Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1187.—1195. Ἀγάμεμνον: Ἀγάμεμνον, οὐκ ἔπρεπε ποτὲ τὴν γλῶσσαν, ἤγουν τοὺς λόγους τῶν ἀνθρώπων, ἰσχύειν καὶ δύνασθαι πλέον τῶν πράξεων· ἅλ’ εἴτε ἀγαθὰ ἔπραξεν ὁ ἄνθρωπος, ἀγαθὰ ἔπρεπε λέγειν, εἴτε πάλιν ἔδρασε φαῦλα, ἔδει τοὺς λόγους ὑπάρχειν ἀσθενεῖς, καὶ μὴ δύνασθαι τὰ ἄδικα εὐλογοποιεῖν ποτέ. σοφοὶ μὲν οὖν ὑπάρχουσιν οἱ τάδε ἀκριβῶς μεμαθηκότες ῥήτορες, οἱ δυνάμενοι τὸ δίκαιον σοφίσασθαι ἐν ῥητορικῇ, ἀλλʼ οὐ δύνανται μέχρι τέλους ὑπάρχειν σοφοὶ, ὡς τῆς ἀληθείας ἐν ὑστέρῳ φαινομένης. (ὡς καὶ Ἡσίοδός φησι “δίκη δʼ ὑπὲρ ὕβριος ἴσχει, ἐς τέλος ἐξελθοῦσα .”) κακῶς δὲ διεφθάρησαν, καὶ οὔπω οὐδεὶς ἐς τόδε ἐξέφυγε. Ι.

1187. Ἀγάμεμνον: ὦ Ἀγάμεμνον, οὐκ ἔπρεπέ ποτε τοῖς ἀνθρώποις ἰσχύειν καὶ δύνασθαι τὴν γλῶσσαν αὐτῶν περισσότερον τῶν πραγμάτων, ἤγουν οὐκ ἔπρεπε τοὺς ἀνθρώπους λέγειν ἄλλα καὶ ποιεῖν ἄλλα. καὶ ὁ Πολυμήστωρ τῷ φαινομένῳ μὲν, κατεπείγοντος αὐτὸν τοῦ κακοῦ, λέγει, ὅτι διὰ τὴν τοῦ Ἀγαμέμνονος χάριν ἐφόνευσε τὸν Πολύδωρον, τὸ δὲ ἀληθὲς διὰ τὸν χρυσόν. Fl. 59.

ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε: φιλοσοφώτατα ἄγαν τὰ ῥήματα. οὐκ ἐχρῆν γὰρ, φησὶν, ὑψηλοτέραν εἶναι τὴν γλῶσσαν τῶν πράξεων, ἀλλὰ ταῖς πράξεσι συμφωνεῖν. A.

1188. τῶν πραγμάτων: τῶν πραχθέντων. B.

1189. εἶτε χρήστʼ ἔδρασε: ἔδρασέ τις δηλονότι, καὶ τὸ ἔδει λέγειν πρὸς τὴν γλῶσσαν συντάσσεται. B.

1190. σάθρους; ἀσθενεῖς. Gr. ἀδυνάτους. Gu.

1191. εὗ λέγειν: καλῶς ῥητορεύειν. Gr. σεμνολογεῖν καὶ εὖλογα δεικνύναι. Gu. καὶ μὴ δύνασθαί ποτε τὰ ἄδικα λέγειν εὖ λέγειν καὶ ὡς καλὰ εἰσαγαγεῖν. Fl. 59.

1192. σοφοί: ῥήτορες πανοῦργοι. Gu. πονηροὶ ῥήτορες. Fl. 59. οἱ τάδʼ ἠκριβωκότες: ἀκριβῶς μεμαθηκότες. Gr. τεχνασάμενοι, εὑρόντες. Gu. ἀκριβῶς ποιοῦντες, ἤγουν τὸ ψεύδεσθαι. Fl. 21. [*](8. οἱ δυνάμενοι] In B. scholion in A., sed a m. recenti. brevius, οἱ δυνάμενοι τὸ δ. σ. ἐν ῥητο- 11. Ἡσίοδος] Οp. 215. ρικῇ σοφοὶ εἰσιν, οὐκέτι δὲ κατὰ ψυχήν. 29. ῥήτορες] Gl. οἱ ῥήτορες in B. ἢ ὡς καὶ—ἐξελθοῦσα :—Similia etiam In M. πανοῦργοι.)

499
μετʼ ἀκριβείας ἐπιστάμενοι πάντα, ἤγουν οἱ λέγοντες ἄλλα καὶ πράττοντες ἕτερα. Fl. 59. τάδε: τὰ ἄδικα δίκαια λέγειν, τὸ ποιεῖν τὰ κακὰ καλά. Gu.

1193. ἀλλʼ οὐ δύνανται: οἱ δυνάμεναι τὸ δίκαιον σοφίσασθαι ἐν ῥητορικῇ σοφίᾳ μέν εἰσιν, οὐκέτι δὲ καὶ κατὰ τύχην. M. ἐπεὶ οὐ δύνανται τελέως οἱ ῥήτορες ποιῆσαι τὸ δίκαιον ὁμολογουμένως ἄδικον. Gu. διὰ τέλους: μέχρι τέλους. B. κατὰ τὴν ψυχήν. Fl. 10. εἶναι σόφοι: ὑπάρχειν πονηροί. Fl. 59. νικῷ δηλονότι ἡ ἀλήθεια. Fl. 21. πανοῦργοι. B.

1194. κακῶς δʼ ἀπώλοντʼ : φωραθέντων ὧν ποιοῦσιν. Gu. οὔτις ἐξήλυξέ πω: καὶ οὔπω οὐδεὶς ἐξέφυγεν. Gr. τὸ μὴ δοῦναι δίκην. τὴν κατάγνωσιν. Gu. καὶ οὔπω οὐδεὶς ἐξέφυγε τοῦτο δηλονότι τὸ μὴ νικηθῆναι παρὰ τῆς ἀληθείας. Fl. 21.

1195.—1208. καί μοι τὸ μὲν σόν: καὶ τὸ μὲν πρὸς σὲ, ἤτοι ὁ πρὸς σὲ λόγος, οὕτως μοι διάκειται ἐν προοιμίοις· πρὸς τοῦτον δὲ ἐλεύσομαι, καὶ διὰ λόγων ἀποκρινοῦμαι. πῶς λέγεις τοὺς Ἕλληνας διπλοῦ πόνου ἀπαλλάσσων καὶ ἐλευθερῶν χάριν τοῦ Ἀγαμέμνονος τὸν ἐμὸν υἱὸν πεφονευκέναι; ἀλλ’, ὦ κακότροπε, ἐν πρωτολογίᾳ μὲν οὐδέποτε τὸ βάρβαρον γένος γένοιτʼ ἂν προσφιλὲς τοῖς Ἕλλησιν, οὐδὲ δυνηθείη ἂν γενέσθαι. τίνα δὲ χάριν σπουδάζων γενέσθαι σοι, πρόθυμος ὑπῆρχες πρὸς τὸ βοηθῆσαι τούτοις ; ἆρα ἐπιγαμβρεύσων καὶ μέλλων συνάπτεσθαι αὐτοῖς εἰς γάμον τινά; ἢ ὑπάρχων τινὸς συγγενὴς, ἢ τίνα ἀφορμὴν ἔχων; ἢ ἔμελλον, πάλιν πλεύσαντες, ἀφανίσαι τὰ γεννήματα τῆς σῆς γῆς; τίνα νομίζεις πείσειν τάδε; εἰ θέλεις εἰπεῖν τὴν ἀλήθειαν, ὁ χρυσὸς ἐφόνευσε τὸν ἐμὸν υἱὸν, καὶ ἡ αἰσχροκέρδεια ἡ σὴ, ἡ τοῦ σοῦ κέρδους ἐπιθυμία. I.

1195. καί μοι τὸ μὲν σάν: τὸ χαρίσασθαι αὐτοῖς πότερα μᾶλλον συνάπτεται αὐτοῖς εἰς γένος. B. τὸ πρὸς σὲ οὕτως μοι ἔχει ἐν προοιμίοις. B. M. καὶ ταῦτα μὲν εἶπον ἐν ὀλίγοις λόγοις πρὸς σὲ τὸν Ἀγαμέμνονα. πάσσαλος πασσάλῳ λύεται, ἠρεμούμενα ἐπὶ πασσάλῳ τὰ τόξα σου. Fl. 33. τὸ σόν: ὁ πρὸς σὲ λόγος. Gu. ὧδ᾿; οὕτως. Gr. ὡς ἔφην. Gu. φροιμίοις ἔχει: ἐν προοιμίοις διάκειται. Gr. ἤγουν ἐν τῇ ἀρχῇ τῶν λόγων, σὓς μέλλω εἰπεῖν. Gu.

[*](28. οὕτως μοι—τπροοιμίοις] μοι οὕτως 31. Gl. πρὸς σέ et διάκειται in B —προοιμίῳ M.)
500

1196. ἀμείψομαι: ἐρωτήσω. B. ἀποκρινοῦμαι. Gr. διαδέξομαι, ἤγουν ἀποκριθήσομαι. Gu. ἀποκρινοῦμαι κατὰ διαδοχὴν αὐτὸν ἐν λόγοις. Fl. 59.

1197. Ἀχαιῶν πόνον διπλοῦν: γρ. καὶ γόνον. M. ἀντίπτωσις, τοὺς Ἀχαιοὺς πόνου ἐλευθερῶν διπλοῦ ἀντὶ τοῦ δευτέρου. Gr. ἀντίστροφον ἀντὶ τοῦ τοὺς Ἀχαιοὺς πόνου διπλοῦ. Gu. ὃς φῆς τοὺς Ἕλληνας διπλοῦ πόνου ἀπαλλάσσων τὸν ἐμὸν υἱὸν πεφονευκέναι. B. διπλοῦν: ἀντὶ τοῦ δευτέρου. Fl. 6. 9. 17. 21. 50. 59. 76.

1199. ἀλλʼ ὦ κάκιστε: ἀλλʼ ὦ κάκιστε, πονηρότατε, πρῶτον μὲν καὶ κατὰ τὴν ἀρχὴν οὔποτε καὶ οὐδαμῶς γένοιτο ἂν τὸ βάρβαρον γένος φίλον καὶ προσφιλέστατον τοῖς Ἕλλησιν, ἤγουν ὁ Ἀγαμέμνων Ἕλλην, σὺ βάρβαρος, πῶς μέλλετε φιλιωθῆναι; σεμνύνεται δὲ τὸ γένος τῶν Ἑλλήνων, ὡς προτιμότερον πάντων τῶν βαρβάρων. Fl. 59. πρῶτον: ἐν πρωτολογίᾳ, ἤγουν κατὰ πρώτην εἰσβολὴν τοῦ λόγου μου τοῦτό σοι λέγω. Gu.

1200. τὸ βάρβαρον: πρῶτον γὰρ ἠδίκησαν οἱ Φοίνικες τοὺς Ἕλληνας ἁρπάσαντες Ἰὼ τὴν Ἰνάχου τοῦ ποταμοῦ θυγατέρα, ὥς φησιν Πρόδοτος· Ἕλληνες δὲ ἀντιτιμωρούμενοι τοὺς βαρβάρους ἥρπασαν τὴν Μήδειαν καὶ τὴν Ἡσιόνην, κσὶ πάλιν βάρβαροι Ἑλένην Ἑλλήνων. A. B. M. Fl. 10.

1201. τίνα δὲ καὶ σπεύδων χάριν: τίνα δὲ καὶ χάριν ποιῶν τοῖς Ἕλλησιν ἐφόνευσας τὸν ἐμὸν παῖδα; ἆρα ὡς κηδεύσων τινὰ ἢ ὡς συγγενὴς τῶν Ἑλλήνων τοῦτο ἐποίησας; A. λοιπὸν, τοίνυν. M. Fl. 21. καὶ διὰ ποίαν χάριν σπουδάζων ἦσθα καὶ ὑπῆρχες πρόθυμος φονεῦσαι τὸν υἱόν μου ; Fl. 59. λείπει τό χαρίσασθαι αὐτούς. Fl. 10.

1202. πρόθυμος ἦσθα: εἰς τὸ φονεύειν. B. πρὸς τὸ βοηθῆσαι τούτοις. Gr. τὸν Πολύδωρον κτανεῖν. Gu. πρὸς τὸ βοηθῆσαι τούτοις τὸ ἀποκτεῖναι τὸν ἐμὸν υἱόν. Fl. 21. κηδεύσων: ἐπιγαμβρεύσων, [*](16. τοὺς Ἕλληνας] τοὺς om. A.M. ib. Ἑλένην Ἑλλήνων] ἐλλήνων τὴν 17. ἰὼ A. ἰνὼ ceteri. ἑλένην Fl. 10. ib. τοῦ π. θ.] θ. τοῦ π. M. Fl. 10. 20. Ἑλλήνων] ἐξ ἐλλήνων A. 18. Ἡρόδοτος] 1, 1. 23. λοιπόν vel εἰπόν Matth. λεῖ M. ib. ἀντιτιμωρούμενοι] τιμωρούμενοι B. λειπὸν Fl. 21. Fl. 10. 24. διὰ ποίαν Matth. διευποιίαν 19. ἥρπασαν om. M. Fl. Fl. 59.)

501
συγγενῆ ποιήσων. Gu. μέλλων συνάπτεσθαι αὐτοῖς εἰς γένος. M.

1204. βλαστήματα: τὰ χωράφια. Gu.

1205. αὖθις: ἐκ δευτέρου. Fl. 59. τίνα δοκεῖς: καὶ ποῖον ἄνθρωπον νομίζεις καὶ καταπείσειν διὰ ταῦτα, ἅπερ λέγεις. Fl. 59. τάδε: εἰς. Gu.

1206. ὁ χρυσός: ἤγουν ὀρεγόμενος σὺ ἐπαυρᾶν τὸν χρυσὸν ἐφόνευσας τὸν ἐμὸν παῖδα Fl. 59. εἰ βούλοιο: οἱ Ἀττικοὶ βούλοιο γράφουσι παθητικῶς, οὐ μὴν δὲ βούλοιο ἐνεργητικῶς. καὶ ἐν τοῖς πεζογράφοις ἡ λέξις χρησιμωτάτη. Fl. 59.