Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1047. ἡ γὰρ καθεῖλες: ὄντως ἐνίκησας Πολυμήστορα. B. M. ἄρα νενίκηκας τὸν Πολυμήστορα, καὶ κρατεῖς τοῦ φίλου, ὦ δέσποινα, καὶ πεποίηκας ὁποῖα λέγεις; I.

1049.—1055. ὄψει: θεάσῃ αὐτὸν ταχέως ὑπάρχοντα ἔμπροσθεν τῶν δωμάτων τυφλὸν, ἐν τυφλῷ καὶ παραφερομένῳ ποδὶ βαδίζοντα· θεάσῃ καὶ τῶν δύο παίδων τὰ σώματα, σὓς ἐφόνευσʼ ἐγὼ σὺν ταῖς Τρῳάσι γυναιξί· δέδωκε δέ μοι τιμωρίαν· ὁρμᾶ δʼ, ὡς ὁρᾶς, οὗτος ἐκ [*](4. ἐπεισπίπτειν—εἰσέρχεσθαι] Haec 19. νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει] etiam in I., adjecta scholio supe- Verba nota Epicharmi. riori, ἐπεισπίπτειν δὲ τὸ μετὰ etc. 25. ἐνίκησας] νενίκηκας B.)

474
τῶν οἴκων. ἀλλὰ μακρὰν ἀπελεύσομαι, καὶ μακρὰν στήσομαι τοῦ δυσμαχωτάτου Θρῃκὸς θυμῷ περιρρεομένου. Ι.

αὐτίκα: ὅσον οὕπω, μετὰ μικρόν. Gu. ἅμα. Fl. 10. πάρος: ἔξω. ποιητικόν. Gr. ἐκτός. Gu.

1050. τυφλῷ στείχοντα: τυφλῷ ποδὶ πορευόμενον, ἤγουν διὰ ποδὸς, μὴ ὑπὸ βλεπόντων ὀφθαλμῶν ὁδηγουμένου· ὥσπερ γὰρ οἱ μαινόμενοι ἔνθα καὶ ἔνθα φέρονται, οὕτω καὶ οἱ τυφλοί. διὰ τοῦτο παραφόρῳ ποδί φησιν, ἤγουν παραφερομένῳ, καὶ οὐκ ὀρθῶς βαδίζοντι, ἀλλὰ σφαλλομένῳ διὰ τὸ τετυφλῶσθαι αὐτὸν, παρατετραμμένῳ καὶ ἀτάκτως περιπατοῦντι, ἤγουν μανικῷ. Gu. I. παραφόρῳ : παράφορος κυρίως ὁ μαινόμενος, ἀπὸ τοῦ παρατετραμμένας ἔχειν τὰς φρένας, καταχρηστικῶς καὶ ὁ τυφλός· οὐ γὰρ κατʼ ἰσότητα περιπατεῖ, ἀλλὰ παραφόρως ἔνθεν κἀκεῖθεν. Fl. 59.

1052. ἀρίσταις: ταῖς γενναιοτάται, ταῖς ἀνδρείαις. Fl. 6. 9. 17. 1521. 56. 59. 76.

δίκην δέ μοι δέδωκε: τετιμώρηται ὑπʼ ἐμοῦ. Gr. ἔδωκε δίκην ὁ τιμωρούμενος, λαμβάνει δίκην ὁ τιμωρῶν. Gu.

1053. χωρεῖ: ἔρχεται. Gr. ὁρμᾶ, ἐκβαίνει. Gu.

1054. κἀποστήσομαι: ὑποχωρήσω. Gu.

1055. ῥέοντι: θυμουμένῳ. M. ῥέοντος. Gr. πνέοντι. Gu. ἤγουν ὁρμῶντι ταχέως καθʼ ἡμῶν καὶ ὀξέως κινουμένῳ δίκην ῥεύματος. Fl. 25. Gu. ῥέει θυμὸν ὁ δεῖνα κοινόν· καὶ ῥέει ὁ δεῖνα τῷ θυμῷ, Ἀττικόν. Gr. ῥέει ὁ ἀνὴρ τῷ θυμῷ ἀντὶ τοῦ θυμοῦται. Gu. δυσμαχωτάτῳ: ἰσχυροτάτῳ. Gr. δυσπολεμήτῳ. Gu. τῷ δυσκαταπονήτῳ. Fl. 59.

[*](5. τυφλῷ ποδί—] Hujus scholii 33. 10. (nisi quod in hoc ἀλλὰ verba priora τυφλῷ ποδὶ—ὁδηγουμένου σφαλλομένῳ omissa sunt) et Gu. qui habent etiam Florr. 6. 9. 17. 21. voce παραφερομένῳ caret. Omnes 56. 59. 76. in vitiosa etiam scrip- hi ἀλλὰ σφαλλομένη pro eo, quod in tura ὑποβλεπόντων pro ὑπὸ βλ. cum I. est, ἀλλὰ τετυφλωμένῳ, et sic I. consentientes, nam ὑπὸ βλ. iam King. Ultima παρατετραμμένῳ jam Barn. dedit. Pro ὁδηγουμένου —μανικῷ e Gu. adjeci, in quo cum Κing. ὁδηγούμενον. Seqq. ὅσπερ γὰρ praecc. cohaerent. MATTH. —τυφλοί in Gu. cum voc. μανικῷ 8. παραφερομένῳ—τετυφλῶσθαι αὐ- praemissa scholion per se consti- τόν] Haec etiam in B. cum lem- tuunt. Verba παραφερομέν—τετυ- mate παραφόρῳ ποδί. φλῶσθαι αὐτόν sunt in [B. et] Flor.)
475

1056.—1070. ὤμοι ἐγώ: ἄθλιός εἰμι ἐγῶ δηλονότι. ποῦ ἔλθω, ποῦ σταθῶ, ποῦ πλησιάσω, ποιούμενος ἐπὶ χεῖρα κατʼ ἴχνος, ἤτοι κατὰ τοὺς πόδας, βάσιν καὶ πορείαν θηρὸς ὀρεινοῦ; ποίαν, ὁδὸν δηλονότι, ἐξαλλάξω καὶ περιπατήσω, ἢ ταύτην, ἢ τήνδε, χρήζων καὶ θέλων καταλαβεῖν τὰς ἀνδροφόνους Ἰλιάδας, αἳ διώλεσαν ἐμέ. τάλαιναι, τάλαιναι θυγατέρες τῶν Φρυγῶν, ὦ κατάρατοι, εἰς ποῖον μέρος τῶν βαθυτάτων τόπων καὶ καταδύσεων διὰ φυγῆς, ἐλθοῦσαι δηλονότι, πτώσσουσιν, ἤτοι συστέλλονται καὶ κρύπτονται ἐμὲ, ἀντὶ τοῦ διʼ ἐμέ. εἴθε, ὦ Ἥλιε, θεραπεύσαις τὸ βλέφαρον τῶν ὀμμάτων ἐμοῦ τὸ αἱματηρὸν, ἐλευθερώσας τυφλὸν φέγγος, ἀντὶ τοῦ τοὺς τυφλοὺς τούτους ὀφθαλμοὺς, φέγγος ἐνθεὶς αὐτῷ δηλονότι. Ι.

ὤμοι ἐγώ: ποῦ πορευθῶ, ποῦ στῶ, ποῦ κέλσω, ἤτοι προσπελάσω; κυρίως δὲ τὸ ναῦν προσορμίσαι τινὶ εὐόρμῳ τόπῳ· ἐξοκεῖλαι δὲ τὸ ἐκβληθῆναι τὴν ναῦν ἔξω τοῦ λιμένος ὑπὸ ἀνέμου. ὑπόκειται δὲ ὁ Πολυμήστωρ τετραποδίζων, διό φησι τετράποδος βάσιν θηρὸς τιθέμενος, ποίαν παρέλθω ὁδόν: ἄρα ταύτην, ἆρα ἐκείνην, ἆρα τήνδε; B. I.

1058. βάσιν: ὥσπερ τὰ θηρία τέτταρσι ποσὶ χρῶνται πρὸς βάδισιν, οὕτω καὶ αὐτὸς χερσὶ καὶ ποσὶ χρήσομαι. δέον δὲ εἰπεῖν καὶ κατʼ ἴχνος, ἀσυνδέτως εἶπε. Gu. στάσιν, ἔρεισιν, κίνησιν. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. πορείαν. Gu. ὀρεστέρου: ἀγρίου. M. Fl. 59. Gu. ὀρεινοῦ. Gr. ἐν τῷ ὄρει ὄντος. Fl. 59. οἱ παλαιοὶ πάντα τὰ ἄγρια θῆρας λέγουσιν. Gr.

1059. τιθέμενος: ποιούμενος. M. κατʼ ἴχνος: ἴχνος ὁ τύπος τοῦ ποδὸς, καὶ ἀπὸ τούτου ὁ πούς. ἀφʼ οὗ πάλιν ἴχνος ἡ πορεία, ἐπεὶ διὰ τῶν ποδῶν ἡ πορεία γίνεται. λέγεται τὸ ἴχνος κατὰ μεταφορὰν ἀπὸ τῶν ποδῶν καὶ ἐπʼ ἄλλων, οἷον ἴχνη χειρῶν καὶ ἴχνος ἀνθρώπου, καὶ ἴχνος παλαιᾶς αἰτίας παρὰ Σοφοκλεῖ, καὶ ἴχνη ἀγαλμάτων, καὶ ἁπλῶς ἐπὶ πάντων τῶν ἀμυδρῶς καὶ ἐν τύπῳ φαινομένων. Gr. I.

1060. ἢ ταύταν: λείπει ὁδόν. M.

[*](12. ποῦ στῶ om. B. 16. ποίαν—τήνδε] Haec etiam in ib. προσπελάσω— ἀνέμου] Haec M. ad v. 1060. etiam in M. et separatim, τετράπο- 25. ἡ πορεία] καὶ ἡ πορεία hic et δος: ὑπόκειται γὰρ τετραποδίζων. in proximis I. 14. ὑπὸ ἀνέμου addidi ex M. ὑπὸ 28. Σοφοκλεῖ] Od. T. 109. ἀνέμων ante ἔξω positum habet B.)
476

1061. ἐξαλλάξω: περιπατήσω. Gr. πορευθῶ, ἐξαμείψω. Gu. πορευθήσομαι. Fl. 33. ἐπιδιώξω καταλαβεῖν βουλόμενος. M.

1062. ἀνδροφόνους: τὰς φονικὰς, τὰς Τρωϊκάς. M. φονικάς. Fl. 10. μάρψαι ὁ μάρπτω κυρίως ἐπὶ τῶν μετὰ θυμοῦ συλλαμβανόντων. Fl. 59. μὰρ ἡ χεὶρ κατὰ Δωριεῖς· ἐξ οὗ καὶ μαρπῶ τὸ καταλαμβάνω. Gu.

1063. τάλαιναι: ἐπὶ κακοῦ νῦν τὸ τάλαιναι, καὶ οὐκ ἐπὶ ἐλέους. Fl. 21. εἰς τὸ Φρυγῶν τελείαν. αἱ τάλαιναι οὖν κόραι τῶν Φρυγῶν. οὐ γὰρ πρὸς αὐτὰς ὁ λόγος. B. M.

1064. ποῖ καί με φυγᾷ: εἰς ποῖον μέρος τῶν μυχῶν, ἤτοι τῶν καταδύσεων, διὰ φυγῆς ἐλθοῦσαι, πτώσσουσι διʼ ἐμὲ, ἤγουν συστέλλονται. Gr. I. καί: περισσός. Fl. 17. 59. 76. Gr. με φύγᾷ πτώσσουσι: διʼ ἐμέ. Gr. φεύγουσι. B. ποῖ τῶν μυχῶν ἀντὶ τοῦ τῶν κρυφίων τόπων. B. M. ἐν ποίῳ τόπῳ, εἰς ποῖον μέρος. Gu. διὰ φυγῆς, ὡς τὸ τί με φεύγεις τὸν γέροντα. Gu.

1065. μυχῶν: τῶν κρυπτῶν. Bar. 74.

1066. ὀμμάτων: ὄμμα τῶν βλεφάρων ὤφειλεν εἰπεῖν· ἐνήλλαξε δὲ τὰς πτώσεις. Fl. 59. αἱματόεν: αἱματηρόν. Gr. τὸ νῦν ἐκ τῆς πληγῆς. ᾑμαγμένον. Gu.

1067. ἀκέσαιο, ἀκέσαιο: πάνυ ἀνάρμοστον ἦν τῷ τε ῥυθμῷ καὶ τῷ μέτρῳ διὰ τὴν ἀνάρμοστον χασμῳδίαν, διὸ καὶ ἐξεβλήθη παῤ ἐμοῦ τὸ ἕν. εὕρηται δὲ καὶ ἔν τινι τῶν παλαιῶν οὕτως. I. ἀκέσαιο, τυφλόν: θεραπεύσειας. M. εἴβε, ὦ ἥλιε, ἀκέσαιο τὸ φέγγος καὶ τὸν ὀφθαλμὸν ἀπαλλάξας στερήσας τὸ τυφλὸν βλέφαρον τὸ αἱματόεν τῶν ὀμμάτων ἐμοῦ, ἤγουν τὴν τύφλωσιν, περιφραστικῶς. Gu. ἀντὶ τοῦ τὸ τυφλὸν καὶ ᾑμαγμένον ὄμμα θεραπεύσειας. τυφλὸν γὰρ φέγγος τὸ ὄμμα φησὶν, ἐπειδὴ φέγγος ἐπὶ σκότου οὐ λέγεται. B. Fl. 25. ἤγουν σκότος διώξας. τυφλὸν φέγγος τὸ σκότος· κακῶς· φέγγος γὰρ ἐπὶ σκότους οὐ λέγεται. B. Fl. 10. 33.

Ἥλιε φέγγος ἀπαλλάξας: διὰ τοῦτο πρὸς τὸν Ἥλιον ποιεῖται τὸν λόγον, ὡς φωτὸς παρεκτικόν· μὴ φαίνοντος γὰρ ἡλίου, ἅπόντα [*](5. μάρπω] Immo μάρπτω. φίων τόπων etiam Gu. 8. Verba εἰς τὸ φ. τελείαν post ὁ 20. —23 Scholion Triclinii. λόγος habet M. ib. οὖν om. B. 26. τοῦ τὸ] τὸ om. Fl. 25. 27. σκότου] σκότους B. Fl. 10. 14. κρυφίων] κρυφίμων M. τῶν κρυ- 29. σκότου] σκότους Fl. 33.)

477
ἐν σκότῳ ἐστὶ, τῇ τοῦδε δὲ παρουσίᾳ φῶς λαμβάνει. Gu. I. τὸ ἀπαλλάξας φέγγος ἀντὶ τοῦ φῶς ἐνθεὶς, νοεῖται τῷ τετυφλωμένῳ ὀφθαλμῷ, εἰ καὶ ἀσαφῶς εἴρηται διὰ τὴν τοῦ λέγοντος δεινοπάθειαν καὶ τὸ ἄγαν τεθορυβῆσθαι καὶ συγκεχύσθαι αὐτόν. τούτου χάριν καὶ τὸ ἀπαλλάξας ἀντὶ τοῦ μεταποιήσας νοοῦσιν ἔνιοι, τιθέντες καὶ τὴν εἰς πρόθεσιν, εἰς φέγγος. Ἄλλως. φέγγος ἀπαλλάξας, πόρρω πέμψας τὸ σκότος. Ι. φέγγος ἀπαλλάξας: ἐνθεὶς φέγγος. Gr. εἰς τὸν ὀφθαλμόν. Gu. ἀντὶ τοῦ τυφλὸν ὄμμα. M. εἰς ἀνάβλεψιν ἀγαγών. M. ἀπαλλάξας: ἐλευθερώσας σκότους. Gr. στερήσας, μετατρέψας. Gu. μεταποιήσας. Fl. 33.

1069.—1075. κρυπτὰν βάσιν : κρυπτὰν πορείαν νοῶ τούτων τῶν γυναικῶν. ποῦ τὸν πόδα ὁρμήσας σαρκῶν καὶ ὀστέων κορεσθῶ, ποιούμενος εὐωχίαν τῶν ἀγρίων θηρῶν, ἤγουν τῶν γυναικῶν, ὡς θῆρας ταύτας καταθοινώμενος, λαμβάνων καὶ ἀφαιρούμενος ἀντέκτισιν τῆς ἐμῆς βλάβης καὶ τυφλώσεως. Ι.

1069. ἆ ἆ: ἐπιφώνημα ἐφεκτικόν. Gr. καθʼ ἑαυτόν. Gu. Fl. 6. 9. 17. 21. 56. 59. 76. τὸ ἆ ἆ (Fl. ὁ δὲ ἆ) κλητικὸν ἐπίρρημα. ἢ σχετλιαστικόν· ἴδιον δὲ τοῖτο ψυχῆς τεταραγμένης. Gu. Fl. 25. κρυπτάν: λαθραίαν. Fl. 10. ἀντὶ τοῦ ὦ ὦ λαθραίαν. ὡς ἡρέμα βαδιζουσῶν αὐτῶν. M.