Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1167. πλήθει γυναικῶν: ὑπὸ τοῦ πλήθους τῶν γυναικῶν κωλυόμενος δηλονότι οὐδὲν ἤνυον ὁ ἄθλιος. B. Gr. I.

οὐδὲν ἤνυον: οὐδὲν ἴσχυον πρᾶξαι νικώμενος ὑπὸ τῶν πολλῶν γυναικῶν. A.

1168. τὸ λοίσθιον: τὸ ἔσχατον. B. Fl. 59. τὸ χείριστον. Fl. 59. τὸ ἔσχατον δὲ καὶ ὑστέρως ἐξειργάσαντο δεινῶς πῆμα καὶ βλάβος, ἤγουν τὴν τύφλωσιν μου πλέον τοῦ πήματος, ἤγουν τοῦ φόνου τῶν παίδων μου. Fl. 59.

1170. πόρπας: περόνας. B. Gr. βελόνας. πόρπας κυρίως τὰς γλώσσας τῶν κομβοθηλειῶν φασί· νῦν δὲ καταχρηστικῶς τὰς βελόνας λέγει. Gu. περόνας, σουβλία. Fl. 59. μαχαιρίδια ἢ κομβία. πόρπη κυρίως τὰ περονίδια τὰ τοῖς θηλυκοῖς ἐντιθέμενα τοῖς μαντείοις, [*](33. μαντείοις] μαντίοις Lobeck. Pathol. Prolog. p. 27. ἱματίοις Doederl. Glossar. Hom. vol. 1. p. 243.)

496
καταχρηστικῶς δὲ πᾶν τὸ διαπεῖρον καὶ διαπερονῶν. Fl. 33. τὰς ταλαιπώρους κόρας: τὸ ἑξῆς, ἐμῶν γὰρ ὀμμάτων τὰς ταλαιπώρους κόρας κεντοῦσιν. B. M.

1171. ἀνὰ στέγας: κατὰ τοὺς οἴκους. B. rec.

1172. ἐκ δὲ πηδήσας: ὑπερβατόν. Gu.

1173. διώκω: ἐδίωκον. B. rec.

1174. ἅπαντ’ ἐρευνῶν: ὥσπερ, φησὶν, ὁ θηρατὴρ ἀνὴρ πάντα περισκοπῶν ἐξακριβοῦται, μὴ λάθῃ αὐτὸν τὸ θήραμα, οὕτως ἀνηρεύνων κἀγὼ τοὺς τοίχους βάλλων καὶ ἀράσσων καὶ κατασχεῖν ἔσπευδον  τὰς Τρῳάδας γυναῖκας. A.

1175. βάλλων: κρούων. B. ἀράσσων: συντρίβων. B. τοιάδε σπεύδων: τοιάδε πέπονθα, ὦ Ἀγάμεμνον, σπεύδων εἰς τὴν σὴν χάριν, καὶ πολέμιον σὸν κτανών. σπεύδω ἐγὼ, ἐπισπεύδω δὲ ἕτερον. Gr. I. σπεύδων χάριν τὴν σήν: ἤγουν σπουδάζων χαρὶσασθαί σοι. Gu.

1176. σόν: τὸν Πολύδωρον. B.

1177. ὡς δὲ μή: ἵνα δὲ μὴ μακρολογῶ, ἐάν τις τῶν προτέρων κακῶς εἶπε τὰς γυναῖκα, ὑβρίσας αὐτάς· τίς δὲ ἢ μέλλει ὑβρίσαι, ταῦτα πάντα μετὰ συντομῆς ἐγὼ λέξω, ὅ ἐστι, τοιοῦτον οὐ τρέφει γένος οὔτε γῆ οὔτε θάλασσα. Fl. 33.

1178. τῶν πρίν: τῶν πρὶν σοφῶν ἀνθρώπων. Gu. εἴρηκεν κακῶς: ἔψεξεν. ἀντὶ τοῦ ἐκακολόγησε, ὕβρισε. διαλύουσι δὲ τὸ κακολογῶ, ὡς καὶ τὸ κακοπραγῶ. Fl. 59.

1179. λέγων: κακῶς. B. Fl. 59. ἤγουν ὑβρίζων. Fl. 59.

1180. συντεμών: συντόμως συλλαβών. B. Gr. ὀλίγῳ ἐν συνάξας. Gu.

1181. οὔτε πόντος: θάλασσα καὶ πῦρ καὶ γυνὴ κακὸν τρίτον. Gu.

1182. ὁ δʼ ἀεὶ ξυντυχὼν ἐπίσταται: γρ. ὁ δʼ αὐταῖς ξυντυχών. M. ὁ ξυντυχὼν δὲ ἐπίσταται αἰεί. Gr. ὁ ἐν μετουσίᾳ γενόμενος, ὁ πεῖραν αὐτῶν εἰληφώς. Gu. ὅστις ἐστὶν ὁ ξυντυχήσας, ἐκεῖνος γινώσκει πῶς ἐστί. ὡς ἐξ ἀμάξης ἐδεξάμην ὕβρεις τοῦ λόγου. Fl. 33. ἐπίσταται: γινώσκει τὰ παῤ ἑαυτῶν. Fl. 59. ταύτας. Gu.

1183.—1186. μηδὲν θρασύνου: μηδαμῶς ἐπαίρου, μηδὲ τοῖς [*](2. γὰρ et κόρας κεντοῦσιν om. M.)

497
σαυτοῦ λόγοις συναγαγὼν καὶ συμμίξας οὕτως ὅλον τὸ γένος μέμψῃ τῶν γυναικῶν· πολλαὶ γὰρ ἀφʼ ἡμῶν, αἱ μὲν ὑπάρχουσιν ἐπαινεταὶ καὶ ζηλωταὶ, ἄλλαι δὲ εἰς τὸν κατάλογον τῶν κακῶν ὑπάρχομεν, ἐπίμεμπτοι καὶ ὕβρεως ἄξιαι. Ι. μετριοφροσύνη ἐνταῦθα τοῦ χοροῦ· τῷ γὰρ εἰπεῖν “πολλαὶ μὲν ἡμῶν εἰσι καλαί” καὶ μὴ συναριθμῆσαι ταῖς καλαῖς ἑαυτὸν, ἐπὶ δὲ τῶν κακῶν τὸ πεφύκαμεν, τὸ μέτριον ἐνταῦθα ἔδειξεν. Gu. I. καὶ τὸ πολλαὶ ἱκανὸν ἦν καὶ μόνον τετελεσμένον ποιεῖν τὸν λόγον. νῦν δὲ ἐπάγει καὶ τὸ αἱ μέν, καὶ ποιεῖ τὸν λόγον ὡς ἀπʼ ἄλλης ἀρχῆς, ἵνʼ οἰκειότερον ἀποδοθῇ πρὸς αὐτὸ τὸ αἱ δέ. Gr. Ι. μηδὲν καὶ μηδαμῶς ἐπαίρου κατὰ τῶν γυναικῶν, ὦ Πολυμῆστορ, μηδὲ τοῖς σαυτοῦ κακοῖς, ἤγουν ἕνεκα τῶν σῶν κακῶν ἑνώσας πᾶν, τὸ πᾶν, γένος τὸ θῆλυ ὧδε καὶ οὕτως μέμψῃ καὶ μέμψεσαι. ἀφʼ ἡμῶν γὰρ πολλαί εἰσιν ἐπαινεταὶ, ἄλλαι δὲ οὐκ ἐπαινεταί. ὁ δὲ Πολυμήστωρ θυμούμενος κοινῷ λόγῳ πάσας γυναῖκας οὐκ ἀγαθὰς καλεῖ. καὶ ὅρα τῆς Ἑκάβης τὴν φρόνησιν· οὐκ εἰσῆξεν ἑαυτὴν τῷ ἀριθμῷ τῶν ἐπιφθόνων καὶ ζηλωτῶν γυναικῶν, εἰς δὲ τὸν ἀριθμὸν τῶν κακῶν εἰσῆξεν αὐτήν. Fl. 59.

1183. μηδέν: μή. B. rec. Gr. θρασύνου: μὴ θράσος ἐνδείκνυσο καὶ ὡς βάρβαρος ἐκμαίνῃ τὰς πάσας ἡμῶν ψέγων· οὐ γὰρ συνετόν. ὁ χορὸς τῶν γυναικῶν ταῦτά φησι πρὸς τὸν Πολυμήστορα κοινῶς τὸ γυναικεῖον ἅπαν φῦλον μεμφόμενον. A. ἀναισχύντως λέγε, ἐξάγου τῶν καθεστηκότων. Gu.

1184. συνθείς: συναγαγών. B. συμμίξας. B. M. ἀντὶ τοῦ παραθεὶς, συγκρίνων. Gr. συμπλέξας, συναγαγὼν, συνάξας. Gu. συναρμόσας. Fl. 33.

1185. ἐπίφθονοι: ἐπαινεταὶ, ζηλωταί, B. Gr. ἐπίμεμπτοι, ἐπίψογοι, ὕβρεως ἄξιοι. B. M. τίμιαι, καλαί· τὸ γὰρ καλὸν ἐπίφθονον. Gu. ἐπαινεταὶ, ζηλωταί· τὸ γὰρ ἐπαινετὸν καὶ ἐπίφθονον. Fl. 59.

1186. εἰς ἀριθμόν: εἰς τὸν κατάλογον. B. Gr. τάξιν. Gu. αἱ δὲ καταταττόμεθα μὴ οὖσαι φαῦλαι εἰς ἀριθμὸν τῶν φαύλων. M. πεφύκαμεν: ὑπάρχομεν, ἐσμέν. Fl. 59. λέγουσιν ἐνταῦθα ὅτι ὁ Εὐριπίδης ὑβρίζει τὰς γυναῖκας, τῷ φαινομένῳ μὲν διὰ τοῦ Πολυ- [*](8. ποιεῖν] ποιῆσαι I. 14. πάσας] πάντας Fl. 59. ib. ποιεῖ] ποιεῖται I. 27. ἐπίψογοι om. B.)

498
μήστορος· καὶ ἐκείνου γὰρ ἡ γυνὴ ἐμοιχεύθη· καὶ εὑρὼν ἀρτίως ἀφορμὴν λέγει. Fl. 59.