴν δυστυχίαν σου l 13. βούλομαι] ἄλλως praefixum in 5. τὴν ἱκεσίαν] In Gu. gl. πα- I. In M. est, καὶ βούλομαι θεῶν θ' ρακλητικήν. οὕνεκα: τὸ ἐξῆς, καὶ βούλομαι θεῶν οὕ- ib. θέλο] θέλων I. νεκα καὶ τοῦ δικαίου ἀνόσιον ξένον τήνδε 6. τῶν θ. καὶ τοῦ δ.] τοῦ. δ καὶ σοι δοῦναι δίκην :— 27. τοιαύτη om. Μ. 7. εἴ πως] Novi scholii initium 28. τοῦτον om. M.)

429
Fl. 10. 21. 33. ἔχειν: διακεῖσθαι. Fl. 6. 9. 17. 21. 50. 59. 76. Gr.

855. μὴ δόξαιμι: δέον δόξαι εἰπεῖν, πρὸς τὸ σοί τʼ ἔχειν— ὁ γὰρ τε σύνδεσμος τοῦτο ἀπῄτει — δόξαιμι εἶπε πρὸς τὸ φανείην. ζητῶν δὲ πανταχοῦ ταύτην εὑρήσεις τὴν σύνταξιν. I. δόξαιμι: νομισθείην. Fl. 6. 9. 17. 21. 50. 59. 76. Gr.

856. βουλεῦσαι: μελετῆσαι. Gr. τὸ ἐπιβουλεύω καὶ συμβουλεύω οἱ Ἀττικοὶ χωρὶς τῶν προθέσεων γράφουσι, βουλεύω λέγοντες μόνον, ὡς καὶ τὴν τροφὴν ἀντὶ τοῦ ἀνατροφήν. Fl. 59.

857. ἔστιν γὰρ ᾖ ταραγμός: ἀντὶ τοῦ τετάραγμαι καὶ πεφόβημαι. B. λείπει τὸ τίς, ἵνʼ ἥ, ἔστι γάρ τι, φησὶ, καθʼ ὃ τετάραγμαι. ποῖον τοῦτο; τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός B. M. Gu. I. Ἄλλως. ἔμελλεν εἰπεῖν ὅτι ἔστι φίλος τοῖς Ἕλλησιν· εἶτα ἀντὶ τοῦ τετάραγμαι μεταλογιζόμενός φησι, ταραγμός ἐμπέπτωκέ μοι, ἐννοήσας ὅτι φίλος ἐστὶ τῷ στρατεύματι ὁ Πολυμήστωρ. B.I. τοιοῦτό ἐστιν ὃ ταραγμὸν ἐμποιεῖ τῷ Ἀγαμέμνονι. Gr. ἔστι γὰρ μερὶς, ἐφʼ ᾖ, ὅπου. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. ἔν τινι. Fl. 33. ταραγμός: δειλία. Fl. 56. Gu. ἐμπέπτωκε: ἐπῆλθε. Fl. 56. ἔπεσεν. Fl. 33. ὑπερβατὸν μέχρι καὶ τοῦ διαβληθήσομαι. Gu.

858. τοῦτον: τὸν Πολυμήστορα. Gr. φίλον: προσφιλῆ. Fl. 6. 9. 17. 21. 50. 59. 76. Gr. τὸ φιλεῖν καὶ ὁ φίλος διφορεῖται παρὰ τοῖς ποιηταῖς· ἔστι γὰρ καὶ μακρὸν καὶ βραχὺ τὸ φίλος. Fl. 21.

859. τὸν κατθανόντα: τὸν Πολύδωρον. Gr. Florr. εἰ δέ σοι φίλος: εἰ δὲ φίλος ὑπάρχει σοι ὁ Πολύδωρος, χωρὶς ὑπάρχει τῷ στρατῷ τοῦτο. μόνη συ ἔχεις αὐτὸν φίλον, στρατὸς δὲ οὔ. μᾶλλον τὸν Πολύμηστορα ἔχει τὸ κοινὸν φίλον. Fl. 59. τὸ εἰ ἐνταῦθα ἀντὶ τοῦ πολλάκις. Fl. 17. εἰ δέ σοι φίλος Πολύδωρος, τοῦτο οὐ κοινὸν τῷ στρατῷ, ὡς συμπονῆσαί σοι. Fl. 25.

860. ὅδʼ: ὁ υἱός σου. Fl. 10. δηλονότι ὁ Πολύδωρος. M. ὁ κατθανών. Gu. χωρὶς τοῦτο: κατʼ ἰδίαν σοὶ μόνῃ τοῦτο. Gr. ἰδίως, κεχωρισμένως ὑπάρχει, ἤγουν ἴδιον ὑπάρχει σοι τὸ ἀγαπᾶν [*](11. λείπει τὸ τἱ] τὸ τί ἐλλείπει I. 14. ἀντὶ τοῦ τετάραγμαι hoc loco ib. γάρ τι] γάρ τι πρᾶγμα Gu. M., post ἐμπέπτωκέ μοι ceteri. ib. φησὶ om. M. Gu. ib. μεταλογιζόμενος M. μεταλογι- 12. τοῦτο] το M. σάμενος ceteri. ib. φίλιον] φίλον B. Gu. I. ib. ταραγμὸς] ὅτι ταραγμὸς Ι.)

430
τὸν υἱόν σου, καὶ οὐ συντείνει πρὸς τὸν στρατὸν ἡ πρός τοῦτόν σοι φιλία. Gu. χωρὶ ἀντὶ τοῦ ἄνευ, χωρὶς ἀντὶ τοῦ μακράν. Fl. 21. κοινόν: δηλονότι εἰ ἐστὶ φίλος σοι, οὐκ ἐστὶ τῷ στρατῷ τῷ Ἑλληνικῷ. Fl. 21. εἴποιεν οἱ Ἕλληνες ἐμοί· εἰ δέ σοι φίλος Πολύδωρος. τοῦτο οὐ κοινὸν τῷ στρατῷ. καὶ ἄλλως ἀπὸ τοῦ Ἀγαμέμνονος τῇ. Ἑκάβῃ· εἴ σοι φίλος, ὡς υἱὸς, ὁ Πολύδωρος, ἀλλʼ οὐχὶ καὶ τῷ στρατῷ, ὡς συμπονῆσαί σοι. Καὶ ἄλλως. εἰ δὲ ὅδε καὶ οὗτός ἐστι σοι φίλος. ἤγουν εἰ καὶ ἐγῶ φίλος σου εἰμὶ, ἀλλʼ οὐ κοινὸν τοῦτο καὶ τῷ στρατῷ, ὡς εἶναι κἀκείνους φίλους σούς. Gr.

861. φρόντιζε: γίνωσκε. Gr. σκόπει. Florr. Gu. σὺ δὲ, ᾦ Ἑκάβη, φρόντιζε, ὡς ἔχεις με ταχὺ θέλοντα βοηθῆσαί σοι, βραδὺν δὲ, εἴπερ χάριν Κασάνδρας διαβληθήσομαι. Fl. 25. πρὸς ταῦτα σκόπει ὡς ὅτι θέλοντα μὲν καὶ βουλόμενον καὶ ὀρεγόμενον ἔχεις ἐμὲ εἰς τὸ βοηθῆσαί σοι, καὶ ταχὺν αὖθις εἰς τὸ προσαρκέσαι σοι. εἰ δὲ διαβληθήσομαι καὶ κατηγορήθησομαι ἐν τοῖς Ἀχαιοῖς, ὅτι τὸν υἱόν σου βοηθῶ, ἔχεις με βραδὺν εἰς βοήθειαν. Fl. 59.

862. ξυμπονῆσαι: συγκοπιάσαι. Gr. προσαρκέσαι: βοηθῆσαι. M. εἰς τὸ ἐπαρκέσαι ἤγουν εἰς τὸ βοηθῆσαι. Gr. Florr.

863. βραδύν: ἀκίνητον. M. ἀργὸν, ἀκίνητον, τουτέστιν οὐ βοηθοῦντά σοι, ἔχεις. Gu. διαβληθήσομαι: προδοθήσομαι. Gr. καταγνωσθήσομαι, εἰ μέλλω κατηγορηθῆναι, χάριν Κασάνδρας βοηθεῖν σοι. Gu. διαβάλλω τὸ ψευδῆ κατηγορῶ, ὅθεν καὶ διαβολεὺς καὶ διάβολος· καὶ διαβάλλω τὸ ἁπλῶς κατηγορῶ, ὡς τὸ διαβάλλουσι τὸν ἅγιον τὸν τῶν Χριστιανῶν πρεσβεύοντα. Gr.

864.—867. φεῦ, οὐκ ἔστι θνητῶν: ταῦτά φησιν, ἐπειδὴ ἐν ἐξουσία ὗν ὁ Ἀγαμέμνων οὐ δύναται αὐτῇ χάριν παρασχεῖν, ὑφορώμενος τοὺς Ἕλληνας. B.M.I. φεῦ, οὐκ ἔστι: οὐκ ἔστιν ὅστις ἀπὸ τῶν θνητῶν ἐστιν ἐλεύθερος, ἀντὶ τοῦ ὅστις οὐκ ἔστι δοῦλος· ἢ γὰρ δοῦλός ἐστι χρημάτων |κατὰ κοινοῦ], ἤγουν φιλοχρήματος, ἢ δοῦλος, κατὰ κοινοῦ, τύχης καὶ εὐτυχίας, ἢ τὸ πλῆθος, ἤγουν ὁ δῆμος τῆς πόλεως, ἢ αἱ γραφαὶ τῶν νόμων, ἤτοι αἱ νομικαὶ διατάξεις, κωλύουσιν αὐτὸν μὴ χρῆσθαι τοῖς νόμοις κατὰ γνώμην καὶ κατὰ θέλησιν. 1. οὐκ ἔστι τις ἀπὸ τῶν θνητῶν ὅστις ὑπάρχει ἀκαταδούλωτος· ἢ χρημάτων γὰρ δοῦλός ἐστιν, ἤγουν ὁ ἐπιθυμῶν χρημάτων [*](25. ἐπειδὴ om. B. M. 29. κατὰ κοινοῦ delet MartI.)

431
δουλοῦται καὶ οὐ πράττει εἴ τι βούλεται, ἀλλʼ ὅσον παρὰ τοῦ δεσπότου αὐτὸν προσταχθῇ· καὶ λέγεται ἐκεῖνος δοῦλος χρημάτων· διὰ γὰρ τὰ χρήματα ἐδουλώθη. ἢ τῆς τύχης ἐστὶ δοῦλος, ὡς καὶ ἡ Ἑκάβη, πρότερον δέσποινα οὖσα, ὕστερον ὑπὸ τῆς τύχης ἐγένετο δούλη. καὶ λέγεται τοῦτο δοῦλος τύχης, ὅστις κακοπραγεῖ. ἢ ἐστὶ δοῦλος τοῦ πλήθους, ὡς ὁ βασιλεύς. καὶ νῦν ὁ Ἀγαμέμνων βασιλεὺς ὢν ὅμως φοβεῖται τὸ πλῆθος τὸ βοηθῆσαι τὴν Ἑκάβην καὶ φονεῦσαι τὸν Πολυμήστορα· οὐ γὰρ δύναται βασιλεὺς πρᾶξαί τι, μὴ θέλοντος τοῦ κοινοῦ· ὁ γὰρ τυχῶν ἄνθρωπος ἕνα μόνον φοβεῖται, τὸν βασιλέα, ὁ δὲ βασιλεὺς οὐχ ἔνα μόνον, ἀλλὰ τὸ πλῆθος. Fl. 59. ἀστοχήσασα ἡ Ἑκάβη τοῦ ζητουμένου καθόλου γνωματευομένη ποιεῖται τὸν λόγον, ὡς πάντες οἱ ἄνθρωποι δεδούλωνταί τισι καὶ οὐκ εἰσὶν ἐλεύθεροι, ὥστε πράττειν τὰ κατὰ βούλησιν. Gr.

865. ἢ χρομάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης: δοῦλος τύχης ἐστὶν ὁ ὑπὸ τύχης ἀναγκαζόμενος δουλεύειν. Ἄλλως. τύχης: εὐτυχίας εὐδαίμονος ἀνδρός· τῇ γὰρ εὐτυχίᾳ τῶν μειζόνων δουλεύομεν. οὕτως τινές. οὐ τῆς θείας οὖν τύχης φησὶν, ἀλλὰ τῆς μερικῆς καὶ ἐν ἀνδράσιν ὁρωμένης. B. M. τῷ ὄχλῳ δὲ τὸ πλέον νέμεις, ἀντὶ τοῦ τὰ κεχαρισμένα τοῖς Ἕλλησι πράττεις. B. δοῦλος πᾶς ἐστιν ἐκείνου τοῦ πράγματος οὗ ἥττων ἐστὶ, καὶ πράττει τὰ ἀρέσκοντα ἐκείνῳ. Gr. ἢ τύχης: τύχη λέγεται κυρίως, ὅταν ἄλλο ἐνεργῇ τις, εἶτα ἄλλο συμβῇ. τύχαι γὰρ παρʼ Ἕλλησι καὶ αἱ ταπειναὶ τάξεις τῶν ἀνθρώπων καὶ ὑποτεταγμέναι, καὶ αἱ ὑψηλαὶ καὶ ἐπικρατοῦσαι. ἀπὸ τῆς τύχης γὰρ ἐνόμιζον ταῦτα γίνεσθαι τοῖς ἀνθρώποις, οὐκ ἀπὸ εὐβουλίας τε καὶ κακοβουλίας. ἐνταῦθα κατὰ τὸ δεύτερον σημαινόμενον λέγεται, ἤγουν ἢ χρημάτων γάρ ἐστι δοῦλος, ἢ τύχης ἐστὶ δοῦλος, τουτέστιν ὑψηλοτέρας τινός τάξεως καὶ ἐπικρατούσης. δίαφέρει [*](1. παρὰ Matth. pro περί. ib. φησὶν post ὁρωμένης habet B. 14. δοῦλος τύχης -πράττεις] Ex Post ὁρωμένης pergit I. φεῦ, οὐκ ἔστι hoc scholio excerpta sunt quae θνητῶν—Ἕλληνας:—(ad v. 864.) minus emendate leguntur in Fl. 19. Verba τὰ κεχαρισμένα πράτ- 33. ἢ χρημάτων γάρ: τῆς εὐτυχίας εὐ- τεις τοῖς ἔλλησιν habet etiam M. et δαίμονος—οὕτως τἱνες. ἢ τῆς θείας γοῦν iterum ad v. 868. οἷον κεχαρισμένα τύχης φησὶ, ἀλλὰ τῆς—ὁρῶμεν. δοῦλος πτοῖς ἔλλησι. τύχης ἐστὶν ὁ ἀπὸ τύχης ἀ. δ. οἷον τὰ 22. γὰρ om. I. χαρισμένα (sic) πράττεις τοῖς ἔλλησιν. ib. τάξεις] πράξεις I. 17. οὖν om. M. 24. ταῦτα] πάντα I.)

432
δὲ ἡ τύχη τοῦ αὐτομάτου τῷ τὴν μὲν τύχην εἶναι τοῦτο ὅπερ εἴρηται, τὸ δὲ αὐτόματον, ὅταν γένηταί τι μηδενὸς ἄλλου ἐνεργοῦντος. δοῦλος δὲ τύχης ἐστὶν ὁ ἀναγκαζόμενος δουλεύειν τῇ τῶν κρειττόνων εὐτυχίᾳ. Gr. I.

866. πλῆθος πόλεος: ὁ δῆμος κωλύει τὸ μὴ πράττειν ὃ βούλεται. Fl. 17. 59. 76. σχῆμα ζεῦγμα. Fl. 33. εἴργουσιν. ζεῦγμα· νόμος γὰρ ἦν μὴ κακοποιεῖν κοινὸν φίλον πόλεως διʼ οἰκείαν ἔχθραν. Gu. ἢ νόμων γραφαί: νόμοι γεγραμμένοι. Gr. ἢ νόμων γραφαὶ κωλύουσιν αὐτὸν μὴ χρῆσθαι τοῖς κατὰ γνώμην τρόποις· θέλει γάρ  τις ἵνα πορνεύσῃ ἢ κλέψῃ, ἀλλʼ ἐνθυμηθεὶς ὅσον ὁ νόμος περὶ τούτου διακελεύεται, φοβεῖται καὶ οὐ πράττει ὅσον βούλεται. Fl. 59.

867. εἴργουσι χρῆσθαι: κωλύουσι μὴ χρῆσθαι τοῖς τρόποις τοῖς ἑαυτοῦ δηλονότι κατὰ γνώμην, ἤγουν κατὰ θέλησιν. Gr. Fl. 59. 76. κατὰ τὸ θέλημα αὐτοῦ. τοῦ μὴ δὲ καὶ ὄντος καὶ ἀπόντος σώζεται ὁ λόγος. Fl. 59. 76. τρόποις: τοῖς θελήμασι, βουλεύμασι τῇ τῆς ψυχῆς προαιρέσει. Gu.

868.—875. ἐπεὶ δὲ ταρβεῖς: ἐπεὶ δὲ φοβῇ καὶ τῷ ὄχλῳ πλέον νέμεις, ἀντὶ τοῦ κεχαρισμένα τοῖς Ἕλλησιν, ἐγὼ ποιήσω σε ἀπολελυμένον τοῦδε τοῦ φόβου. συνεπίστασο, ἐὰν βουλεύσω τι κακὸν τῷ ἀποκτείναντι, τὸν Πολύδωρον δηλονότι, καὶ μὴ συμπράξῃς. ἐὰν δὲ πάσχοντος τοῦ Πολυμήστορος οἷα πείσεται καὶ ὑπομενεῖ, φανῇ ἐκ τῶν Ἀχαιῶν θόρυβός τις ἢ καὶ βοήθεια, κώλυε, μὴ φαινόμενος διʼ ἐμὲ εἴργειν δηλονότι. τὰ δʼ ἄλλα, κατὰ τὰ ἄλλα, θάρρει, ἐγὼ ποιήσω πάντα καλῶς. I.

τῷ τʼ ὄχλῳ πλέον νέμεις: τῷ γε πλήθει, ἤγουν τὸ πλῆθος προτιμᾷς. Fl. 17. 59. πλέον: τὴν νίκην. B. τῆς σῆς διαθέσεως. Gr. τουτέστι τὰ προσφιλῆ καὶ κεχαρισμένα τοῖς Ἕλλησι πράσσεις, ἀντὶ τοῦ πλέον πίπτεις εἰς τὸ μέρος τῶν Ἑλλήνων ἢ εἰς ἐμέ. Gu. νέμεις: δίδως. Fl. 59.

869. ἐλεύθερον: ἀπολελυμένον. Gr. ἀμέτοχον. Fl. 17.