Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1145. θανάσιμον μόρον : μόρος οὐ μόνον ὁ θάνατος, ἀλλὰ καὶ ἡ τύχη, ὡς ἔχει κἀνταῦθα· οὐ γὰρ ἔστι λέγειν θανάσιμον θάνατον. Gu. I. θανάσιμον: τὰ ἐπίθετα ἢ ἕτερόν τι δηλοῦσι τῶν ὀνομάτων ἐφʼ ὧν λέγονται, ἢ εἰ τὴν αὐτὴν αὐτοῖς ἔχουσι σημασίαν, πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου λέγεται, ἢ ἑτέραν τινὰ αἰτίαν ἔχει καθʼ ἣν λέγεται, ἐνταῦθα δὲ τὸ θανάσιμος ἐπιθετικῶς λεγόμενον οὔτε ἕτερόν τι σημαίνει ἢ ὁ θάνατος ἐσήμαινεν οὕτε ταυτὸ σημαῖνον αὐτῷ πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου λέγεται· οὐ γὰρ ἔστι ποτὲ θάνατος μὴ θάνατον ἐμποιῶν, οὕτε ἄλλην τινὰ αἰτίαν ἔχει καθʼ ἣν [*](3. καραδοκητὴς est etiam in Fl. 23. μόρος] ὁ praefixum ab rubri- 16. προκ., προορ. καρ. in M. catore in Gu. 13. διαφθείροιεν etiam B. 26. ἢ εἰ] εἰ om. I. 21. ἐν ᾧ om. M. 27. τινὰ om. I. 22. ἐπέσχομεν] πάσχομεν B. 29. ἐσήμαινεν. οὔτε] ἐσήμανεν οὐ I.)

491
λέγεται. ὥστε ἀρκοῦντος τοῦ θανάτου τῷ λόγῳ, τὸ θανάσιμος περιττῶς λέγεται κατὰ ποιητικὴν ἄδειαν. Gr. I.

1146. λόγῳ: γρ. δόλῳ. B.

1147. θήκας: θησαυρούς. B. M.

1150. ἵζω: ἑζόμην, ἐκαθεζόμην. B. κάμψας: κλίνας. B.

1151. πολλαὶ δὲ χεῖρες: οὕτω συντακτέον· πολλαὶ δὲ Τρώων κόραι ὥσπερ δὴ παρὰ φίλον θάκουν αἱ μὲν ἐξ ἀριστερῶν, αἱ δὲ ἔνθεν χερσὶ κερκίδʼ Ἠδωνῆς χερὸς, ἀντὶ τοῦ κατέχουσαι ταῖς χερσὶ τὸ ἱμάτιον τὸ ἐκ Θρᾳκικῆς χειρὸς ὑφανθέν. Εἰς τὸ αὐτὸ ἐξήγησις. εἰσελθόντος τοῦ Πολυμήστορος μετὰ τῆς Ἑκάβης εἰς τὰς σκηνὰς καὶ καθεσθέντος προσῆλθον αὐτῷ αἰ εἶχον συμβολὴν μετὰ τῆς Ἑκάβης αὐτὸν τυφλῶσαι αἰχμαλωτίδες, καὶ αἱ μὲν ἐξ ἀριστερᾶς αὐτοῦ ἐκάθισαν, αἱ δὲ ἐκ δεξιῶν ὥσπερ παρὰ φίλων Τρώων κόραι, καὶ τοὺς αὐτοῦ πέπλους εἰληφυῖαι καὶ αἴρουσαι πρὸς τὰς τοῦ ἡλίου αὐγὰς ἐπῄνουν αὐτοὺς, τοῦτο μὲν ὡς λαμπροὺς, τοῦτο δὲ ὡς ἐπιστημόνως κατεσκευασμένους. πᾶς γὰρ ὁ μέλλων ἀκριβῶς σκοπῆσαι πέπλον εἰ καλός ἐστι πρὸς τὰς τοῦ ἡλίου ἀκτῖνας τοῦτον ὁρᾷ, καὶ αὖται δὲ πάστριαι οὖσαι ἐθαύμαζον αὐτόν. τοῦτο δὲ ἐποίουν ὅπως συλλήψονται αὐτοῦ τὰς χεῖρας. καὶ αἱ μὲν ἐποίουν οὕτως, ἄλλαι δὲ τὸ ἀκόντιον αὐτοῦ ἐθαύμαζον καὶ ἑτέρα τῇ ἑτέρᾳ τοῦτο παρεχόμεναι εἰσήγαγον καὶ αὐτὸ εἰς τὴν ἔσωθεν σκηνήν. τοῦτο δὲ ἐποίουν ὅπως ἔρημος γενόμενος παντὸς ξίφους συντόμως κατεργασθῇ. διηγεῖται δὲ ταῦτα ὁ Πολυμήστωρ τὸν δόλον αὐτῶν ἐκφαίνων καὶ πῶς αὐτὸν ἠπάτησεν. A. πολλαὶ δὲ χεῖρες: κόραι λέγω Τρώων, ἤγουν νέαι καὶ παρθένοι, ἐκάθηντο, αἱ μὲν ἐξ ἀριστερᾶς, αἱ δʼ ἔνθεν, ἤγουν ἀπὸ τῆς δεξιᾶς, ὡς δὴ παρὰ φίλῳ, καὶ ἔχουσαι ἤγουν κρατοῦσαι τὴν κερκίδα, ἀντὶ τοῦ ὕφασμα τῆς Ἠδωνικῆς χερὸς ἀντὶ τοῦ τῆς Μακεδονικῆς χειρὸς, ἐπῄνουν λεύσσουσαι ὑπὸ τὰς αὐγὰς, ἤγουν ὑπὸ τὸ φῶς, τούσδε τοὺς πέπλους. Gr. I. τὸ χεῖρες καὶ τὸ κόραι ἐκ παραλλήλου. Gu. I. ἀντὶ [*](1. λέγεται—ἄδειαν] κεῖται—ἐξουσίαν 25. ἀριστερᾶς] ἀριστερῶν I. 27. ὡς δὴ—κρατοῦσαι] ὡς δὲ παρὰ I. 18. πάστριαι] Vocabulum inferioris φίλῳ κρατοῦσαι I. Graecitatis. Vita Andreae 28. τῆς Ἠδωνικῆς χερὸς ἀντὶ τοῦ Sali c. 13. ap. Ducang. p. 1127. αἱ om. I. λεγόμεναι πάστριαι (codex πάτριαι) 29. λεύσσουσαι] βλέπουσαι I. πιπράσκουσαι πολυτελῆ κόσμον. 30. τὸ χεῖρες] τὸ δὲ χεῖρες I.)

492
τοῦ γυναῖκες, ἀπὸ μέρους τὸ πᾶν, ὡς τὸ “τοίην γὰρ κεφαλήν” ἀντὶ τοῦ τοιοῦτον ἄνδρα. B. M. Fl. 10. 33.

1153. θάκουν: ὁ ἐνεστὼς ἀντὶ παρατατικοῦ, ὡς τὸ ἥκω. ἔθος δὲ τοῦτο τοῖς Ἀττικοῖς λαμβάνειν τὸν ἐνεστῶτα ἀντὶ παρεληλυθότος. ὡς δὴ θάκουν καὶ ἐκαθέζοντο παρʼ ἐμοὶ τῷ φίλῳ αἱ κόραι τῶν Τρώων ἔχουσαι τὴν κερκίδα τῆς Ἠδωνῆς χερὸς, ἤγουν τῆς Ἠδωνικῆς καὶ τῆς Μακεδονικῆς· μετὰ γὰρ τῶν κερκίδων ὑφαίνουσι τὰ πέπλα. συγκόπτεται τὸ Ἠδωνικῆς καὶ γίνεται Ἠδωνῆς. τοιοῦτον δέ ἐστιν ὡς τὸ ῥητορευόμενος ἀντὶ τοῦ ῥητορικῶς. Fl. 59. κερκίδʼ : κερκὶς ἡ τῆς πίτυος κορυφὴ ἢ αἰγείρου. καὶ εἶδος ὄρνιθος. B. rec. ἀντὶ τοῦ ὕφασμα. Gr. τὸ ὕφασμα, ἱμάτιον, πέπλον. Gu. ἀντὶ τοῦ τὸ γινόμενον ἐκ τῆς Ἠδωνικῆς, ὅ ἐστι Θρᾳκικῆς, χειρὸς ἱμάτιον. ἀπὸ δὲ τοῦ ποιοῦντος τὸ ποιούμενον ὠνόμασεν. ὤφειλε γὰρ εἰπεῖν ἱμάτιον καὶ εἶπε κερκίδα. ἐκ γὰρ τῆς κερκίδος κάμνεται τὸ ἱμάτιον. τὸ δὲ Ἠδωνῆς ἀντίπτωσίς ἐστιν ἀντὶ τοῦ Ἠδωνίδος χερός. A.B. Ἄλλως. κερκίδας Θρᾳκικὰς κατέχουσαι· Ἠδωνοὶ γὰρ οἱ Θρᾷκες. B. τὸ ὕφασμα ἐνταῦθα, ἀπὸ τοῦ ποιοῦντος τὸ ποιούμενον· κερκὶς γὰρ κυρίως ὁ ἄτρακτος, ἐν ᾧ ὑφαίνουσιν. Gu. I. εἷμα ἢ σιδηροῦν. Fl. 10. Ἠδωνῆς: ἀντὶ τοῦ Μακεδονικῆς. Gr. Θρμκικῆς· μέρος γὰρ ἡ Μακεδονία τῆς Θράκης. Gu.

1154. ᾔνουν: ἐπήνουν κατέχουσαι καὶ σκοποῦσαι ὑπὸτὰς αὐγάς. M.

1155. ἄλλαι δὲ κάμακα: ἄλλαι δὲ τὸ Θρᾳκικὸν ἀκόντιον θεωροῦσαι· τοῦτο γὰρ εἶπε κάμακα. B. τὸν κόντον. Gr. ἀκόντιον, σπάθην. Gu. κοντάριον. B.

1156. διπτύχου: δίπτυχον στόλισμα λέγει ἢ τὴν σπάθην καὶ τὸν πέπλον, ἢ τὴν σπάθην μόνην, διὰ τὸ εἶναι αὐτὴν δίστομον. Gu. I. διπλοῦ τοῦ ἐνδύματος, ἤγουν τῶν διπλῶν μου ὀμμάτων. Fl. 59. τοῦ διπλοῦ ἐνδύματος, ἢ τοῦ διστόμου ἀκοντίου. Fl. 21. διπλοῦ, ἤτοι τῆς κερκίδος καὶ τοῦ δόρατος. Fl. 33. ἐπὶ μὲν τοῦ δόρατος διστόμου, ἐπὶ δὲ τῆς χλανίδος διπλῆς. Fl. 10. 21. δίπτυχον στόλισμα [*](1. ὡς τὸ (Hom. Od. 1, 343.) τοίην (δὲ om. A.) τοῦ—ώνόμασεν. ἄλλως.— γὰρ κεφαλήν] ὡς τὸ τροικὴν κεφαλήν θρᾷκες B. In Fl. 10. κερκίδα ἐνταῦθα τὸ ἱμάτιον τὸ γινόμενον ἐκ τῆς θρᾳκικῆς 2. τοιοῦτον om. B. Fl. 10. 33. χειρός. ἀπὸ—ώνόμασεν. ἄλλος δὲ τὸ 11. αἰγείρου] ἔγειρ (sic) B. θρᾳκικὸν ἀκόντιον. 12. ἀντὶ—Θρᾷκες] In B. κερκίδα 22. τὸ θ. ἀ. θεωροῦσαι est in M. τὸ ἱμάτιον τὸ γενόμενον—χειρός. ἀπὸ δὲ 30. χλανίδος] χλαμύδος Fl. 10. 21.)

493
τὴν διπαλτίαν φησί. τὸ γὰρ παλαιὸν οἱ πολεμοῦντες δύο παλτὰ ἐβάσταζον, τὸ μὲν ἓν μικρὸν, ὃ καὶ πόρρωθεν ῥιπτοῦντες ἠκόντιζον τοὺς ἐναντίους, τὸ δὲ ἕτερον μεῖζον. ἢ δίπτυχιν στόλισμά φησι τὸ δόρυ διὰ τὸ τὰ Θρᾳκικὰ ἀκόντια δίστομα εἶναι καὶ ἄνω καὶ κάτω σιδήρους ἔχειν, τὸ μὲν κάτω, ἵνα πήγνυται ἐπὶ τῆς γῆς, τὸ δὲ ἄνω, ἵνα τιτρώσκῃ. A. Ἄλλως. γράφεται καὶ στοχίσματος, ἵνʼ ᾖ τῶν λογχῶν. εἰ δὲ στολίσματος, τοῦ ἱματίου λέγει, οὐκέτι δὲ ὅλως γράφεται τὸ “ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι,” ἀλλὰ πρὸς τὸ “ᾔνουν θʼ ὑπʼ αὐγάς” τὸ “γυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος,” ἵνα λείπῃ ὁ καί ἀντὶ τοῦ καὶ γυμνόν. A.M. Fl. 21. καὶ ἄλλως. διπτύχου στολίσματος: ἢ διπτύχου στολίσματός φησι τῆς χλανίδος καὶ τοῦ ἀκοντίου, παρ᾿ ὅσον καὶ αὐτὸ πρὸς ἄμυναν καὶ φυλακὴν τοῦ σώματος ἐβάσταζεν. Ὅμηρος “δώσω δʼ ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.” Ἄλλως. ἐπὶ μὲν τοῦ δόρατος διστόμου, ἐπὶ δὲ τῆς χλανίδος λεπτῆς, ἢ ὅ φησιν Ὅμηρος δίπλακα. B. διπτύχου δὲ τινὲς τῆς διπαλτίας, ἀλλ᾿ οὐκ ἐᾷ τὸ κάμακα ἑνικόν. A.B.M. Fl. 21. Καὶ ἄλλως. στολίσματος: καὶ ἀλλαχοῦ “οὐκ ἀγκυλωτοῖς Θεσσαλῶν στοχίσμασιν.” ἐὰν δὲ στοχίσματα, λείπει ὁ καί, καὶ ἡ σύνταξις πρὸς τὸ “ᾔνουν θʼ ὑπʼ αὐγάς.” M. Fl. 21.

1157.—1159. ὅσαι δέ: ὅσαι, φησὶν, ἦσαν τετοκυῖαι, ἤγουν μητέρες, τὰ ἐμὰ παιδία λαβοῦσαι, ὡς εὐειδῆ ὄντα, ἐξεθαύμαζον ἄλλη τῇ ἄλλῃ ἀνὰ μέρος ἀποδιδοῦσαι, ὅπως ἐμοῦ τοῦ πατρὸς πορρωτάτω γένοιντο καὶ εὐχερέστατα αὐταῖς εἴη πρὸς ἀναίρεσιν τὰ ἐμὰ τέκνα. B.M.I. ὅσαι δὲ τῶν γυναικῶν τὰ ἐμὰ τέκνα ὁρῶσαι ἐδόκουν ἐκπλήττεσθαι ἐν χεροῖν ἔπαλλον, ἤγουν ἔτυπτον, ἵνα ἀπογένωνται τοῦ πατρός. Fl. 33.

τοκάδες: τίκτουσαι. B. τετοκυῖαι. Fl. 10. γεννήτριαι (Fl. [*](7. ὅλως om. A. θεσσαλῶν στοχίσμασιν M. Fl. 21. 8. Addidi ἄλλαι δὲ et τὸ ante Correxi ex Bacch. 1157., sed reli- qui στοχίσμασιν vitiose scriptum pro γυμνόν. 10. καὶ ἄλλως om. B. στοχάσμασιν, quod est in Bacchis. 13. Ὅμηρος] Od. 21, 340. 18. πρὸς τὸ om. Fl. 21. 15. ἢ ὅ] A m. sec. in initio ver- 20. ὅσαι—τετοκυῖαι] ὀπάσαι δὲ ἤσαν sus ἣν praescriptum, quia librarius τοκάδες I. dubitabat utrum prima manus ἢ ὃ ib. ἤγουν μητέρες om. B. M. an ἣν scribere voluerit. 21. ἐξεθαύμαζον] ἐθαύμαζον B.I. 17. ἀγκυλωτοῖς Θεσσαλῶν στοχί- 23. εἴη πρὸς ἀναίρεσιν om. Ι., τὰ σμασιν] ἐν κύκληῳ (ἐγκύκλῳ M.) τοῖς ἐμὰ τέκνα om. B.I.)

494
33.) μητέρες. Gu. ἐκπαγλούμεναι: θαυμάζουσαι. Gr. ἐκπληττόμεναι τὰ ἐμὰ παιδία. M.

1158. ἔπαλλον: συνέστρεφον, ἐκίνουν. Gu. ἐκολάκευον. Fl. 59. ἀνεκύκλουν. Fl. 56. ὡς πρόσω πατρός: ἵνα βελτίονα τοῦ πατρὸς γένοιντο. M. ἵνα γένοιτο πόρρω, μακρὰν ἐμοῦ τοῦ πατρός. Fl. 59. 76. διχῶς τοῦτο, ἢ ὅτι ἐν ταῖς διαδοχαῖς γένοιτο βελτίονες τοῦ πατρὸς ἐμοῦ, ἢ ὅτι ἵνα γένωσι μακρὰν τοῦ πατρὸς τοῦ σφάξαι αὐτούς. Fl. 21. πορρωτάτω ἢ βελτίονα. Fl. 10.

1159. ἀμείβουσαι διὰ χερός: γρ. καὶ ἀμείβουσαι χεροῖν. B. διαδιδοῦσαι. ἀλλακτικῶς λαμβάνουσαι. Gu. μεταδιδοῦσαι. Fl. 10. ὡς εὐχερέστατα αὐταῖς. φησὶ πρὸς ἀναίρεσιν. Fl. 10. ἀνταλλαττόμενοι. ἐδίδου ἡ μία πρὸς τὴν ἑτέραν. Fl. 59.

1160. κᾆτ᾿ ἐκ γαληνῶν: ἡσύχων. B. καὶ εἶτα ἐκ κολακικῶν καὶ ἡσυχίων προσφωνημάτων, πῶς νομίζεις, κεντοῦσι τοὺς παῖδας, λαβοῦσαι ξίφη ἐκ τῶν ἱματίων. καλῶς δὲ πρῶτον ἀπέκτειναν τοὺς παῖδας, ἵνα θεωρῶν ὁ πατὴρ πλέον ἀνιῷτο. A.B.I.

πῶς δοκεῖς: τινὲς τὸ πῶς δοκεῖς ἀντὶ τοῦ ὅσπερ κατάσκοποι, ἀπὸ τῆς δοκεύς εὐθείας, ὅπερ εἰ καὶ ἀληθές ἐστι λέγειν ὀκνῶ. A. θαυμαστικόν. Gr. λίαν. πῶς ἂν εἴποις. Gu.

1161. ποθέν: ἀπό τινος μέρους. Gr. Fl. 17. 59. 76.

1162. κεντοῦσι: σφάττουσι. Gr.

1162.—1182. αἱ δὲ πολεμίων: αὗται δὲ ξυλλαβόμενοι τρόπον, ἤτοι δίκην, ἐχθρῶν, κατεῖχον τὰς ἐμὰς χεῖρας καὶ τοὺς πόδας· τοῖς παισὶ δὲ τοῖς ἐμοῖς βοηθῆσαι θέλων ἐγὼ, εἰ μὲν τὸ πρόσωπον ἐξανίστῶν, ἀπὸ τῆς κόμης ἐκεῖναι ἐκράτουν, εἰ δὲ ἐκίνουν τὰς χεῖρας, ὑπὸ τοῦ πλήθους τῶν γυναικῶν κωλυόμενος οὐδὲν ἐτελείουν ὁ ἄθλιος. τὸ [*](1. ἐκπληττόμεναι etiam in Gu. 15. λαβοῦσαι—ἱματίων om. B. 3. ἐκίνουν etiam B. ib. καλῶς] Ultima καλῶς δὲ—ἀνιῷτο 13. καὶ εἶτα] καὶ om. B. In M. sunt etiam in Fl. 10. nisi quod ha- haec sunt, εἶτα ἐκ κολακικῶν προσφθε- bet ἵνα θεωρῶν ὁ πατὴρ μᾶλλον ὠδυνῷτο. γμάτων δοκεῖς λαβοῦσαι κτείνουσι παῖδας At 33. πρῶτον κεντοῦσι παῖδας, πρῶτον κεντοῦσι. ἀποκτείνουσι τοὺς παῖδας, ἵνα δεῶν ὁ πα- ib. κολακικῶν καὶ ἡσυχίων] κολακευ- τὴρ ἀνιῷτο. MATTM. τικῶν καὶ ἡσύχων Ι. ib. τοὺς παῖδας] τοὺς om. Ι. 14. νομίζεις] δοκεῖς B. a m. sec. 16. θεωρῶν] ὁρῶν Ι. πλέον om. B.I. literis evanidis non recte suppletis. 17. ὥσπερ κατάσκοποι] Hoc qui Nam prima νομίζεις scripserant, de excogitarunt ὡς δοκεῖς scribere de- quo litera ζ superest. buerunt.)

495
ἔσχατον δὲ βλάβος τοῦ βλάβους πλέον ὑπῆρχεν· ἐποίησαν χαλεπὰ, περόνας λαβοῦσαι αἱ γυναῖκες κεντοῦσι τὰς ἀθλίας κόρας τῶν ἐμῶν ὀφθαλμῶν, καὶ αἱματηρὰς ποιοῦσιν, εἶτα κατὰ τοὺς οἴκους φυγάδες γενόμεναι ἐπορεύθησαν. ἐκπηδήσας δʼ ἐγὼ καθάπερ θὴρ ἐδίωκον τὰς φονικὰς κύνας, ἐξετάζων καὶ ἐρευνῶν πάντα τὸν τοῖχον, καθὰ κυνηγός, κρούων, τύπτων. τοιαῦτα ἔπαθον σοῦ χάριν σπουδάζων καὶ τὸν ἐχθρόν σου φονεύσας, ὦ Ἀγάμεμνον. ἵνα δὲ μὴ εἰς πολὺ ἐκτεταμένους ἐξαπλῶ τοὺς λόγους, ἐάν τις τῶν παλαιῶν ἐβλασφήμησε τὰς γυναῖκας, ἢ ἀρτίως ἐστί τις λέγων κακῶς, ἢ ἀπόκειται λέγειν, ταῦτα πάντʼ ἐγὼ συναθροίσας καὶ συντόμως συλλαβὼν εἴπω· οὕτε γὰρ θάλασσα οὕτε γῆ ἀνατρέφει τοιόνδε γένος. ὁ δὲ διόλου συντυχὼν τῷ γένει τῶν γυναικῶν ὃ λέγω γινώσκει καλῶς. I.

1163. ξυναρπάσασαι: συλλαβόμενοι. B. συλλαβοῦσαι ὡς αἰχμάλωτον. M. ὁμοῦ πᾶσαι ἁρπάσασαι. Gr. ἁρπακτικῶς λαβοῦσαι. Gu. Fl. 6. 9. 17. 21. 50. 59. 76.

1164. κῶλα: τὰ μέλη. B. ἤγουν τοὺς πόδας, τὴν κεφαλήν. Fl. 59. ἀρκέσαι, ἐπαρκέσαι, βοηθῆσαι. Gu.

1165. ἐξανισταίην: ἀντὶ τοῦ ἀνίστων. B. Gr. ἐξανέστησα, ἀνήγειρα. Gu.

1166. κόμης: ἀπὸ τῆς. B. κινοίην: ἀντὶ τοῦ ἐκίνουν. B. rec. Ἀττικόν. B.