Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

727. ἐλθοῦσ’: τὸ ἐλθοῦσα Ἀττικὴ σύνταξις· τὸ κοινὸν ἐλθεῖν. Gr. ἐφ’ οἷσπερ: καθά. B.I. καθάπερ. Gr. ὡς τοῦ Ταλθυβίου ἀνσγγείλαντός μοι· καὶ γὰρ ἤγγειλέ μοι. Fl. 21. ὡς τοῦ Ταλθυβίου ἀπαγγείλαντος αὐτῷ ἃ ἡ Ἑκάβη αὐτῷ ἐν τοῖς προλαβοῦσιν εἶπε. B. M. Fl. 25. 33. καθάπερ. Gu. ἤγγειλέ μοι: ἀνήγγειλέ μοι. Gu.

728. θιγγάνειν: ψαύειν. I. ἅπτεσθαι. Fl. 59.

729. ἐῶμεν: ἀντὶ τοῦ ἐάσωμεν. I. ἀντὶ τοῦ εἰάσαμεν. Gr. κατὰ τὸν σὸν λόγον. Gu. ἤγουν ἀφίεμεν. Fl. 17. ψαύομεν: ἐψαύσαμεν. Gr. ἤγουν προσεγγίζομεν. Fl. 17. ἐθάψαμεν. Fl.

33. τοῦτο τὸ σχῆμα ἀντιχρονία λέγεται. Fl. 21. ἄρσις καὶ θέσις σημαίνουσα τὸ αὐτό. Fl. 59.

730. σχολάζεις: ἐμβραδύνεις. B. M. βραδύνεις. Gr. l. σχολὴ ἡ ἐπιμονὴ καὶ ἡ ἀργία καὶ ἡ βραδύτης· ὅθεν καὶ σχολαῖον βάδισμα. ἀπὸ τούτων καὶ ῥήματα· σχολάζει ἀντὶ τοῦ ἀργεῖ, καὶ ἀντὶ τοῦ βραδύνει, καὶ ἀντὶ τοῦ ἐπιμένει. Gr. θαυμάζειν: ἐκπλήττειν. Fl. 56. τὴν βραδυτῆτά σου. Fl. 59. ἐκπλήττεσθαι, διὰ θαύματος ἔχειν. Gu.

731. ἥκω: ἦλθο. Gu. Fl. 17. 59. ἀντὶ τοῦ εἶμι αὖθις ἐκεῖ πέμψων σε. Gu. μέλλω σε ἀποστελεῖν. Gr. I. ἀποστελῶν : μετακαλούμενος. B. μεταπεμψόμενος. Fl. 33. τἀκεῖθεν: ἤτοι τὰ ἀπὸ τοῦ στρατοῦ γενέσθαι πρέποντα, πῦρ τε λέγω ποιῆσαι, καὶ ξύλα συνάξαι, καὶ τἄλλα τὰ πρὸς τὴν ταφὴν ἐπιτήδεια ἐγεγόνει καλῶς. λοιπὸν οὖν ἐστι σέ τε ἐλθεῖν καὶ κρύψαι τὴν παῖδα ἐν τῷ τάφῳ. [*](6. ὑπερτίθης] In M. τί ὑποτίθη. 28. ἤτοι] ἡ l. 7. ἀποκεῖσθαι] ἀπόκεισθαι Gu. 29. γενέσθαι πρέποντα] πρέποντα 18. ἀντιχρονία] I.e. enallage tem- γενέσθαι I. porum. 27. μέλλω] μέλλων I. 30. τὴν ταφὴν] τὴν om. I.)

401
οὕτω τὸ τἀκεῖθεν νοητέον, καὶ οὐχ ὡς ἐκεῖσε, ὡς οἴονταί τινες. τὸ δὲ εἴ τι τῶνδʼ ἐστὶ καλῶς, διὰ τοῦτο λέγει· ἐπεὶ λυπηρὸς ἐδόκει τῇ Ἑκάβῃ ὁ τῆς θυγατρὸς θάνατος, οὕτως ἀθλίως ἀνῃρημένης, ἢ ὅτι καὶ τὰ πρὸς ταφὴν παρασκευαζόμενα ἐπιτήδεια λυπεῖ τοὺς ὁρῶντας, καὶ οὐκ ἔστιν ὃς ἰδὼν ταῦτα οὐ στενάξειεν. Gu. I. τὰ ἀπʼ ἐκείνου τοῦ μέρους. Gr. τὰ ἀπὸ τοῦ στρατοῦ γενέσθαι πρέποντα. Gu. τὰ κατὰ τὴν Πολυξένην ἐπιτήδεια παρεσκευάσθησαν. Gu. ἤγουν τὰ ἐν τῇ ταφῇ καλῶς ἐπράχθησαν, ἐὰν δυνατόν ἐστι καλεῖν ταῦτα τὰ πραχθέντα καλῶς. ἔστι γὰρ σφαγὴ καὶ τάφος τι κακόν· ἤγουν ἐὰν τέως ἄξιον ὑπάρχει καλεῖν ταῦτα τὰ πραχθέντα καλῶς. Fl. 59. ἐν τῷ στρατῷ πάντα εὐτρέπισται, ἤγουν ἡ πυρά. Fl. 25.

732. πεπραγμένʼ ἐστίν: καλῶς ἐπράχθησαν. Gr. τῶνδε: ἅτινα ἐπράχθησαν. Fl. 17. τῶν πραχθέντων. Gr. I. τῶν μετὰ τὴν ταφὴν πεπραγμένων. Gu. κολάζει τὸν λόγον. Gu. ἐστὶν καλῶς: κατʼ εἰρωνείαν. B. ἀντὶ τοῦ ἔχων ἐστὶ καλῶς. Fl. 17. γινόμενα. Fl. 59. καὶ ἐὰν εἰσὶ καὶ τὰ ἐντεῦθεν ὄντως καλῶς εὐτρεπισμένα. ἢ οὕτως· ἐὰν δοκῇ σοι, Ἑκάβη, τῶν ἐκεῖσε πραχθέντων καλῶς.

733.—735. ἔα: ἐπὶ ἐκπλήξεως. G. l. τίς ἐστιν ὁ ἀποθανὼν οὗτος ἀνὴρ τῶν Τρώων, ὃν εἰσορῶ ἐπὶ ταῖς σκηναῖς: Gr. I. οὐ γὰρ πέπλοι τῶν Ἀργείων τὸ σῶμα αὐτοῦ περικαλύπτοντες συμβάλλειν διδόασί μοι. I. ἐπὶ σκηναῖς: κείμενον δηλονότι βλέπω. Fl. 17. ἐντὸς τῶν σκηνῶν. Gr.

734. Ἀργείων: εἶναι δηλονότι. Fl. 17. ὅτι γὰρ οὐκ ἔστιν Ἑλληνικὸς ὁ νεκρὸς, φανερόν μοι ποιοῦσιν οἱ πέπλοι μὴ ὄντες Ἑλληνικοὶ, ἀλλὰ Τρωϊκοί. B. M. Fl. 10. 33.—59. οὐ γὰρ οἱ πέπλοι οἱ περιπτύσσοντες καὶ περισκέποντες τὸ σῶμα λέγουσιν ἐμοὶ εἶναι τὸν ἀποθανόντα Ἀργεῖον, ἤγουν Ἕλληνα. Fl. 25. οὐ γὰρ οἱ πέπλοι οἱ περικαλύπτοντες τὸ σῶμα αὐτοῦ λέγουσί μοι αὐτὸν συστέλλεσθαι.

735. περιπτύσσοντες: περικαλύπτοντες. Gr. ἀγγέλλουσί μοι: [*](1. τὸ τἀκεῖθεν] τἀκεῖθεν Gu. τὰ Fl. 10. 17. 21. ἐκεῖθεν I. Addidi τό. 9. ἔστι γὰρ] Matth. pro ἐπεὶ γάρ. ib. καὶ οὐχ—τινες om. l. 24. ὅτι] In B. lemma praefixum 4. λυπεῖ] λυπῇ I. ἀργεῖοι πέπλοι, ut in textu legitur. 7. τὰ κατὰ τὴν Il. etiam B. M. non ἀργείων πέπλοι.)

402
διδόασί μοι συμβάλλειν. Gr. εἶναι Τρῶον καὶ οὐκ Ἀργεῖον δηλονότι. Gr. μηνύουσιν, ἑρμηνεύουσι, δηλοῦσιν. Gu.

736.—738. δύστηνε: ταῦτα καθʼ ἑαυτὴν λέγει ἡ Ἑκάβη· πότερον πρὸς τὸ γόνυ προσελθοῦσα τούτου πέσω, ἢ ὑπομένω διὰ σιγῆς τὰ κακά; I. ὦ δύστηνε Πολύδωρε, τί δράσω ἐγὼ ἡ Ἑκάβη. ἐγκύψασα δὲ διαλέγεται πρὸς τὸν νεκρὸν Πολύδωρον καὶ πρὸς ἑαυτήν. ὅτι γὰρ ἀποστραφεῖσα ταῦτα λέγει δῆλον ἐξ ὧν καὶ ὁ Ἀγαμέμνων φησὶ πρὸς αὐτήν “τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν δύρῃ.” τὸ δὲ δύστηνε ὁ Δίδυμός φησι πρὸς τὸν Πολύδωρον λέγειν τὴν Ἑκάβην, ὦ δύστηνε Πολύδωρε, ἐμαυτὴν γὰρ λέγω, δύστηνον ἀποκαλοῦσα σέ. τί δράσω, πότερον ἱκετεύσω Ἀγαμέμνονα, ἢ σιωπήσω; B.M.I. τὸ δύστηνε οἱ μὲν διὰ τὸν Πολύδωρόν φασι τὴν Ἑκάβην οὕτω λέγειν, ὦ δύστηνε Πολύδωρε· λέγουσα γὰρ ἐγὼ ἡ Ἑκάβη σὲ δύστηνον, ἐμαυτὴν λέγω, ἢ πρὸς ἑαυτὴν οὕτως, ὦ Ἑκάβη δύστηνε. λέγουσα γάρ σε δύστηνον ἐμαυτὴν λέγω. οὗ γὰρ τὸ ὄνομα ἐπαινεῖται ἢ ψέγεται, οὗτος αὐτὸς ὁ τὸ ὄνομα ἔχων ἐπαινεῖται ἢ ψέγεται. ἰστέον δὲ ὅτι οἱ ἐκλαμβάνοντες τὸ δύστηνον πρὸς τὸν Πολύδωρον οἱ μὲν τὸ Ἑκάβη συντάσσουσιν ὡς ἡμεῖς ἔφαμεν, οἱ δὲ στίζουσι μὲν πρὸς τὸ σέ, τὸ δὲ Ἑκάβη πρὸς τὸ κάτω συνάπτουσι, λέγοντες τὴν Ἑκάβην πρὸς ἑαυτὴν ἠρέμα κοινόλογεῖσθαι τὸ πότερον προσπέσω. διὸ καὶ κρεῖττόν ἐστι τὸ δύστηνε πρὸς τὸν Πολύδωρον, καὶ οὐ πρὸς ἑαυτὴν λέγεσθαι. Gu. I. δύστηνε: καθʼ ἑαυτὴν λέγει τὸν λόγον ἡ Ἑκάβη μέχρι [*](1. συμβάλλειν] συμβάλειν Gr. δύστηνε ὁ δίδυμος—λέγειν καὶ τὴν ἑκά- 5. ὦ δύστηνε] ἄλλως praefixum βην ἢ σιωπήσω :— 8. φησὶ] λέγει I. 6. ἐγκύψασα δὲ διαλέγεται] Ante ib. δύρῃ] ὀδυρῆι B., ο a m. rec. haec verba in Flor. 33. leguntur superne adscripto. ὁδόρῃ I. ista: ταῦτα πρὸς ἑαυτὴν λέγει ἡ Ἑκά- 11. πότερον B. M. πότερα I. βη, τὸ δὲ δύστηνος πρὸς τὸν Πολύδωρον ib. τὸ δύστηνε] ἄλλως ὦ δόστηνε ἀποτείνεται, ὡς καὶ τοῦ (leg. τὸ) μέχρι praefixum in I. τοῦ οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ 12. οὕτω λέγειν] λέγειν οὕτω Gu. (v. 759.) ἐγκρύψασα (sic) διαλέγεται 13. ἐγὼ addidi e Gu. ex quo κ. τ. λ. MATTH. etiam paulo ante scripsi λέγειν οὕτω ib. ἑαυτήν] αὐτήν M. in quo scho- pro οὕτω λέγειν. lion hic initur, sed in altero mar- 14. ἢ πρὸς ἑαυτὴν—ἐμαυτὴν λέγω gine est, ὦ δόστηνε πολύδωρε, τί δρά- om. Gu. σω; πρὸς ἑαυτὴν ἀποστραφεῖσα λέγει 15. οὗ] οὐ I. δηλονότι ἐξ ὧν ὁ ἀγαμέμνων πρὸς αὐτὴν 17. μὲν om. I. λέγει, τί μοι πρωσώπῳ νῶτον. τὸ δὲ 20. ἠρέμα om. I.)

403
πολλοῦ μὴ ἀποκρινομένη τῷ Ἀγαμέμνονι. Gr. ὦ ἄθλιε Πολύδωρε. Fl. 33. λέγω: ὀνομάζω. Fl. 33.

737. Ἑκάβη: ὅσπερ ἄλλη τις οὖσα λεγομένη Ἑκάβη. Gu. προσπέσω γόνυ: πρὸς τὸ γόνυ προσελθοῦσα πέσω. Gr. κατὰ διάλυσιν, ὅτι προσπίπτω δοτικῇ συντάσσεται. Gu. τοῦτο ἀντίπτωσίς ἐστι. Fl. 21. ὑπέρβατον. Fl. 33.

739. τί μοι προσώπῳ: καθʼ ἑαυτὴν συλλογίζεται ἡ Ἑκάβη. B. ἀπορούσης τῆς Ἑκάβης καθʼ ἑαυτὴν ἆρα προσπέσω τῷ Ἀγαμέμνονι, καὶ βοηθεῖν πείσω, ἢ οἴσω τὰ κακὰ ἐν σιγῇ, ἰδὼν ὁ Ἀγαμέμνων οὕτως αὐτὴν ἐνδοιάζουσαν, φησὶ, τί ἐγκλίνασα καὶ στρέψασα τὸ σὸν νῶτον ἐμοὶ θρηνεῖς, καὶ οὐ στρέψασα πρόσωπον πρὸς πρόσωπον λέγεις τὸ πραχθέν; τίς ἐστιν οὗτος ὁ νεκρός; τὸ δέ μοι καὶ τὸ προσώπῳ καθʼ ὅλον καὶ μέρος εἴρηται, τὸ μὲν ἐμοί ὅλον, τὸ δὲ προσώπῳ μέρος. μέρος γὰρ τοῦ παντὸς σώματος τὸ πρόσωπον. Gu. I.

τί μοι προσώπῳ: τί με ἀποστραφεῖσα καὶ τῷ προσώπῳ μου τὸν νῶτόν σου δοῦσα θρηνεῖς; B. M. διὰ τί ἐν τῷ προσώπῳ μου κλίνασα ἤγουν τρέψασα τὸν σὸν νῶτον. Gu. τί τὸ πρόσωπον πρὸς τὸν νῶτον δοῦσα ὀδύρῃ καὶ θρηνεῖς; ἀντίπτωσις. τί τὸ πρόσωπόν σου κρύβεις καὶ στρέφεις ὀπίσω εἰς τὴν ῥάχιν, καὶ οὐ λαλεῖς; Fl. 33. ἐγκλίνασα: ὑποκύψασα. Fl. 59.

740. ὀδύρῃ: θρηνεῖς. Gr. τὸ ὀδύρῇ ἀντὶ τοῦ ὀδύρῃ, ὁ μέλλων ἀντὶ ἐνεστῶτος. ὁ γὰρ ἐνεστὼς μακρὸν ἔχει τὸ δυ, καὶ οὐ συμφωνεῖ τῷ μέτρῳ. Gu. δύρῃ: κατὰ ἀφαίρεσιν τοῦ ο. ὀδύρῃ γάρ ἐστιν. B.

741. ἀλλʼ εἴ με: ταῦτα καθʼ ἑαυτήν φησιν ἡ Ἑκάβη. ἀλλ᾿  ἐὰν εἴπω τοῦτον τὰ κακὰ τὰ ἐμὰ, ἢ κρατήσω τὸ γόνυ τούτου, φοβοῦμαι μὴ ἡγησάμενος ἐμὲ εἶναι ποτὲ πολεμίαν, νῦν δὲ δούλην, ἀποδιώξει με τῶν γονάτων αὐτοῦ, καὶ ἀποδιωχθεῖσα προσθήσω ἐμαυτῇ πλειοτέραν θλίψιν. Fl. 59.

[*](8. προσπέσω] προσπέσει Gu. νῶτον πρόσωπον. 9. βοηθεῖν πείσω, ἢ οἴσω] βοηθεῖν 21. ὀδύρῃ] Sic Gu. in textu. αὐτῇ δεήσεται, ἢ φέρει Gu. 23. δύρῃ] In textu B. ὀδύρῆ, litera 10. στρέψασα τὸ] τρέψασα τὸν Gu. ο et circumflexo a m. rec. additis. et mox iterum τρέψασα. 12. δέ μοι καὶ τὸ] δὲ ἐμοὶ καὶ τῷ I. 25. ταῦτα—Ἑκάβη] Similiter Fl. 17. πρόσωπον πρὸς Matth. pro πρὸς 21. καθʼ ἑαυτὴν καὶ ταῦτα λέγει.)
404

742. ἀπώσαιτʼ: ἀποδιώξει, εὐκτικὸν ἀντὶ ἐνεργητικοῦ. Fl. 59. ἀποδιώξει ἐμὲ δηλονότι. Fl. 21. ἄλγος: λύπην. Gr. τὸ ἐκ τοῦ ἀπωσθῆναι. Gu. προσθείμεθʼ ἄν: τῷ ἄλγει δηλονότι. Gr. τῷ περὶ τοῦ παιδὸς ἄλγει. Gu. τῷ ἄλγει δηλονότι, ἤγουν τῇ λύπῃ. Fl. 6. 9. 21. 56. 59. 76. ἀλλʼ ἐὰν ἀπώσαιτο καὶ ἀποδιώξῃ ὁ Ἀγαμέμνων, ἡγούμενος ἐμὲ ἐχθρὰν, προσθείμεθα καὶ προσθήσομεν ἄλγος ἐν τῷ ἄλγει, ἤγουν λύπην περισσοτέραν. προσθείμεθα κανόνισον· τίθημι, ὁ μέλλων θήσω, ὁ β΄ ἀόριστος ἔθην, ὁ μέσος ἐθέμην, καὶ τὸ εὐκτικὸν θείμην θεῖο θεῖτο, τὸ πληθυντικὸν θείμεθα καὶ προσθείμεθα. Fl. 25.

743. κλύων: ἀκούων. Gr. τί πάσχεις. Gu. ἐκ τοῦ κλύω τὸ ἀκούω γίνεται καὶ τὸ περίκλυτος ὁ ἐξάκουστος ἤγουν ὁ περισσῶς ἀκουόμενος. Gr.

744. ἐξιστορῆσαι: ἀντὶ τοῦ μαθεῖν. M. Gr. γνωρίσαι, γνῶναι. Gu. ὁδόν: μέθοδον. Gr. τὴν θέλησιν, τὸν τρόπον. Gu. ὑπόθεσιν. B. βουλευμάτων: βούλημα, τὸ θέλημα, βούλευμα δὲ τὸ ἀπὸ τῆς βουλῆς ἤγουν σκέψεως κατάντημα. Gr. ὁδὸν βουλευμάτων: τὰ σὰ βουλεύματα περιφραστικῶς. Gu.

745. ἆρʼ ἐκλογὶζομαι : εἰποῦσα ἄνωθεν ὡς πολεμίαν καὶ δούλην ἡγούμενος αὐτὴν Ἀγαμέμνων τὴν ταύτης ἀπώσαιτο δέησιν νῦν φησιν, ἆρα ἐκλογίζομαι καὶ ὑπολαμβάνω τὰς φρένας τοῦδε πρὸς τὸ δυσμενὲς καὶ τὸ ἐχθρὸν μᾶλλον ἢ τὸ φιλάνθρωπον, οὐκ ὄντος δυσμενοῦς καὶ ἐχθροῦ; ἐκ δὲ τοῦ οὕτω διαπορεῖν φαίνεται ἑαυτὴν μὲν μεμφομένη, ὡς οὐ τἀληθῆ περὶ ἐκείνου ὑπολαμβάνουσαν, ἐκεῖνον δὲ τῆς αἰτίας ἀπολύουσα. Gu. I. ἆρʼ ἐκλογίζομαί γε: ἐὰν στίξωμεν εἰς τὸ τοῦδε, νοητέον οὕτως· ἆρα χαλεπὰς καὶ ἐχθρὰς λογίζομαι τὰς τούτου φρένας τοῦ Ἀγαμέμνονος οὐκ ὄντος δυσμενοῦς, ἵν’ ᾖ τὸ πᾶν περὶ Ἀγαμέμνονος. ἢ εἰς τὸ μᾶλλον στικτέον, ἵνʼ ᾖ οὕτως· ἄρα πρὸς τὸ δυσμενὲς μᾶλλον ῥέπω, τούτου ὄντος οὐχὶ δυσμενοῦς τὰς φρένας. B. M. Fl. 10. I.

ἐκλογίζομαι: διανοοῦμαι. B. ἀντὶ τοῦ διαλογίζομαι. M. καὶ τοῦτο καθʼ ἑαυτήν φησιν ἡ Ἑκάβη. B. ἀντὶ τοῦ συλλογίζομαι, [*](27. τούτου addidi ex M. 23. μὲν om. I. ib. μεμφομένη] μεμφομένην I. et ib. ἔντος M. ἔντος αὐτοῦ ceteri. infra ἀπολύουσαν. ib. τὸ πᾶν] ὁ λόγος ἅπας Flor. 10. 25. ἀρʼ] ἄλλως praefixum in I.)

405
ἤγουν νοῶ. Gr. Fl. 6. 9. 21. 56. 59. 76. ὑπολαμβάνω, διαλογίζομαι, ἔξω τοῦ νοὸς λογίζομαι, (Fl. 33. ἔξω τοῦ νοὸς κρίνω) ἔξω τοῦ καθήκοντος λογίζομαι καὶ τάττω. Gu. ὑποπτεύω. Gu. ἆρα παραλογίζομαι καὶ ἐκλαμβάνω τοῦτον δυσμενῆ. Gu. ἄρα χαλεπὰς καὶ ἐχθρὰς λογίζομαι τούτου τὰς φρένας. Fl. 10. 33. δυσμενές: ἐχθρῶδες. Fl. 21. Gu. πρὸς τὸ ἐχθρόν. Fl. 59. ἔχθος. Fl. 56. χαλεπόν. Fl. 33. ἰδοῦσα ἡ Ἑκάβη τὸν Ἀγαμέμνονα πράως ὁμιλοῦντα αὐτῇ καὶ ὡς εἰπεῖν συλλυπούμενον λέγει, ἆρα ὑπολαμβάνω μᾶλλον τὰς φρένας τοῦ Ἀγαμέμνονος εἶναι πρὸς τὸ δυσμενὲς καὶ τὸ ἐχθρωδέστερον, μὴ ὄντος τοῦ Ἀγαμέμνονος οὐχὶ ἐχθροῦ, ἀλλὰ καὶ μᾶλλον φίλους Fl. 59.

747.—748. εἴ τί με βούλει: εἰ μηδὲν ἀπὸ τούτων βούλει εἰδέναι με, συμφωνεῖς ἐμοί· καὶ γὰρ οὐδʼ ἐγὼ βούλομαι ἀκούειν. I. τῶνδε: τῶν κακῶν. Fl. 56. μηδέν: μή τι. ὄνομα γάρ ἐστιν ἐνταῦθα τὸ μηδέν. Gr. Fl. 6. 9. 21. 56. 59. 76.

748. εἰς ταυτὸν ἥκεις: τὰ αὐτά μοι βουλεύῃ. M. συμφωνεῖς ἐμοὶ, ἤγουν ὅπερ θέλεις ἐκεῖνο θέλω. Gr. ἥκεις καὶ ἔρχῃ σὺ εἰς τὴν αὐτὴν γνώμην ἐμοί. Gu. ταυτόν: τὸ ἓν καὶ ὅμοιον. Gu. ἤγουν τὰ ἴσα μοι φρονεῖς· καὶ γὰρ οὐδὲ ἐγὼ θέλω κλύειν· ἢ εἰς τὴν αὐτὴν γνώμην ἥκεις ἐμοί. Fl. 25. εἰ θέλεις ἐμὲ μηδέν τι τούτων γινώσκειν, εἰς τὸ ὅμοιον ἐμοὶ ἦλθες· καὶ γὰρ οὐδὲ ἐγὼ θέλω ἀκούειν.