Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

768. πατήρ νιν: ὁ πατὴρ ἐξέπεμψε, φοβούμενος μὴ καὶ αὐτὸς ἀποθάνῃ, ὥσπερ δηλονότι οἱ ἄλλοι, ἀλούσης τῆς Τροίας. I. ὀρρωδῶν: ὀρρωδῶ τὸ φοβοῦμαι, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων, τῶν τὴν οὐρὰν συστελλόντων διὰ φόβον ἐπὶ τὸν πρωκτὸν καὶ ἐν τοῖς αἰδοίοις δεσμοῦσι. Fl. 25. ἡ μεταφορὰ ἀπὸ τῶν κυνῶν τῶν φοβουμένων καὶ τῷ πρωκτῷ τὴν οὐρὰν βαλλόντων. Fl. 10. φοβούμενος. M.

769. ποῖ τῶν τότε: ποῦ ἐξέπεμψε δηλονότι, χωρίσας μόνον τῶν τότε ὄντων τέκνων. I. ποῦ ἐξαπέστειλεν αὐτὸν μόνον ἀποχωρίσας ἀπὸ τῶν ἄλλων τέκνων αὐτοῦ. Fl. 59. τοῦτον τὸν στίχον ἡ Ἑκάβη ἔμελλεν εἰπεῖν· τὸ γὰρ ποῖ μόνον μέλλει τῷ Ἀγαμέμνονι, ἀλλʼ ἵνα σώσῃ ὁ στίχος καὶ τὴν ἔννοιαν τῆς Ἑκάβης. Gu.

770. ἐς τήνδε χώραν: εἰς τήνδε τὴν Χερρόνησον, ὅπου εὑρέθη θανών. I.

771. πρὸς ἄνδρα: τὸν Πολυμήστορα δηλονότι, ὃς ἄρχει τῆσδε τῆς χθονός. Gr. I. πρὸς ἄνδῤ: καὶ οὕτος ὁ λόγος τῆς Ἑκάβης. Gu. ἄρχει: ἀντὶ τοῦ βασιλεύει καὶ ἀντὶ τοῦ προηγεῖται, ὡς τὸ ἄρχει φιλίας, ἤγουν πρῶτος αἰνεῖται εἰς φιλίαν· ἄρχεται δὲ τοῦ ἔργου παθητικῶς ἀντὶ τοῦ ἀρχὴν τίθησι τῷ ἔργῳ, καὶ ἄρχεται ἀντὶ τοῦ ὑπʼ ἀρχὴν ἐστὶν, ἤγουν ἐξουσιάζεται. Gr.

772. ἐνταῦθʼ: ναὶ, ἐνταῦθα ἐπέμφθη ὁ Πολύδωρος, φύλαξ χρυσοῦ [*](3. παρὸ super παρὰ scriptum ha- Fl. 33. bet Gr. et in paraphrasi hujus v. ib. ἑτέρῳ] ἐν ἑτέρῳ Fl.21. 25. Gu. 12. ὁρρωδῶ—αἰδοίοις habet B. sic Gu. παςὸ (sic) I. 5. παρʼ] παρὸ Gu. scripta, ὀρρωδῶ—συστελλόντων ἐν τοῖς ib. ἐκείνους] ἐκείνου B. M. ἐκείνῳ αἰδοίοις διὰ δέος:—)

410
πικροτάτου. πικρότατον λέγει τὸν χρυσὸν, ὡς αἴτιον τῷ Πολυδώρῳ τοῦ φονευθῆναι γενόμενον· αἴτιος γὰρ γέγονε πικρίας τῷ παιδὶ ὁ χρυσός. I. πικρότατον τὸν χρυσὸν εἶπε διὰ τὸ αἴτιον αὐτὸν γενέσθαι θανάτου καὶ σφαγῆς. B. M.

773. θνήσκει δέ: ἀντὶ τοῦ ἔθανε παρὰ τίνος, καὶ τίνος θανάτου τυχών. I. παρὰ τίνος. B. M.

774. τίνος: ὑπὸ τίνος ἄλλου, ἔθανε δηλονότι. ὁ Θρᾲξ ὁ φίλος. ὤλεσεν αὐτόν. Gr. I. ξένος: ὁ νομιζόμενος φίλος. B. Fl. 10. ξένος ὁ προσδεχθεὶς καὶ ὁ προσδεξάμενος, ὡς ἐνταῦθα. Gu.

775. ὦ τλῆμον: τὸ τλῆμον ἢ πρὸς τὸν Πολυμήστορα ἢ πρὸς τὸν Πολύδωρον. καὶ πρὸς μὲν τοῦτον ὡς χρυσοῦ ἕνεκα φονέα γενόμενον, πρὸς δὲ τὸν Πολύδωρον ὡς ἀδίκως φονευθέντα, ἢ πρὸς τὴν Ἑκάβην διὰ τὸν τοῦ παιδὸς φόνον. Gu. τὸ ἡ πρὸς ἐκεῖνον, πρὸς τὸν Πολύδωρον. B. τοῦτο δύναται νοηθῆναι καὶ πρὸς τὴν Ἑκάβην διὰ τὸν φόνον τοῦ παιδὸς, πρός τε τὸν Πολυμήστορα, ὡς χρυσοῦ ἕνεκα φονέα γενόμενον, καὶ πρὸς τὸν Πολύδωρον, ὡς ἀδίκως φονευθέντα. I. ὦ ὑπομονητικὴ ἐν τοῖς δεινοῖς. ἢ τὸν Πολυμήστορα τλήμονα λέγει, διὰ τὸ κέρδος ἀσεβείᾳ κοινωνήσαντα. B. M. I. ἠράσθη: ὁ Πολυμήστωρ. I. ἐπεθύμησε, καὶ διὰ τοῦτο ἔκτεινε δηλονότι. Fl. 21.

776. τοιαῦτʼ: καὶ τοιαῦτα ἐποίησεν ἀφʼ οὗ τὴν συμβᾶσαν βλάβην ἔγνω τῶν Φρυγῶν, ἤτοι τῶν Τρώων. οἱ γὰρ νεώτεροι τὴν αὐτὴν Τροίαν καὶ Φρυγίαν φασίν. I. ἀντὶ τοῦ οὕτως ἐποίησε. B. ναὶ οὕτως. Gr. ἐποίησεν, ἔπραξεν, εἰργάσατο. Gu. Φρυγῶν: ὅτι οἱ νεώτεροι τὴν αὐτὴν Φρυγίαν καὶ Τροίαν φασί. M. Fl. 33. τοιαῦτα πληθυντικῶς εἶπεν ἀντὶ τοῦ τοιοῦτόν τι ἐστιν. M. Fl. 33.

777. εὗρες: ποῦ δὲ εὗρες αὐτόν; ἢ τίς ἔφερε νεκρόν; I. τὸ εὑρεῖν ἐπὶ τὸ πλεῖστον ἐπὶ τῶν ζητουμένων λέγεται, τὸ δὲ ἐντυχεῖν ἐπὶ τῶν ἐξαίφνης καὶ ἀπροσδοκήτων. Gu.

[*](1. πικρότατον—γενόμενον habet μονητικὸν B. I. etiam Gu., reliqua Gr. inter lineas. 18. κέρδος ἀσεβείᾳ] ἀσεβείας M., omisso κέρδος. 23. ὅτι] Hoc est σημειωτέον ὅτι, 3. εἶπε] ἔφη B. 8. ὁ νομιζόμενος] ὁ om. B. vel, ut alibi in his scholiis, τὸ X ὅτι 17. δεινοῖς] κακοῖς M. In Gu. est —. ὅτι om. M. ἀθλία ἑκάβη, ἢ ὑπομονητικὴ ἐν τοῖς δεινοῖς. 24. τοιαῦτα—ἐστιν] τὸ δὲ τοιαῦτα πληθυντικῶς ἀντὶ τοῦ ἐστι Fl. 33. ib. τλήμονα M. τλήμονα καὶ ὑπο-)
411

778. ἥδ᾿ : τὴν θεράπαιναν δείκνυσι. B. M. ἥδε ἡ θεράπαινα ἤνεγκεν ἐντυχοῦσα ἐπὶ τοῦ αἰγιαλοῦ. I. τυχηρῶς τοῦτον εὑροῦσα. Gr.

779. τοῦτον ματεύουσʼ: ψηλαφῶσα. B. τοῦτον ζητοῦσα, ἢ ἐνεργοῦσα ἄλλην ἐνέργειαν. I. πονοῦσʼ: Ἀττικῶς, ὡς τὸ γράφω γραφὴν καὶ λέγω λόγον, οὕτω καὶ πονοῦσα πόνον. Gu. Fl. 28.

780. λούτρʼ ᾤχετʼ οἴσουσʼ: ἐπορεύθη κομίσασα ὕδατα, λουτρὰ τῆς Πολυξένη. I. ἤγουν ὕδατα ἐπὶ λουτρῷ ἐπορεύθη μέλλουσα οἴσειν (κομίσουσα ἀπὸ τῆς θαλάσσης Gr.) χάριν τῆς Πολυξένης. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. ὕδωρ ὤφειλεν εἰπεῖν εἰς λουτρὰ τῆς Πολυξένης. διότι δὲ τὸ ὕδωρ διὰ τὰ λουτρὰ τῆς Πολυξένης ἔχρῃζον, αὐτὸ εἶπε λουτρά. Fl. 59. λουτρὰ τὰ ὕδατα, ὁ μισθὸς ὁ ἐπὶ τοῖς λουτροῖς διδόμενος, καὶ αὐτὸ τὸ κτίσμα. Gu.

781. κτανών νιν: κτανὼν αὐτὸν, ὡς φαίνεται, ἔρριψεν ὁ φίλος. I. ὁ Πολυμήστωρ. B. M. ἐκβάλλει: ἀντὶ τοῦ ἐξέβαλεν, ἤγουν ἔρριψεν. ἁρμοδία ἡ λέξις ἐπὶ θανάτου· καὶ ἔκβλητον γὰρ λέγεται, ὅπερ ῥιφῇ ὑπὸ θαλάσσης. Gr.

782. θαλασσόπλαγκτον: ὑπὸ τῆς θαλάσσης φέρεσθαι, οὕτω διακόψας τὸ σῶμα ἔρριψεν. I. ὧδε: ὡς ὁρᾶς. Gu. οὕτως δεικνύει τὰς τομάς. Gr. διατεμών: φονεύσας, διαμοιράσας, διαμελίσας τὸ σῶμα ὁ Πολυμήστωρ. Gu.

783. ὦ σχετλία: ὦ οἰκτρὰ σὺ τῶν ἀναριθμήτων ἕνεκα θλίψεων. I. σχετλία: δυστυχής. Gu. οἰκτρά. βλέπων τὰς τομὰς ταῦτα λέγει ὁ Ἀγαμέμνων. Gr.

784. ὄλωλα κοὐδέν: ὄλωλα, φησὶν, ὑπὸ τῶν κακῶν καὶ τῶν συρμφορῶν, καὶ εἰς τὸ οὐδὲν ἥκω. ἢ ἐλλειπτικῶς, φασὶν, ὄλωλα, ὦ Ἀγάμεμνον καὶ οὐδὲν λοιπὸν τῶν κακῶν ἄκος εὑρεῖν δύναμαι, ἢ οὐδὲν ὑπολείπεταί μοι κακὸν, ὃ οὐ πέπονθα. B. Fl. 33. l. τελέως ἐφθάρην. Gu. ἐφθάρην. Fl. 17. 21. ἀπὸ τοῦ νῦν ἐφθάρην, ὦ Ἀγάμεμνον, παντελῶς καὶ οὐδέν ἐστιν ἐπίλοιπον τῶν κακῶν, ἀλλὰ πάντα συνήλθοσαν εἰς ἐμέ. κοὐδὲν λοιπόν: ἐπίλοιπον, ὃ μέλλω πείσεσθαι. Gu. ὑπόλοιπον. Gr. ἤγουν οὐδὲν ἀπὸ τῶν κακῶν ἐναπέμεινεν, ὅπερ οὐκ [*](18. φέρεσθαι] πλάζεσθαι Gr. in ib. φασὶν] φησὶν I. scholio simili. ib. ὄλωλα, ὦ ᾿ A.] ὄλωλα, φησὶν, ἀ. 26. οὐδὲν] μοδὲν Fl. 33. I. Gu. I.)

412
ἔπαθον. Gr. τὸ λοιπὸν οἱ παλαιοὶ οὐ τιθεῖσιν ἀντὶ τοῦ διὰ τοῦτο· πεζὸν γάρ ἐστιν, εἰ μὴ ἀντὶ τοῦ ἐπίλοιπον. γίνεται δὲ ἀπὸ τοῦ λείπω λοιπὸς καὶ λοιπὸν τὰ ἔχοντα τὸ ε. Fl. 59. κακῶν: ὑπό. Fl. 10.

785. φεῦ φεῦ: τίς ἄλλη γυνὴ σοῦ δυστυχεστέρα ἐγένετο. I. ὑπάρχει. B.

786.—794. οὐκ ἔστιν: οὐκ ἔστιν ἑτέρα δυστυχεστέρα ἐμοῦ δηλονότι, εἰ μή που αὐτὴν τὴν δυστυχίαν λέγεις. ἀλλʼ ὧν χάριν προσπίπτω τοῖς σοῖς γόνασιν ἄκουσον. καὶ εἰ μὲν δίκαιά σοι παθεῖν φαίνομαι, ἀγαπῴην ἄν· εἰ δὲ τὸ ἐναντίον, τουτέστιν ἀνόσια ἔπαθον, βοηθὸς ἐμοὶ γενοῦ ἕνεκα τοῦ ἀνοσιωτάτου ξένου, ὃς οὕτε τοὺς κάτω θεοὺς, ἤγουν τοὺς καταχθονίους, οὕτε τοὺς ἄνω, τουτέστι τοὺς οὐρανίους, δείσας, ἔργον ἀνοσιώτατον πεποίηκεν. (τοὺς μὲν κάτω θεοὺς, ὅτι ἄταφον αὐτὸν ἔρριψεν, τοὺς δὲ ἄνω, ὡς ἐφόρους ὄντας φιλίας, οὐκ. ἔδεισεν. ἀλλʼ εἰργάσατο φόνον παιδὸς ἐμοῦ, τυχῶν ἐμοὶ τραπέζης κοινῆς, τουτέστι μετʼ ἐμοῦ πολλάκις ἑστιαθεὶς, καὶ τὰ πρῶτα τῶν ἐμῶν φίλων τυγχάνων, καὶ οὐκ αἰδεσθεὶς οὕτε τοὺς κοινοὺς ἄλας. οὔτε τὴν φιλίαν αὐτήν). I.

οὐκ ἔστιν: τίς γυνὴ δυστυχεστέρα ἐμοῦ οὐκ ἐγένετο πώποτε, εἰ μὴ καὶ μόνη αὐτὴ ἡ Δυστυχία. σωματοποιεῖ τὴν Δυστυχίαν. ἐκείνη πέμπει τὴν δυστυχίαν εἰς τοὺς ἀνθρώπους. χωρὶς γοῦν αὐτῆς τῆς Δυστυχίας ἑτέρα τις γυνὴ οὐκ ἐγένετο ἐμοῦ δυστυχεστέρα. Fl. 59. ἐνταῦθα γὰρ προσωποποιεῖ τὴν Δυστυχίαν. Gu. τὴν δυστυχίαν δηλονότι. B. M.

787. οὕνεκ᾿: τὸ οὕνεκα λαμβάνεται καὶ ἀντὶ τοῦ ὅτι καὶ ἀντὶ τοῦ χάριν· ἀντὶ τοῦ ὅτι, ὡς τὸ “οὕνεκα τὸν Χρύσην·” ἀντὶ τοῦ χάριν, ὡς καὶ ἐνταῦθα. τὸ δὲ ἕνεκα ἀντὶ τοῦ οὕνεκα οὐ λαμβάνεται πώποτε. Fl. 59.