Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

160. ἀμύνῃ: ἤγουν βοηθήσῃ. Fl. 6. 21. 56. 59. 76. ἀμύνει: ἤγουν βοηθήσει. Gr. βοηθεῖ. Gu. ἀμύνω τὸ ἐκδικῶ καὶ βοηθῶ δοτικῇ, ἀμύνομαι τὸν ἐχθρόν μου ἀντὶ τοῦ κολάζω, ἀεὶ αἰτιατικῇ. ἐκ τούτου λέγεται καὶ ἄμυνα ἐπὶ θηλυκοῦ, καὶ ἀμυντήρια ὅπλα, οἷον ξίφος ἢ δόρυ ἢ τόξον ἢ ἄλλο τι τοιοῦτον. διʼ οὗ ἀναστέλλομεν μηκόθεν τὸν πολέμιον. Gr. μετὰ ὁριστικοῦ καὶ εὐκτικοῦ τὸ τίς καλόν ἐστι. Gu.

ποία γέννα: τῶν τέκνων. Fl. 17. καὶ γὰρ καὶ τὰ πεντήκοντα φροῦδά εἰσιν. Fl. 21. τίς βοηθήσει μοι ἢ τίς ἀνταμείψεται τοὺς ἠδικηκότας; ποία γενεά. Fl. 33. ἤγουν ποῖον τέκνον. γέννα ἡ ἐκ τῆς μήτρας ἔκπτωσις τοῦ ἐμβρύου καὶ τὸ γεννηθέν. οὕτω καὶ τόκος. Gr. ποία δὲ πόλις: ἀμύνῃ μοι δηλονότι. Fl. 17. 21.

162. φροῦδος: ἀφανὴς, πρὸ ὁδοῦ. Fl. 6. 21. 5. 59. 76. Gr. πρέσβυς: ὁ γέρων ὁ Πρίαμος. Fl. 17. ἄφαντα, ἀβέβαια τὰ ἐμὰ πάντα, ἀφανὴς ὁ ἀνὴρ, ἤγουν ὁ Πρίαμος, οἱ παῖδες. Fl. 33.

163.—177. ποίαν, ὁδὸν δηλονότι, πορευθῶ; ἢ ταύτην ἢ ἐκείνην: ποῖ δὲ ἥσω καὶ ὁρμήσω; ποῦ τις ἀπὸ τῶν θεῶν ἢ ἀπὸ τῶν δαιμόνων ἔσταιβοηθός; ὦ Τρῳάδες, αἱ ἀπαγγείλασαι κακὰ, ὦ Τρῳάδες, αἱ ἐνεγκοῦσαι κακὰ πήματα, ὠλέσατε καὶ ἐφθείρατε ἐμὲ δηλονότι· οὐδαμῶς ἐστι μοι ἐν τῷ φωτὶ βίος θαυμαστός. ὦ τλῆμον ποὺς, ὁδηγὸς γενοῦ ἐμοὶ τῇ γραίᾳ πρὸς τὴν τῶν αἰχμαλώτων σκηνήν. ὦ τέκνον, ὦ παῖ μητρὸς ἀθλιωτάτης, ἔξελθε ἀπὸ τῶν οἴκων, ἄκουε, ὦ τέκνον, τὴν φωνὴν τῆς σῆς μητρὸς, ἵνα ἀκούσῃς οἵαν ἀγγελίαν ἀκούω περὶ τῆς σῆς ψυχῆς, ἕνεκα τῆς σῆς ζωῆς. I.

ποίαν: ποίαν ὁδὸν βοηθείας παραγίνομαι. M. τοῦτο λέγει ἀποροῦσα τί ποιήσει, καὶ τίνα θεῶν βοηθὸν πρὸς τὰ παρόντα ἐπικαλέσεται. Gu. I. οὕτω δὲ χρὴ γράφειν ταῦτα τὰ κῶλα καὶ τὰ ἑξῆς [*](30. τοῦτο] τοῦτο δὲ Gr clinii, quod continuatur verbis τὸ 31. θεῶν om. I. δὲ ἔστʼ etc. 32. οὕτω—ὀρθῶς] Scholion Tri-)

261
ὡς διωρθώθη παῤ ἡμῶν, ἵνʼ ἔχῃ πρὸς τὸ μέτρον ὀρθῶς. I. ποίαν: εἰς ποίαν βοήθειαν παραγενήσομαι. Fl. 33. ὁδὸν δηλονότι. τοῦτο λέγουσιν ἐξαπορούμενοι καὶ ἐν ἀφύκτοις ὄντες πράγμασιν ἄνθρωποι. Gr.

164. στείχω: ὁδεύσω. Fl. 17. βαδίσω. Fl. 59. ἤγουν πορευθῶ. Gr. πορεύσομαι, ἐνεστὼς ἀντὶ τοῦ μέλλοντος. Gu. ἰστέον ὅτι ὑποτακτικὸς ἐνεστὼς μέλλοντος καὶ ἐνεστῶτος σημασίαν ἔχει· τὸ στείχω γὰρ ἐνεστὼς ὢν ἐνταῦθα μέλλοντα ἐμφαίνει· ὁ δὲ παρακείμενος καὶ ἀόριστος μέλλοντα μόνον. Gu.

ἤσω: ὁρμήσω. ἴημι, τὸ ὁρμῶ καὶ πορεύομαι, ὁ μέλλων ἤσω, καὶ ψιλοῦται, ἵημι δὲ τὸ πέμπω δασύνεται. I. ἤσω: εἰς ποίαν βοήθειαν ὁρμήσω. M. Fl. 21. ποῦ πέμψω, ἤγουν εἰς τίνα ἄνθρωπον, πέμψω ὥστε βοηθῆσαί με. Fl. 59. ποῦ ἔλθω· πότε τις ἐκ τῶν θεῶν βοηθήσει μοι. Fl. 33. ἥσω, ἤγουν πορευθῶ ὁρμήσω. Gr. ἴημι, ἥσω. Gu.

165. θεῶν ἢ δαιμόνων: θεοὺς ὑψηλότερόν τι τάγμα ἡγοῦντο τῶν δαιμόνων· ὃν γὰρ λόγον ἔχουσιν οἱ ἥρωες πρὸς τοὺς λοιποὺς ἀνθρώπους, ὑψηλότεροί τινες δοκοῦντες καὶ ὑπερέχοντες, τὸν αὐτὸν λόγον καὶ οἱ θεοὶ πρὸς τοὺς δαίμονας, ὑψηλότεροί τινες δοκοῦντες τούτων εἶναι. λέγονται δὲ καταχρηστικῶς θεοὶ καὶ οἱ δαίμονες. I. τοῦτο διὰ τὸν Δία λέγει· οὗτος γὰρ μόνος οὐ λέγεται δαίμων, ἀλλὰ θεός· οἱ δὲ ἕτεροι καὶ θεοὶ καὶ δαίμονες. Gr.

τὸ δὲ ἔστʼ ἐπαρωγός δύναται καὶ ἀντὶ τοῦ ἔστιν εἶναι καὶ ἀντὶ τοῦ ἔσται· ἡ γὰρ ἀπόστροφος, ὡς φασὶ, καὶ ἀντὶ δύο τίθεται φωνηέντων, ὡς τὸ “βούλοιʼ ἐγώ,” καὶ ἀνθʼ ἑνὸς, οἷον “τοῦτʼ ἔστιν.” I. ἐπαρωγός. ἤγουν βοηθὸς ἔσται δηλονότι. Gr.

166. κακά: δεινά. Fl. 17. ἐνεγκοῦσαι: ὑπομένουσαι. Fl. 17. ἤγουν διακομίσασαι. Gr, Fl. 76. ἀπαγγείλασαι, ἢ ὑπομείνασαι καὶ παθοῦσαι. Fl. 10. ἤνεγκα ἀντὶ τοῦ ἐκόμισα καὶ ἤνεγκα ἀντὶ τοῦ ὑπέμεινα. Gr. Τρῳάδες: Τρὼς, ὃ κλίνεται Τρωὸς, καὶ Τρωαὶ γυναῖκες, αἳ καὶ Τρῳάδες λέγονται καὶ Τρωϊάδες ποιητικῶς. I.

Τρῳάδες: κόραι δηλονότι. Fl. 17. ὦ κακὰ πήματα καὶ βλάβας ἀπαγγείλασαί μοι, Τρωϊκαὶ γυναῖκες. Fl. 33.

167. πήματα: βλάβας. Gr. Fl. 17. 21. 56. 59.

168. ὠλέσατ’: ἀπώλεσα ἀντὶ τοῦ ἔφθειρα καὶ ἀντὶ τοῦ κοινῶς [*](11. ὁρμήσω ante εἰς ποίαν Fl. 21.)

262
ἐχάωσα. Fl. 6. 21. 56. 59. 76. Gu. οὐκέτι: εἰς τὸ ἑξῆς. Fl. 59. βίος: ἤγουν διαγωγή. Fl. 59. οὐδʼ ἔτι μοι: οὐδʼ ἔτι μοι φορητὸς ἢ θαυμαστὸς καὶ ἀποδεκτὸς ὁ βίος ἐν τῇ ζωῇ γενήσεται, ἀλλʼ ἐκ τῶν ἐναντίων ἐπαχθής. A.M.

169. ἀγαστός: θαυμαστὸς, ἤγουν οὐκέτι μοι τὸ ζῆν περισπούδαστον. Fl. 6. Gu. θαυμαστὸς, ποθητὸς, ἀλλʼ ἐκ τῶν ἐναντίων. M. Fl. 21. ἤγουν θαυμαστός. Gr. ποθητὸς, ἀποδεκτὸς, ζηλωτός. Gu. φάει: ἡμέρᾳ. Fl. 17. καὶ τῷ φωτὶ, τῇ ζωῇ. Fl. 21. 59. καὶ ἀμφότερα μικρὰ γράφει ὁ κύριος Μάξιμος. οὐκ εἰς τὸ μετὰ ταῦτα ὁ βίος καὶ ἡ διαγωγὴ ὁ ἐν τῷ φάει καὶ τῷ φωτὶ ἤγουν τῇ ζωῇ ἀγαστὸς καὶ ποθεινὸς, ἤγουν οὐ θέλω ζῆν, ἀλλὰ θανεῖν. l. 59. οὐδαμῶς μοι ὁ βίος θαυμαστὸς καὶ φωτοφανὴς, ἀλλʼ ἐπαχθὴς καὶ ἀπολεσμένος. Fl. 33. ἐν φάεν: φωτί. Gr. ἐν τῇ ἡμέρᾳ. Gu.

170. τλᾶμον: ὦ τλήμων πούς. ἀπεχθής. M. ὦ ταλαίπωρε. Gr. Fl. 59. 76. ἀθλία. Fl. 17. ἔνδον ἐβούλετο εἰσελθεῖν πρὸς τὴν τῶν αἰχμαλωτίδων σκηνήν. βούλεται γὰρ συντυχεῖν τῇ Πολυξένῃ καὶ μηνῦσαι τὸν ἐσόμενον αὐτῇ θάνατον. M. Fl. 10. ἅγησαι: καθήγησαι. M. ἤγουν ἡγεμόνευσον. Gr. Fl. 6. 21. 56. 59. 76. ὁδηγὸς γενοῦ. Gr. ὑπούργησον. Fl. 17. ὦ τλῆμον, ἐλεινὴ, ἀθλία θύγατερ θανατοῦσαι ἢ μηνυσαί μοι τῇ γραίᾳ τὰ ἐπελθόντα σοι. Fl. 33.

172. πρὸς τάνδʼ αὐλάν: πρὸς τήνδε τὴν αὐλὴν, ὦ παῖ τῆς ἀθλιωτάτης καὶ ταλαιπώρου μητρός. Fl. 33. ἡ πρός καὶ ἐπὶ ἐμψύχου καὶ ἀψύχου. ὡσαύτως καὶ ἡ εἰς. Gr. αὐλάν: ἐν ᾗ πάρεστιν ἡ Πολυξένη. Cant. Gu.

ὦ τέκνον, ὦ παῖ: ἐκ παραλλήλου τὸ αὐτό. λέγεται δὲ ἐκ παραλλήλου, ὅτε συνέλθωσι διάφοροι φωναὶ τῆς αὐτῆς ἐννοίας δηλωτικαί. Gr.

173. ματέρος ποιητικὸν, μητρός κοινόν. οὕτω καὶ πατρὸς καὶ θυγατρός. Gr. ἔξελθʼ, ἔξελθʼ: ἐκ δευτέρου καὶ τρίτου λέγεται ὁ αὐτὸς λόγος, ἢ διʼ ὑπερβάλλουσαν χαρὰν, ὡς ἐν τῷ “ἐγκαίνια ἐγκαίνια,” ἡ διʼ ὑπερβάλλουσιν λύπην, ἢ διὰ κατεπείγουσαν ἀνάγκην} Gr. ἔξελθε ἐκ τῶν οἴκων καὶ ἄκουσον τῆς σῆς μητρὸς τὴν φωνὴν, ὦ τέκνον. Fl. 33.

175. εἰδῇς: μάθῃς. Fl. 6. 21. 56. 69. 76. ἤγουν μάθῃς. Gr. [*](15. τὴν τῶν] τῶν om. Fl. 10.)

263
ἀκούσῃς, αἴσθησις ἀντὶ αἰσθήσεως, ὃ καὶ μετάληψις αἰσθήσεως λέγεται, ἀντὶ τοῦ ἄκουε. Gu.

176. οἵαν: οἵαν ἤκουσα φωνὴν ἢ φήμην περὶ τῆς σῆς ψυχῆς, ἤγουν περὶ τοῦ σοῦ θανάτου. M. Fl. 21.

177. σᾶς ψυχᾶς: ψυχὴ λέξις ὁμώνυμος οὖσα σημαίνει τὴν ἐν τῷ ἀνθρώπῳ λογικὴν ψυχὴν καὶ τὴν ἐν τοῖς ζώοις τοῖς ἀλόγοις καὶ τοῖς φυτοῖς, ἔτι δὲ τὴν ζωὴν, ὡς ἐνταῦθα Εὐριπίδης φησὶ, καὶ ἀλλαχοῦ “ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπώλετο ψυχή,” ἤγουν ἡ ζωή· καὶ τὴν φύσιν, ὡς παρὰ Σοφοκλεῖ “ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς” ἤγουν τῆς ἐμῆς φύσεως. B.I. ψυχᾶς: ζωῆς. Fl. 6. 21. 56. 59. 76. Gr. καθὼς ἤκουσα λόγον περὶ τῆς ψυχῆς, ἤγουν περὶ τοῦ σοῦ θανάτου. Fl. 33.

ἰώ: ἀντὶ τοῦ ἰοὺ θρηνικὸν, ἢ οὐαὶ μῆτερ. τί βοᾶς. Fl. 33. νέον: παράδοξον. Gr. πρόσφατον, ὃ πρώην οὐκ ἐγινώσκομεν. Gu.

178.—180. ὦ μῆτερ, διὰ τί βοᾶς, διὰ τί νεωστὶ κηρύξασα καὶ βοήσασα ἐκπτῆναι ἐποίησας, ἤτοι συντόμως ἐξελθεῖν ἐμὲ τῶν οἴκων τῷδε τῷ θάμβει καὶ ταύτῃ τῇ ἐκπλήξει, ὡς καὶ καθὰ ὄρνιν. I.

179. καρύξασʼ: εἰποῦσα. Fl. 59. βοήσασα. Gu. τί νεωστὶ κακὸν εἰσεληλυθὸς ἐκήρυξας; A.

180. θάμβει: τῷ θαύματι καὶ τῇ ἐκπλήξει, οἷς κατασχεθεῖσαν ὑπὸ τοῦ σοῦ λόγου πετασθῆναί με ἐποίησας. I. ἀντὶ τοῦ φοβεῖσθαι ποιεῖς. Fl. 17. τῷ φόβῳ. Gu. ἐξέπταξας: ἐκ τῶν οἴκων ὥσπερ ὄρνιν ἐξέπτηξάς με τούτῳ τῷ φόβῳ. ἢ καταπτῆξαι καὶ δειλιάσαι ἐποίησας. A.M. ἐφόβησας. Fl. 17. ἐδειλίασας. Fl. 10. τῷ τοιούτῳ φόβῳ ἐξέπτηξάς με καὶ καταπτῆξαι καὶ δειλιάσαι πεποίηκας. Fl. 33. ἐξέπτηξας ἢ μᾶλλον σὺν φόβῳ ἐξέβαλες. οὕτω λέγεται καὶ ἐπὶ τοῦ ἐναντίου ὑποπτήσσει ἀντὶ τοῦ σὺν φόβῳ κρύπτεται. Gr. πετασθῇναι ἐποίησας, ἐθρόησας, ἐφόβησας. Gu.

181. ἰώ μοί μοι τέκνον: διὰ τί δυσφημεῖς καὶ ἐλεεινολογεῖς ἐμὲ, λέγουσα δηλονότι ἐμοὶ κακὰ προοίμια. I.

ἰώ μοι: ὁ λόγος τῆς Ἑκάβης οὐ πρὸς τὴν ἐρώτησιν τῆς Πολυξένης, [*](3. φωνὴν ἢ om. M. 9. Σοφοκλεῖ] Electr. 765. ib. σῆς om. Fl. 21. 10. ἤγουν B. ἀντὶ τοῦ I. 4. ἤγουν om. M. 21. οἷς κατασχεθεῖσαν] οἷς κατεσχέθην 7. ἀλλαχοῦ] Hec. 21. Gu. reliquis omissis.)

264
ἀλλὰ καθʼ ἑαυτὴν κλαυθμος ἐστι διὰ τὴν ὑπερβάλλουσαν λύπην. Gr.

182. δυσφημεῖς: βοᾷς. Fl. 17. τί με δύσφημα φθέγγῃ. M. Fl. 6. 21. 10. τί με δύσφημα καὶ κακόφημα φθέγγῃ, καὶ προοίμιά μοι κακὰ προλέγεις; Fl. 33. δυσφημῶ κυρίως τὸ κακῶς λέγω, ἐνταῦθα δὲ ἀντὶ τοῦ λέγω ἁπλῶς· οὕτω γὰρ συμβιβασθείη καλῶς. Fl. 59. φροίμια: προοίμια. M. Gr.