Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

16. ἕως: μέχρις ὅτου. Fl. 21.

ἕως μὲν οὖν γῆς: δεύτερον προοίμιον. τὸ γῆς μὴ νομίσῃς διὰ τὴν περὶ τὴν Τροίαν γῆν, ὡς οἴονταί τινες κακῶς, ἀλλὰ δι᾿ αὐτὴν τὴν Τροίαν, ἵν᾿ ᾖ τὰ ὁρίσματα ἀντὶ τοῦ οἱ πύργοι· περιορισμὸς γὰρ τῆς ἐν τῇ πόλει γῆς οἱ πύργοι· ὥστε τὸ γῆς ὁρίσματα καὶ τὸ πύργοι Τρωϊκῆς χθονὸς ταυτόν ἐστιν. ὅτι δέ ἐστι ταυτὸν καὶ οὐχ ὡς ἐκεῖνοί [*](1. πέντε] Ϛ Gu. 3. περιουσίαν] τὴν καθόλου ζωὴν add. ib. ὡς τὸ—ζῇ om. Gu. Gu. 2. ὡς τὸ—ἐστί om. Gu. 4. τροφάς] πρὸς τὸ ζῆν συντεινούσας ib. τὸν παρόντα—ζωῆς] τὴν ζωὴν τροφὰς, ὁποῖον εἶναι μᾶλλον εἰπεῖν ἐντινὸς ἑκάστου, ὁποῖον φασὶ καὶ ἐνταῦθα ταῦθα Gu. Gu. 28. περιορισμὸς—πύργοι om. B.)

225
φασι, μαρτυρεῖ τὸ “ἐπεὶ δὲ Τροία” ὃ ἐπέφερε πρὸς τὰ δύο, δηλῶν ὡς ταυτοσήμαντά ἐστιν. ἔκειτο δὲ εἶπεν, ἐπειδὴ οἱ θεμέλιοι τῶν τειχῶν ἐν τῇ γῇ κεῖνται. B.I.

ὄρθ᾿: ἄθραυστα καὶ ἀνάρρηκτα. Fl. 21. ὀρθίαν εἶχον θέσιν. Fl. 18. 34. 56. 59. 76. Gr. ἔκειθ᾿: ἵστατο. Fl. 10. ὁρίσματα: ἀντὶ τοῦ τὰ τείχη καὶ ὁροθέσια. M. Fl. 21. οἱ ὅροι. Gr.

17. πύργοι: τὰ τείχη. ἄθραυστοι: ἀσάλευτοι. Gr.

18. ηὐτύχει: εὐοδοῦτο. δορί: τῷ πολέμῳ. Gr.

19. καλῶς: ἐπίκρισις. ἐπιμελῶς. Gr. πατρῴῳ ξένῳ: πατρῴῳ φίλῳ. M.

20. τροφαῖσιν ηὐξόμην: ἀντὶ τοῦ ἀνετρεφόμην. B.I. τάλας: ὁ ἄθλιος. Fl. 21. Gr.

21. ἐπεὶ δὲ Τροία: συνεκδοχή. Gr. τοῦτο λέγεται συνεκδοχὴ ἀπὸ τοῦ ἑπομένου τὸ προηγούμενον. Gu. ἀπώλετο: ἁλώθη, ἐφθάρη. Fl. 21. ἡ ἀπώλεια σημαίνει δύο, τὴν παντελῶς ἀφάνισιν καὶ τὴν ἀπὸ τόπου εἰς τόπον μεταβολήν. Fl. 25. ἀφ᾿ οὗ δὴ ἡ Τροία καὶ ἡ τοῦ Ἕκτορος ψυχὴ ἀπώλετο, καὶ ἡ πατρικὴ οἰκία κατηδαφίσθη, καὶ ὁ ἐμὸς πατὴρ Πρίαμος ἐν τῷ θεοκτίστῳ βωμῷ πίπτει, σφαγεὶς δηλονότι ὑπὸ τοῦ μιαιφόνου παιδὸς τοῦ Ἀχιλλέως—Νεοπτόλεμος ἦν ὁ αὐτός· μετὰ γὰρ τὴν σφαγὴν Ἀχιλλέως Πύρρος καὶ Νεοπτόλεμος ἐλθόντες ἐν Τροίᾳ πολλοὺς ἔκτειναν καὶ ἔν τινι ναῷ καταλαβὼν Νεοπτόλεμος τὸν Πρίαμον ἀνεῖλεν. Fl. 33.

22. ψυχή: ἤγουν ἡ ζωή. Gr. πατρῴα: ἡ τοῦ πατρός· τὸ κτητικὸν ἀντὶ μόνης τῆς γενικῆς, ἵν᾿ ᾖ καλῶς ἔχον τὸ ἐπαγόμενον, αὐτὸς δέ. B.I.

ἑστία: ἑστία λέγεται ἡ ὅλη κατοικία, ἀπὸ μέρους τὸ πᾶν, ἀπὸ τοῦ εὕω τὸ φωτίζω καὶ φλογίζω, ἢ ἀπὸ τοῦ ἕζω τὸ κάθημαι. I. ἤγουν ἡ οἰκία θεὰ τῆς ἠρίνῆς (sic). Fl. 21. ἑστία λέγεται ὁ τόπος ἔνθα ἅπτεται τὸ πῦρ, ὅς ἐστι κυριώτερος παντὸς τοῦ οἴκου. ἀναφέρεται τοὔνομα τοῦτο τῇ θεᾷ τῇ Ἑστίᾳ. δῆλον καὶ οἱ παλαιοὶ ἐν αὐτῷ τὴν θυσίαν ἐτέλουν αὐτῇ. Fl. 25.

[*](6. καὶ ὁροθέσια om M. κτητικῆς. Iidem cum Gu. om. μόνης 24. κτητικὸν] ἀττικὸν B. τῆς et pro ἵν᾿ ᾖ κ. ἔχον legunt ἵνα ib. γενικῆς pro κτητικῆς est e Gr. κ. ἔχῃ. Fl. 18. 56. 59. 76. nisi quod Fl. 25. αὐτὸς δὲ om. B. utrutmque conjungunt γενιῆς καὶ)
226

23. αὐτός: ὁ πατὴρ ὁ ἐμὸς ὁ Πρίαμος ἐν τῷ βωμῷ λίθῳ κατεσκευασμένῳ πίπτει, ἐνταφιάζεται. Fl. 21. βωμῷ: βωμὸς καλεῖται τόπος ἐν ᾧ τὰ θύματα ἔσφαζον, τετραγωνοειδὴς ὢν καὶ μέρος τοῦ ἱεροῦ· ἐσχάρα δὲ ὁ λάκκος ἐν τὰ ἱερὰ ἔκαιον. Gu. πρὸς λιθοδμήτῳ: γρ. πρὸς θεοδμήτῳ. M. θεοδμήτῳ: οὐχ ὅτι θεόδμητος ἦν ὁ βωμὸς τῆς Ἀθηνᾶς, διὰ τοῦτο θεοδμήτῳ λέγει, ἀλλὰ τῷ τῇ θεᾷ παρὰ τῶν Τρώων δομηθέντι· ἢ τῷ θείως καὶ θαυμαστῶς κτισθέντι. B.I. θεοκατασκευάστῳ. Fl. 6. τῷ δομηθέντι διὰ τοὺς θεούς. Gr. πιτνεῖ: ἀντὶ τοῦ ἔπεσε, τουτέστιν ἐφονεύθη. B.I.

24. Ἀχιλέως: διὰ τὸ μέτρον ἀφῃρέθη τὸ ἓν λ. ὅμως καὶ σὺν τοῖς δύο γράφεται, καὶ ἔστι συνίζησις. I. παιδός: Πύρρου καὶ Νεοπτολέμου. Fl. 59. μιαιφόνου: αἱμοχαροῦς. Fl. 6. τοῦ μιαροῦ. Fl. 21. παρανόμου. Gr.

25. κτείνει: ἀντὶ τοῦ φονεύει. Fl. 17. 18. ἀντὶ τοῦ ἔκτεινε. Gr. ἕνεκεν δηλονότι τοῦ χρυσοῦ ὁ πατρικὸς φίλος ἐμὲ τὸν ταλαίπωρον ἔκτεινε, καὶ κτείνας εἰς τὸ κῦμα τῆς θαλάσσης ἀφῆκεν, ὅπως αὐτὸς τὸν ἡμέτερον χρυσὸν ἐν τοῖς ἑαυτοῦ οἴκοις κατέχῃ. Fl. 33.

ταλαίπωρον: τὸν ἄθλιον. Fl. 6. 17.

26. ξένος πατρῷος: ἐν εἰρωνείᾳ εἶπε “ξένος πατρῷος,” ἤτοι ὁ πατρικός μου φίλος, κατὰ ἀντίφρασιν, ὡς ἀποκαλεῖ ὁ Ὅμηρος κύνας ἀργοὺς τοὺς ταχυτάτους. A.

κτανών: φονεύσας εἰς τὸ κῦμα τῆς θαλάσσης ἔρριψεν, ὅπως ὁ Πολυμήστωρ δηλονότι τὸν χρυσὸν ἐν τοῖς οἴκοις ἔχῃ. Fl. 21.

οἶδχ᾿: οἶδμα ἀπὸ τοῦ οἴδομαι τὸ ἐξογκοῦμαι. Fl. 9. εἰς τὴν θάλασσαν αὐτὸς ἔρριψεν. Fl. 17. κῦμα. Gr.

μεθῆχʼ: ἀφῆκεν. M. ἤγουν ἔρριψεν. Gr.

28. ἄλλοτ᾿: ἐπίρρημα. Fl. 21. ἄλλοτε μέν· ἐπάγεται γὰρ τὸ νῦν δέ. Gr. Fl. 56. 59. 76. κατάκειμαι ἐν τοῖς αἰγιαλοῖς καὶ τῇ τῆς θαλάσσης ταραχῇ, πολλαῖς δὲ συστροφαῖς κυμάτων φερόμενος, καὶ ἄταφος καὶ ἄκλαυστος. Fl. 33.

29. διαύλοις κυμάτων: δίαυλα λέγονται κύματα ἐξερχόμενα καὶ πάλιν εἰσερχόμενα. διαύλοις οὖν ταῖς παλιρροίαις τῶν κυμάτων. δίαυλοι δὲ τὰ ἔνθεν καὶ ἐκεῖθεν τοῦ ἱππικοῦ. ἀπὸ μεταφορᾶς οὖν εἴρηται, πρὸς ὃ καὶ τὸ χ πρὸς τὴν διαφοράν. κυρίως γὰρ δίαυλον [*](5. θεοδμήτῳ] Doctius de hoc v. scholion codicis A. vide in Præfatione.)

227
δρόμον ἀπελθεῖν καὶ ἐλθεῖν. οἷον παλινδρομίαις πολλαῖς ἐν τῇ θαλάττῃ κεχρημένος, τουτέστιν ἐνταῦθα κἀκεῖσε ὑπὸ τῶν κυμάτων φορούμενος καὶ πολλοὺς σταδίους τῇ βίᾳ τῶν κυμάτων ἀνύσας. A.M.

πολλοῖς διαύλοις κυμάτων: παλιρροίαις καὶ στροφαῖς, ἤγουν δρόμοις. ὥσπερ ἑρμηνεία ἐστὶ πρὸς τὸ πόντου σάλῳ. οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ τῆς θαλάττης ταραχὴ ἀλλ᾿ ἢ συνεχεῖς κυμάτων στροφαί. B.I. δίαυλα λέγονται τὰ κύματα τὰ εἰσερχόμενα καὶ ἐξερχόμενα. διαύλους τὰς παλιρροίας τῶν κυμάτων. κυρίως δὲ διαύλους, ὅσον οἱ δρομεῖς διέρχονται ἐν τῷ ἀπελθεῖν καὶ ἐλθεῖν, ὅθεν καὶ δίαυλοι τὰ ἔνθεν καὶ ἔνθεν τοῦ ἱππικοῦ. Fl. 25. 6.

φορούμενος: ἀπὸ μεταφορᾶς τῶν κυμάτων, ὁ πολλοὺς σταδίους τῶν κυμάτων τῇ βίᾳ ἀνύσας. δίαυλος ἐπὶ ξηρᾶς, κέλευθος ἐπὶ θαλάσσης. κυρίως δὲ λέγεται ὁ στενομήκης τόπος τοῦ ἱπποδρομίου, ἔνθα τὴν αὐτὴν καὶ ὁμοίαν ὁδὸν ἀνέρχονται καὶ κατέρχονται οἱ κέλητες. οὐκ ἀπεικότως δὲ εἰρήκει διαύλους τὰ κύματα τῆς θαλάσσης. Fl. 6. 25. ἀγόμενος. Fl. 17. 59. κομιζόμενος. Fl. 21.

30. ἄκλαυστος: χωρὶς κλαυθμοῦ καὶ τάφου εἰμὶ, χωρὶς ἐνταφιασμοῦ. Fl. 21.

ὑπὲρ μητρὸς φίλης: ὑπὲρ τῆς κεφαλῆς τῆς μητρός· ὅ ἐστιν ὄναρ αὐτῇ φαίνομαι. ἔμπροσθεν, φησὶ, τῆς μητρὸς ὁρμῶ τὸ σῶμα καταλιπὼν, οἷον φάντασμα ποιήσας, ἐπὶ τρεῖς ἡμέρας μετεωριζόμενος, ὅσας ἔχει καὶ ἡ ἐμὴ μήτηρ ἐν τῇ Χερρονήσῳ, ὡς τρεῖς ἡμέρας οὔσης τῆς Ἑκάβης ἐκεῖ. A.M.

ὑπέρ: ἀντὶ τοῦ ὑπεράνω τῆς μητρός. Gr. φίλης: τῆς ἠγαπημένης. Fl. 21. νῦν δὲ ὑπὲρ τῆς προσφιλεστάτης μου μητρὸς Ἑκά ὁρμῶ, ὅπως τὸ ἐμὸν σῶμα καταλείψω καὶ ἡσυχάσω, ἤγουν ταφῶ. Fl. 33.

31. ἀΐσσω: ὁρμῶμαι. Fl. 2. ὁρμῶ. Gr.

ἐρημώσας: καταλείψας τὸ ἐμὸν σῶμα ἔρχομαι εἴδωλον. M. ἤγουν ἔρημον ἀφείς. Gr.

32. τριταῖον: ἀφ᾿ οὗ τέθνηκε τριταῖός φησιν εἶναι. τοσοῦτον δὲ χρόνον καὶ ἡ Ἑκάβη παραβαλοῦσα ἦν ἐν Χερρονήσῳ. ἤδη τρίτην ἡμέραν ἔχων καὶ φερόμενος ἐν τῇ θαλάσσῃ· μαθὼν γὰρ ὁ Πολυμήστωρ ἐκεῖσε [*](4. παλιρρ.—δρόμοις desunt in B.I. Gu. supra διαύλοις scripta. MATTH. add. King. ἤγουν δρόμοις gl. est in 6. ἀλλ᾿ ἢ] ἀλλ᾿ αἱ I.)

228
τοὺς Ἕλληνας ἐλθόντας, φοβούμενος μὴ ἀπαιτηθῇ τὰ χρήματα, ἔσφαξε τὸν Πολύθωρον καὶ ἔρριψεν εἰς τὴν θάλασσαν· τρίτην γὰρ εἶχον ἡμέραν οἱ Ἕλληνες ἐκεῖσε. Ἄλλως. ἐπειδὴ τρεῖς ἡμέρας εἶχον οἱ Ἕλληνες ἐν τῇ Χερρονήσῳ, τοσαύτας ὅσας εἶχεν ἀπὸ σφαγῆς ὁ Πολύδωρος. A.M.

τριταῖον: τὰ τρία καὶ τέτταρα καὶ ἑξῆς ὀνόματα ἀριθμοῦ δηλωτικὰ, τὸ τρίτον δὲ καὶ τέταρτον καὶ ἑξῆς ὀνόματα τάξεως δηλωτικά· ἔστι γὰρ τρίτον μὲν τὸ ἔχον ὄπισθεν ἑαυτοῦ πρῶτον καὶ δεύτερον, τέταρτον δὲ τὸ ἔχον ὄπισθεν πρῶτον καὶ δεύτερον καὶ τρίτον. εἰσὶ δὲ ταῦτα τριγενῆ, ἀπὸ τῶν θηλυκῶν τούτων, τριταῖος καὶ τεταρταῖος παράγωγα, ὡς Ἀθηναῖος, Μυκηναῖος, ἢ τοιοῦτόν τι. ἔστιν οὖν ἄλλο τρίτον καὶ ἄλλο τριταῖον, ὥσπερ ἄλλο Ἀθῆναι καὶ ἄλλο Ἀθηναῖος· ἐνταῦθα δὲ τὸ τριταῖον ἀντὶ τοῦ τρίτον λέγεται. λαμβάνεται δὲ τὸ τρίτον, τὸ τέταρτον καὶ τὰ τῆς ἀκολουθίας ταύτης καὶ ἐπὶ μορίων, ἃ ἁρμοδιώτερον λέγεται ἔχοντα ἐν συνθέσει τὸ μόριον, οἷον τριτημόριον, τεταρτημόριον καὶ ἑξῆς. ἔχουσι δὲ ἐρωτηματικὰ τὸ πόσα, τὸ πόστον, τὸ ποσταῖον καὶ τὸ ποστημόριον. καὶ πρὸς μὲν τὸ πόσα ἀπαντᾷ τὸ τρία τυχὸν, ἢ τέσσαρα· πρὸς δὲ τὸ πόστον τὸ τρίτον ἢ τέταρτον ἐπὶ τάξεως· πρὸς δὲ τὸ ποσταῖον τὸ τριταῖον ἢ τεταρταῖον· οἷον πρὸς τὸ “ποσταῖος ἀπ᾿ οὐρανοῦ πάρει:” ἀπαντήσει τὸ τριταῖος τυχὸν ἢ τεταρταῖος, ἢ τρίτην ἡμέραν ἔχω ἀφ᾿ οὗ πάρειμι, ἢ τετάρτην· πρὸς δὲ τὸ ποστημόριον τὸ δυοστὸν, τὸ τρίτον, τὸ τέταρτον ἐπὶ μορίων, ἢ τὸ δυοστὸν, τὸ τριτημόριον, τὸ τεταρτημόριον, ζητεῖ δὲ τὸ μὲν πόσα διωρισμένον ποσὸν, τὸ δὲ πόστον τάξιν, τὸ δὲ ποσταῖον συμβαῖνόν τι ἐν τάξει, τὸ δὲ ποστημόριον μέρος. ἐπεὶ δὲ τὸ ποσὸν διαιρεῖται, καὶ τὸ μὲν αὐτοῦ ἐστι συνεχὲς, τὸ δὲ διωρισμένον, εὗρεν ἡ φύσις καὶ ἐπὶ τοῦ συνεχοῦς ἕτερον ἐρωτηματικὸν, τὸ πηλίκον. ὥστε πρὸς μὲν τὸ πόσα ἀπαντᾷ διωρισμένον ποσὸν, πρὸς δὲ τὸ πηλίκον συνεχές. Gu. I. ἤγουν τρίτον. Fl. 17. 34. 56. 59. 76. Gr. ἤγουν τρεῖς ἡμέρας, τῇ τρίτῃ ἡμέρᾳ ὑψούμενος καὶ φερόμενος ἢ φανταζόμενος. Fl. 21.

ἤδη: ἄρτι. Fl. 56. φέγγος: ἤγουν ἡμέραν. αἰωρούμενος: φανταζόμενος. A.M. κρεμάμενος, ἢ ὅπερ καὶ κρεῖττον, ὑπὲρ τῆς [*](6. τρία καὶ] τρίτα τὰ Gu. 11. τοιοῦτον] τοιοῦτο I. 8. ἑαυτοῦ et τέταρτον δὲ—τρίτον 14. ἃ ἀρμοδιώτερα—ἔχοντα] ὃ ἁρμοδιότερον om. I. (sic)—ἔχον Gu.)

229
μητρὸς αἰωρούμενος. A. κρεμάμενος. Gr. ἐν ἀέρι φερόμενος. Fl. 2. 6. τρία γὰρ νυχθήμερα τανῦν ἔχω ταλαιπωρούμενος. Fl. 33.

33. ὅσον: χρόνον. Fl. 59. ἐν γῇ: πάρεστιν, ἤγουν ἐλθοῦσα ἐστίν. Fl. 2. ἐνταῦθα. Fl. 59. τοσοῦτον ἐν τῇδε Χερσονησίᾳ γῇ. Fl. 33.

34. πάρα: πάρεστι. ποιητικὸν δὲ τὸ πάρα. Fl. 21. ἡ ἐμὴ μήτηρ ἡ κακοτυχὴς ἐκ Τροίας πάρεστιν. Fl. 33.

35. Ἀχαιοί: οἱ Ἕλληνες. Fl. 21.

ἔχοντες: ἐμπαρασκεύους δηλονότι, κρατοῦντες. Fl. 21. ἤγουν οἰκοῦντες. Gr. ἥσυχοι: ἡσύχως. Gr. οἱ δὲ πάντες Ἀχαιοὶ ἥσυχοι μένουσιν ἐν ταῖς ἑαυτῶν ναυσί. Fl. 33.

36. θάσσουσʼ: κάθηνται ἐν τοῖς αἰγιαλοῖς ταύτης τῆς Θρᾳκικῆς γῆς. Fl. 33. προσμένουσι. Fl. 21: καθέζονται. Fl. 10. ἤγουν κάθηνται. Gr.