Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

192. οἴμοι, μᾶτερ: γρ. παῖ. M. οἴμοι, ὦ μῆτερ, πῶς φθέγγῃ ἀμέγαρτα καὶ ἀφθόνητα τῶν κακῶν—ἀφθόνητα διὰ τὸ εἶναι λίαν κακά· τοῖς γὰρ τοιούτοις οὐδεὶς φθονεῖ.—μήνυσόν μοι, ἀντὶ τοῦ εἰπὲ, ὦ μῆτερ. I.

φθέγγῃ: λέγεις. Fl. 17. 56. 59. φθέγγομαι τὸ λέγω, ἀποφθέγγομαι δὲ τὸ βραχέα καὶ συνεσταλμένα λέγω· ὅθεν καὶ ἀποφθέγματα οἱ βραχεῖς λόγοι, ὡς τὸ “οἱ πλείους κακοί.” B. rec.

193. ἀμέγαρτα: ἀφθόνητα, οἷς οὐκ ἄν τις φθονήσειε. λέγονται καὶ ἀμέγαρτα τὰ μεγάλα, ἀπὸ τοῦ μὴ ἀγείρεσθαι. Cant. ἀνέλπιστά [*](3. οὕτω συντακτέον om. Gu. In I. πηλείδα σφάξαι σε πρὸς τύμβον Gu. est Ἄλλως. κοινὴ γνώμη τῶν ἀ. συντείνει ib. ἤγουν τοῦ Ἀχιλλέως om. B. πρὸς τύμβον γνώμα ἣ σπεύθει σφάξαι 5. τὸ γέννα ἢ κλητικὴν—δοτικὴν] σε etc. ἢ τὸ γέννι κλητικὴ—δοτική Gu. ib. ἡ κοινὴ] ἡ om. B. 6. κρεῖττον δέ ἐστι τὸ πρῶτον om. 4. σφάξαι—Πηλειδου] τῇ γέννᾳ τοῦ Gu.)

266
μοι κακὰ, ἢ ἄφθονα κακά μοι ἐπαγγέλλεις· τὰ γὰρ κακὰ οὐδεὶς φθονεῖ. Fl. 33. μέγιστα, ὅθεν καὶ μέγαρα, τὰ ἔνδοξα οἰκήματα. Gr. ἀμέγαρτα κακῶν: ἀφθόνητα, ἐκ τοῦ ᾱ καὶ μεγαίρω, ὧν οὐκ ἄν τις τοῖς ἔχουσι φθονῇ διὰ τὸ εἶναι κακά. B. Gu. τοῖς γὰρ κακοῖς οὐδεὶς ἐπίφθονος. Gu.

μάνυσον: δήλωσον. Fl 6. 17. 21. 56. 59. 76. φανέρωσον. Fl. 17. λέγε μοι, λέγε μοι. Fl. 33. τὸ μηνύειν παρὰ τοῖς ποιηταῖς ἀντὶ τοῦ ἁπλῶς λέγειν ἐστὶ, παρὰ δὲ τοῖς κοινοῖς τὸ πέμπειν μεθʼ ἑτέρου τινὸς πρός τινας λόγους περί τινος. καὶ μηνυτὴς ὁ τούτοις διακομίζων, ἀλλὰ καὶ ὁ πέμπων. εἰπέ. Gr. ἄγγειλον ταῦτα τὰ κακά. Gu.

195. αὐδῶ, παῖ: λέγω, παῖ, φήμας δυσφήμους, ἤτοι πράγματα κακὴν φήμην καὶ ἀγγελίαν ἔχοντα. ἀγγέλλουσιν ἐμοὶ κυρωθῆναι τῇ ψήφῳ τῶν Ἀργείων ἕνεκα τῆς σῆς ζωῆς. I. αὐδῶ: λέγω. Fl. 6. 17. 56. λέξω. Fl. 21. αὐδὴ κυρίως ἐπὶ μόνων ἀνθρώπων λέγεται. σύγκειται δὲ ἐκ τοῦ αὔω τὸ φωνῶ, καὶ τοῦ δέω τὸ δεσμεύω, ἡ συνδεδεμένη καὶ ἔναρθρος φωνή. Gu. δυσφήμους φάμας: ὃ οὐ καλὰς φήμας ἐχούσας. Fl. 17. ἤγουν πράγματα οὐ καλὴν φήμην ἔχοντα καὶ λόγους. Fl. 6. 9. 21. 56. 59. 76.

196. ἀγγέλλουσʼ: τὸ ἑξῆς, ἀγγέλλουσί μοι δόξαι ταῖς τῶν Ἀργείων ψήφοις δυσφήμους φήμας περὶ τῆς σῆς ψυχῆς, ἀντὶ τοῦ ἀπαγγέλλουσί μοι αἱ φῆμαι περὶ τῆς σῆς ψυχῆς δόξαν τῇ ψήφῳ τῶν Ἑλλήνων, δηλονότι ἀποθανεῖν. M. μηνύουσιν. Fl. 17. 56. δόξαι καὶ βουλαὶ ἐκ τῶν Ἑλλήνων ἀγγέλλουσί μοι. Fl. 33. δόξαι ψήφῳ: ἤγουν ἐκκλησιάσαντες οἱ Ἀχαιοὶ κακὰ περὶ σοῦ ἐψηφίσαντο. Gu. I. δόξαι: κυρωθῆναι. Gr.

197. ψήφῳ: τῇ κρίσει, τῇ ἀποφάσει. Fl. 6. 9. 17. 21. 56. 59. 76. ψήφῳ καὶ κρίσει περὶ τῆς σῆς ψυχῆς, ἤγουν περὶ τοῦ σοῦ θανάτου. Fl. 33. τὸ μοι σχετικόν. Gr. περισσόν. Gu. ψυχᾶς: τῆς ζωῆς. Gr. οὐ περιποιήσασθαι, ἀλλ᾿ ἀφανίσαι· ἥρμοζε γὰρ εἰπεῖν μᾶλλον περὶ τοῦ σοῦ θανάτου. Gr. περί μοι ψυχᾶς: περὶ τοῦ σοῦ θανάτου. λείπει κρίνασαι. M.

198. ὦ δεινὰ παθοῦσ’: ὦ παθοῦσα δεινὰ καὶ χαλεπὰ, ὦ παντλήμων [*](3. ἐκ—μεγαίοω om. Gu. 27. τῇ κρίσει] κρίσει gl. Gu., τῇ βουλῇ gl. Gr.)

267
καὶ παναθλία, ὦ μῆτερ, ἕνεκα τῆς δυστήνου καὶ ἀθλίας βιοτῆς καὶ ζωῆς. I.

ὦ δεινὰ παθοῦσʼ: βαβαὶ, φοβερὰ ὑπομένουσα, ὦ παναθλία, ἐλεινή. Fl. 33. ὦ δυστυχεστάτη. Fl. 10. πολυπαθεστάτη. Gr. ὑπομείνασα. γραμματικὸν τὸ ἦθος καὶ ῥητορικόν. Gu. δεινὸν τὸ χαλεπὸν ἀπὸ τοῦ δέος ὁ φόβος· δεινὸν τὸ ἐπιτήδειον ἀπὸ τοῦ δέον τὸ πρέπον. B. rec. παντλάμων: τλήμων παῤ Ὁμήρῳ ὁ καρτερικός· “τλήμονα θυμὸν ἔχοντες.” παρὰ δὲ τοῖς τραγικοῖς τλήμων ὁ δυστυχής. B. rec.

199. δυστάνου μᾶτερ βιοτᾶς: πάλιν Ἀττικῶς λείπει τὸ ἕνεκα, ὦ δυστυχὴς μῆτερ ἕνεκα τῆς ἀθλίας ζωῆς σου. A.M.

200.—201. οἵαν, οἵαν: θαυμαστικόν. λώβην καὶ ὕβριν ἐχθίστην καὶ λίαν μεμισημένην, ἀρρήτην καὶ ἄρρητον, ἤτοι πολλὴν καὶ μεγάλην, ἐπήγαγέ σοι δαίμων τις. οὐδαμῶς ἔστι σοι ἡ παῖς ἥδε, ἤγουν ἐγώ. οὐκέτι δὴ συνδουλεύσω ἡ ἀθλία τῷ γήρᾳ, τῷ σῷ δηλονότι. I. οἵαν, οἵαν: τίς δὲ ἐκ τῶν θεῶν πάλιν σοι βλάβην μεμισημένην καὶ ἐχθροτάτην καὶ ἀνέκφραστον διήγειρεν; Fl. 33. λώβαν: οἱ γράφοντες “λώβαν ἐχθίσταν” ἀγνοοῦσι τὰ μέτρα. σὺ δὲ μαθὼν μὴ γράφε τοῦτο· δίμετρον γὰρ ὀφείλει εἶναι τὸ κῶλον, ὡς καὶ τὰ λοιπά· διὸ καὶ ἐξεβλήθη παῤ ἐμοῦ. I. λώβαν: βλάβην. Gr. τὴν ἑαυτῆς στέρησιν λώβην καλεῖ ἀπὸ μεταφορᾶς τῆς νόσου. Gr. ἐχθίσταν: μισητήν. Gr.

201. ἀρρήταν: μὴ δυναμένην ῥηθῆναι. Fl. 17. μεγάλην. Gr. ἣν οὐ δύναταί τις εἰπεῖν διὰ τὸ μέγεθος, μὴ δυναμένην ῥηθῆναι. Gu. ἄρρητον τὸ μὴ δυνατὸν ῥηθῆναι καὶ τὸ μὴ ἄξιον ῥηθῆναι, ἢ ὡς ἀποτροπαῖον, ἢ ὡς αἰσχρὸν, ἢ ὡς μυστηριῶδες. ἄρρητον ὑπερβολικῶς καὶ τὸ μέγα ἢ τὸ πολύ. B. rec.

202. ὦρσε: ἐπήνεγκε. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἐνέβαλεν. Fl. 21. διήγειρε. Gr. ἐνέβαλε, παρώρμησε. ὄρω τὸ διεγείρω· ὁ μέλλων κοινῶς ὀρῶ, Αἰολικῶς δὲ ὄρσω, ὡς τὸ σπείρω, σπερῶ, σπέρσω, καὶ κείρω, κερῶ, κέρσω. ὄρσω γοῦν ὁ μέλλων, ὁ ἀόριστος ὦρσα, ὦρσας, ὦρσε. Gu. δαίμων: κακοποιὸς θεός. Fl. 59.

203. οὐκέτι: εἰς τὸ ἑξῆς. Fl. 59. οὐχ ὑπάρχει σοι παῖς αὕτη οὐδαμῶς. Fl. 33. ἅδ᾿: ἀντὶ τοῦ ὧδε. M.

γήρᾳ: ἐγὼ ἡ δειλαία τῷ δειλαίῳ σου γήρᾳ οὐκέτι συνδουλεύσω. [*](7. τλήμονα—] Il. 5, 670. 16. λώβαν—ἐμοῦ] Scholion Triclinii.)

268
M. τῷ ταλαιπώρῳ γήρει, καὶ οὐκέτι συνδουλεύσω σοι ἐγὼ ἡ ἀθλία. Fl. 33.

συνδουλεύσω: ἤγουν συγκακοπαθήσω, ἤγουν οὐκέτι σοι ἔσομαι γηροτρόφος. Bar. 74. Gu. οὐκέτι σοι συνδουλεύσω, οὐ μή σοι ἀποδώσω τὴν κεχρεωστημένην τοῖς πατράσι περὶ τῶν παίδων τιμήν. Gu.

204. σκύμνον γάρ: σκύμνος τὸ τῶν λεόντων γέννημα, μόσχος τὸ τῶν βοῶν, νεβρὸς τὸ τῶν ἐλάφων, ἀρνειὸς τὸ τῶν προβάτων. λέγει δὲ οὕτως, ὡς σκύμνον γὰρ καὶ ὡς οὐριθρέπτην μόσχον ὄψει με, ὦ δειλαία, τὴν δειλαίαν αἰφνιδίως ἀναρπασθεῖσαν τῆς σῆς χειρὸς, καὶ ὑπὸ τὸν σκότον τῆς γῆς τοῦ Ἅιδου πεμπομένην ἀπολαιμότομον, ἤγουν ἀποτετμημένην τὸν λαιμόν. B. Gu. I. σκύμνον: ὡς σκύμνον. τὸ ὡς ἀπὸ κοινοῦ. Fl. 6. 9. 21. 56. 59. 76. σκύμνον λέγει διὰ τὸ βασιλικὸν, διότι καὶ ὁ λέων τῶν ἄλλων ζώων βασιλεύει. Fl. 59. ὥσπερ τινὰ σκύμνον ἢ μόσχον ἐν ὄρει τρεφόμενον ὄψει με, ὦ δειλαία, τὴν ταλαίπωρον ἁρπαζομένην, καὶ λαιμοτόμον ὄψει· οἷον, ὄψει με τῷ Ἅιδῃ πεμπομένην οὐ κοινῷ θανάτῳ, ἀλλὰ τῷ ξίφει θανατουμένην, καὶ ἀποπεμπομένην εἰς τὸν τῆς γῆς σκότον, κἀκεῖ μετὰ νεκρῶν ἀταλαιπωρήτως κατοικήσομαι. Fl. 33.

οὐριθρέπταν: οὐριθρέπταν μόσχον ἀντὶ τοῦ νέαν· τὸ γὰρ μόσχονs οἱ παλαιοὶ ἀντὶ τοῦ νέου παραλαμβάνουσιν. M. ὄψει γάρ με τὴν μόσχον, ὅ ἐστι τὴν νέαν, ἀπὸ τῆς σῆς χειρὸς ἁρπαζομένην ὥσπερ σκύμνον ἐν ὄρει τεθραμμένον. ἀπὸ κοινοῦ δὲ τὸ εἰσόψει με λαιμότομον πεμπομένην τῷ Ἅιδῃ εἰς τὸν ὑπὸ γῆς σκότον, οἷον εἰσόψει με οὐ κοινῷ θανάτῳ ἀποθνήσκουσαν, ἀλλὰ τῷ διὰ σφαγῆς. A.M.

205. τὸ μόσχον ἢ πρὸς τὸ δειλαίαν σύναπτε, ἢ πρὸς τὸ σκύμνον, ἵνʼ ᾖ λεοντώδη μόσχον· εἶπε δὲ τὸ μόσχον διὰ τὸ νέον, σκύμνον δὲ διὰ [*](7. τῶν λεόντων B. τοῦ λέοντος I. 11. ἀπολαιμότομον (sic etiam in Verba σκύμνος—οὕτως, ὡς om. Gu. in textu) ἤγουν add. B. 8. ἀρνειὸς—προβάτων om. B. 25. ἀποθνήσκουσαν A. ἀποθνησκομέναν ib. λέγει δὲ οὕτως add. B. M. θανατονομένην est in scholio 9. ὡς σκύμνον] ὡς om. B. codicis Flor. 33. ib. οὐριθρέπτην om. B. 26. τὸ μόσχον] τὸ om I. ib. ὦ δειλαία post τὴν δειλαίαν B. 27. λ. μόσχον· εἶπε δὲ τὸ μόσχον 10. ἀναρπασθεῖσαν] ἁρπασθεῖσαν διὰ Gu. λ. σκύμνον διὰ I. Gu. ib. σκύμνον δὲ] δὲ om. Gu.)

269
τὸ βασιλικόν. ἔστι δὲ τὸ Ἀΐδα καὶ τὸ σκότῳ τῆς γῆς ταυτόν. Gu. I. μόσχον: νέαν. Fl. 10. 59. οἱ παλαιοὶ ἐπὶ παντὸς νέου παρελάμβανον. Fl. 6. μοσχάριον. Fl. 11. ἁπαλόν. Gr. μόσχος λέγεται παῤ ἡμῖν τὸ μοσχάριον, παρὰ δὲ τοῖς παλαιοῖς τὸ νεογνὸν γέννημα, ὡς ἐνταῦθα. Gr. δειλαία δειλαίαν: ἀθλία τὴν ἀθλίαν. Fl. 17.

206. εἰσόψει: θεάσει. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἀναρπαστάν: ἡ ἀνά τὴν ἄνω σχέσιν δηλοῖ, ἤγουν ἐλαφρῶς, εὐκόλως ἁρπασθεῖσαν. Gr.

207. ἀπολαιμότομον: τὸ λαιμότομον ἤγουν τὸν λαιμὸν κεκομμένην, ὅ ἐστι πεφονευμένην. Fl. 59. ἐν τῷ λαιμῷ τμηθεῖσαν. Fl. 10. λαιμοτόμος ὁ κόπτων τὸν λαιμὸν, λαιμότομος δὲ ὁ τμηθεὶς τὸν λαιμόν. Gu. ἀναστροφή. Gr.

208. ὑποπεμπομέναν: πορευομένην. Fl. 59. ὑπερβατόν. Gu. σκότον, τὸν σκοτεινὸν τόπον. Fl. 59. ἔνθα: εἰς ὃν τάφον, ὅπου. Fl. 21. ὅπου. Fl. 59. ἔνθα ἐπίρρημα τοπικὸν καὶ χρονικόν· τοπικὸν μὲν ὡς ἐνταῦθα, χρονικὸν δὲ ὡς παῤ Ὁμήρῳ “ἔνθʼ αὖ Τυδείδῃ Διομήδει Παλλὰς Ἀθήνη” καὶ τὰ ἑξῆς, ἀντὶ τοῦ τότε δή. B. rec.

211. καὶ σὲ μέν: ἀντὶ τοῦ, περὶ σοῦ ἢ ἐπὶ σοὶ, ὥσπερ καὶ θαῦμά σου φασὶν ἀντὶ τοῦ ἐπὶ σοί. τινὲς δέ φασι λείπειν τὸ χάριν, ἢ ἀπὸ κοινοῦ τὸν βίον, ἢ κλαίω σου τὸν βίον. M. καὶ σὲ μὲν, ὦ μῆτερ ἀθλία, κλαίω ἐν θρήνοις παγκλαύστοις, τὸν ἐμὸν δὲ βίον καὶ τὴν ζωὴν, ὕβριν καὶ βλάβην οὖσαν, οὐ θρηνῶ, ἀλλʼ ἡ συντυχία, ἤγουν ἡ συνάντησις τοῦ θανεῖν, ἐκύρησε καὶ ὑπῆρξεν ἐμοὶ κρείσσων ταύτης τῆς ζωῆς. I.

καὶ σέ: σὲ δὲ. μῆτερ ταλαίπωρε᾿, θρηνῶ πανολεθρίοις κλαυθμοῖς. Fl. 33. θέσις ῥητορικὴ καὶ κατάφασις φιλόσοφος. Gu.

212. κλαίω: κλαίω τὸν δεῖνα καὶ κλαίω ἀμετάβατον. Gr. πανοδύρτοις: τοῖς νικῶσι πάντα τὸν ὀδυρμόν. Fl. 6. πλείστοις. Gr. [*](1. τὸ σκότῳ—ταυτόν Gu. τῷ σκότῳ—τὸ 16. Ὁμήρῳ] Il. 5, 1. αὐτό I. 26. θέσις—φιλόσοφος] ldem scholion 12. ἀναστροφή] Hoc scriptum in in Gu. ad v. 213. ubi ἄρνησις textu super ἀπολαιμότομον. Legit pro θέσις. igitur ἄπο λαιμότομον. In fine versus 27. Scholia versuum 212—256. post ἀΐδα adscriptum in Gr. οὐ πατρωνυμικὸν, nulla sunt in A., amisso folio uno. ἀλλʼ ὡς πατρωνυμικόν.)

270
παγκλαύστοις. Gu. θρῆνος καὶ κλαυθμὸς τὸ αὐτό· πένθος ἡ διὰ λύπην μελανειμονία, καὶ ἡ κουρὰ, καὶ ἡ οἴκοι ἀπόκλεισις καὶ ὅσα τοιαῦτα. Gr.

213. τὸν ἐμὸν δὲ βίον: τὴν ἐμὴν ζωὴν ἐπὶ βλάβην καὶ λύμην οὖσάν μοι οὐ κλαίω. M. λύμαν: λοιμικήν. M. τὴν ἐμὴν δὲ ζωὴν, ἀπολλυμένην δηλονότι, τὴν βλάβην καὶ τὴν φθορὰν τὴν ἐμὴν, οὐ μόνον οὐ μεταβαλλομένη κλαίω, ἀλλὰ καὶ τὸ ἀποθανεῖν παῤ ἐμοὶ συνάντημά ἐστι κρεῖττον τῆς ζωῆς δηλονότι. Gu. I. τὸν ἐμὸν δὲ βίον: τὸν δὲ ἐμὸν βίον, ἤγουν τὴν στέρησιν τῆς ἐμῆς ζωῆς, καὶ τὴν βλάβην καὶ τὴν λύμην τὴν ἐμὴν, ἤγουν τὴν στέρησιν τοῦ θανάτου, οὐ κλαίω. Fl. 59. τὸν δὲ ἐμὸν βίον τὸν βλαβερὸν καὶ ἐπικίνδυνον οὐ θρηνῶ. Fl. 33. ἀπολλύμενον δηλονότι. Gr. τὴν ἐμὴν ζωήν. Gu. λώβαν: τὸν ὄντα ὕβριν καὶ βλάβην. Fl. 17. 21. 56. τὴν ἐμὴν βλάβην. Fl. 59. λώβη ἡ ὕβρις, λύμη ἡ βλάβη. Fl. 33. βλάβην. Gr. ὄντα. Gu. βίος ἡ τοιάδε ζωὴ καὶ ὁ περιεκτικὸς τοιῶνδε ζώων, οἷον “ποίην τις βιότοιο τάμοι τρίβον;” καὶ ἡ ἀντικειμένη τῷ θανάτῳ ζωὴ, ὡς Εὐριπίδης ἀλλαχοῦ φησιν “ἥδ᾿ ἡμέρα θάνατον ἢ βίον φέρει,” ἤγουν ζωήν· βιὸς δὲ ὀξυτόνως τὸ τόξον. B. rec.

214. μετακλαίομαι: οὐ κλαίομαι, ἀντὶ τοῦ οὐκ ὀδύρομαι. M. Fl. 21. ἤγουν οὐ κλαίω μετὰ τὸ κλαίειν σέ. Gr. τὸ κλαίω, τὸ σφάττω, τὸ ὑβρίζω καὶ ἕτερα τοιαῦτα ῥήματα πάθος ἔχοντα ἐν τοῖς ἐνεργητικοῖς ἔμφυτον οὐκ ἔχουσι τὰ παθητικὰ ἀντ᾿ ἐνεργητικῶν, οἷον κλαίομαι τὸν δεῖνα ἢ ὑβρίζομαι ἢ σφάττομαι τὸν δεῖνα, ἀλλὰ κλαίομαι ὑπὸ τοῦ δεῖνος ἢ σφάττομαι ἢ ὑβρίζομαι. παρὰ δὲ τῇ ποιητικῇ αὐτονομίᾳ λαμβάνονται καὶ τὰ τοιαῦτα παθητικὰ ἀντʼ ἐνεργητικῶν, ὡς ἐνταῦθα, μετὰ προθέσεων, καὶ τὸ ἀνακλαίομαι, μετακλαίομαι, ἐπικλαίομαι καὶ ἀποκλαίομαι. Gr. μετα—: περισσή. Gu.

ἀλλὰ θανεῖν μοι: ἀλλʼ ἡ τοῦ ἀποθανεῖν μοι δυστυχία βελτίων ἐφάνη τοῦ ζῆν ἀτίμως. τοῦτο δὲ λέγεται παῤ ὅσον μετὰ τὴν πόρθησιν τῆς Τροίας καὶ τὸν τῶν ἀδελφῶν θάνατον καὶ τοῦ πατρὸς καὶ [*](17. ἀλλαχοῦ] Soph. Aj. 802. καθ᾿ ἡμέραν τὴν νῦν, ὅτ᾿ αὐτῷ θάνατον ἢ βίον φέρει.)

271
ἄλλων μυρίων αὐτὴ γενομένη αἰχμάλωτος καὶ δουλεύειν ἔμελλε καὶ τὰ αἴσχιστα ὑπομένειν, ὧν φησι προτιμότερον εἶναι τὸν θάνατον. M. ἀλλὰ τὸ τοῦ νῦν θανάτου σύμβαμα προτιμότερον ἐμοὶ συνέβη τῆς ζωῆς. καὶ εἰ μὲν τὸ ἐκύρησε διὰ τοῦ υ ψιλοῦ καὶ η γράψεις, οὕτως ἐρεῖς· εἰ δὲ διὰ τοῦ η καὶ υ ψιλοῦ, οὕτως· ἀλλὰ ἡ ξυντυχία καὶ ἡ νῦν ξύμβασις ἐκήρυξε, καὶ δίκην κήρυκος προσέταξεν ἐμοὶ κρεῖσσον τὸ θανεῖν. δέον δὲ ἐκήρυξεν εἰπεῖν, ἐκήρυσσεν εἶπε κατὰ ἀντιχρονισμόν. οὕτω δὲ λέγων ἢ ω μέγα τὸ κρείσσων γράψεις πρὸς τὸ πρῶτον, ἢ ο μικρὸν πρὸς τὸ δεύτερον. Gu. I. συντυχία: δυστυχία. Fl. 10. ἤγουν τὸ σὺν αὐτῇ μοι κρεῖσσον ὑπῆρξ᾿ ἐμοὶ ὥστε θανεῖν. Fl. 17. ἤγουν ἡ συμφορὰ τοῦ θανάτου κρείσσων ὑπῆρξεν ἐμοὶ τῆς ζωῆς δηλονότι. Fl. 6. 9. 21. 56. 59. 76. ἀλλὰ κρείσσων ἐκύρησεν, ἤγουν κυρεῖ καὶ ὑπάρχει ἐμοὶ ἡ ξυντυχία, ἡ ἐπιτυχία, ἡ συνέλευσις τοῦ θανάτου τῆς ζωῆς δηλονότι. ἐπιτυγχάνει δέ τις τοῦ θανάτου, ἤγουν ἀποθνήσκει. τοῦ θανεῖν δὲ ἤγουν τοῦ θανάτου. Fl. 59. ἀλλὰ ἡ τοῦ θανάτου δυστυχία κρείσσων μοι φαίνεται τοῦ ζῆν ἀτίμως. Fl. 33. ἡ συνάντησις. Gr. ἐπέλευσις. Gu. ἐκύρησεν: ἤγουν ἐγένετό μοι κρείσσων ὁ θάνατος τῆς ἀτίμου ζωῆς. Fl. 33. ἐφάνη. Fl. 10. ἐγένετο. κυρέω κυρῶ ποιητικῶς τὸ ὑπάρχω, κυρόω κυρῶ κοινῶς τὸ βεβαιῶ, ἐπὶ διαθήκαις ἢ ψήφου ἀποφάσει νόμου καὶ συμβολαίων τιθέμενον. Gr. συνέπεσεν, ἐφάνη, ἐψηφίσθη. Gu.